← 金嘴狄翁

演说集

§85.26-85.32

战俘奴役的无效性与基于德性的真正自由

说话者借助麦西尼亚人的历史例证指出,基于战争俘获这一最古老的占奴方式是站不住脚的,也无法为其后代沦为奴隶提供合法依据。他最终得出结论:真正的自由、高贵与奴役身份并非取决于血统或法律上的买卖,而取决于朝向德性的天赋秉性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§85.26

οὐκοῦν οὗτος ὁ παλαιότατος τρόπος, ἐξ οὗ πάντες οἱ λοιποὶ ἤρτηνται, σφόδρα ἀσθενὴς καὶ οὐδὲν ἔχων ἰσχυρόν· ὅταν γάρ ποτε δυνηθῶσιν ἐκεῖνοι πάλιν ἀποφυγεῖν, οὐδὲν κωλύει ἐλευθέρους εἶναι αὐτούς, ὡς ἀδίκως δουλεύοντας· ὥστε οὐδὲ πρότερόν ποτε δοῦλοι ἦσαν. ἐνίοτε δὲ οὐ μόνον αὐτοὶ ἀπέφυγον τὴν δουλείαν, ἀλλὰ καὶ τοὺς δεσπότας κατεδουλώσαντο. κἀνταῦθα ἤδη, φασίν, ὀστράκου μεταπεσόντος1 ἅπαν γίγνεται τοὐναντίον τῶν πρότερον. εἶπεν οὖν τις τῶν παρόντων ὅτι ἐκεῖνοι μὲν αὐτοὶ ἴσως οὐκ ἂν λέγοιντο δοῦλοι, τοῖς δὲ ἐξ ἐκείνων γενομένοις καὶ τοῖς δευτέροις καὶ τοῖς τρίτοις κυρίως ἂν ἤδη προσήκοι τοῦ ὀνόματος.2 Καὶ πῶς;

“由此看来,其余一切方式所依凭的这种最古老的占有方式,是极其脆弱且毫无坚固依据的;因为一旦那些人有朝一日能够再次逃脱,就没有任何事情能妨碍他们作为被不当奴役之人而成为自由人;因而他们此前也绝非奴隶。而且有时他们不仅自己摆脱了奴役,甚至还反过来奴役了自己的主人。而在那种情况下,正如人们所说,陶片一旦翻转,一切就完全变得与此前相反了。”于是,在场的一个人说道,或许那些战俘本人不能被称为奴隶,但对于他们的后裔,即第二代和第三代人而言,这个称谓如今理当正当地属于他们了。“怎么会这样呢?

§85.27

εἰ μὲν γὰρ τὸ ἁλῶναι ποιεῖ δουλεύειν, αὐτοῖς τοῖς ἑαλωκόσι μᾶλλον τούτου προσήκοι ἂν ἢ τοῖς ἐξ ἐκείνων· εἰ δὲ τὸ ἐκ δούλων γεγονέναι, δῆλον ὅτι ἐξ ἐλευθέρων ὄντες τῶν ἑαλωκότων οἱ μετ’ αὐτοὺς οὐκ ἂν εἶεν οἰκέται. καὶ γὰρ δὴ ὁρῶμεν ἐκείνους Μεσσηνίους, δι’ ὅσων ἐτῶν οὐ μόνον τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τὴν χώραν ἐκομίσαντο τὴν αὑτῶν.

因为如果说被俘虏导致了服役为奴,那么这一称谓理当属于被俘者本人,而不是出自他们的后代;但如果说出自奴隶才使人成为奴隶,那么显而易见,由于被俘虏者本身是自由人,他们的后嗣就不可能是家奴。事实上,我们看到那些麦西尼亚人,在历经多少年之后,不仅重新获得了自由,而且收复了他们自己的土地。

§85.28

ἐπεὶ γὰρ ἡττήθησαν ἐν Λεύκτροις ὑπὸ Θηβαίων Λακεδαιμόνιοι, στρατεύσαντες εἰς Πελοπόννησον Θηβαῖοι μετὰ τῶν συμμάχων ἠνάγκασαν τήν τε χώραν τὴν Μεσσηνίαν ἀποδοῦναι Λακεδαιμονίους καὶ ὅσοι ἦσαν ἀπ’ ἐκείνων γεγονότες, δουλεύοντας πρότερον παρὰ Λακεδαιμονίοις, τοὺς Εἴλωτας λεγομένους, κατῴκισαν πάλιν εἰς Μεσσήνην. καὶ ταῦτα οὐδείς φησιν ἀδίκως πεποιηκέναι τοὺς Θηβαίους, ἀλλὰ παγκάλως καὶ δικαίως. ὥστε εἴπερ οὗτος ὁ τρόπος οὐ δίκαιός ἐστι τῆς κτήσεως, ἐξ οὗ πάντες οἱ λοιποὶ τὴν ἀρχὴν ἔχουσι, κινδυνεύει μηδὲ ἄλλος μηθεὶς εἶναι, μηδὲ τῷ ὄντι κατ’ ἀλήθειαν δοῦλος λέγεσθαι.

因为当拉刻代蒙人在留克特拉被底比斯人击败时,底比斯人与盟军一同进军伯罗奔尼撒,强迫拉刻代蒙人归还麦西尼亚的土地,并将所有那些出自他们的后裔、此前在拉刻代蒙人家中服役为奴的所谓黑劳士们,重新迁回麦西尼定居。对于底比斯人的这一举动,没有任何人指责其为不义,反倒认为做得极其完满而正当。因此,倘若作为其余一切方式之起源的这种占有方式并非正当,那么恐怕其他任何〔方式〕也都不〔正当〕,实际上也没有人能在真实意义上被称为奴隶了。

§85.29

ἀλλὰ μὴ οὐχ οὕτως ᾖ λεγόμενος3 ἐξ ἀρχῆς ὁ δοῦλος, ὑπὲρ ὅτου ἀργύριόν τις τοῦ σώματος κατέβαλεν ἢ ὃς ἂν ἐκ δούλων λεγομένων ᾖ γεγονώς, ὥσπερ οἱ πολλοὶ νομίζουσι, πολὺ δὲ μᾶλλον ὅσπερ ἀνελεύθερος καὶ δουλοπρεπής. τῶν μὲν γὰρ λεγομένων δούλων πολλοὺς ὁμολογήσομεν δήπου εἶναι ἐλευθερίους, τῶν δέ γε ἐλευθέρων πολλοὺς πάνυ δουλοπρεπεῖς. ἔστι δὲ ὡς περὶ τοὺς γενναίους καὶ τοὺς εὐγενεῖς. τούτους γὰρ οἱ ἐξ ἀρχῆς ὠνόμασαν τοὺς εὖ γεγονότας πρὸς ἀρετήν, οὐδὲν πολυπραγμονοῦντες ἐκ τίνων εἰσίν· ὕστερον δὲ οἱ ἐκ τῶν πάλαι πλουσίων καὶ τῶν ἐνδόξων ὑπό τινων εὐγενεῖς ἐκλήθησαν. τούτου δὲ σημεῖον σαφέστατον· ἐπὶ γὰρ τῶν ἀλεκτρυόνων καὶ τῶν ἵππων καὶ τῶν κυνῶν διέμεινε τὸ ὄνομα, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων εἶχε τὸ παλαιόν. ὁ γὰρ ἵππον θεασάμενος θυμοειδῆ καὶ γαῦρον καὶ πρὸς δρόμον εὖ ἔχοντα, οὐ πυθόμενος εἴτε ἐξ Ἀρκαδίας ὁ πατὴρ αὐτοῦ ἔτυχεν ὢν εἴτε ἐκ Μηδίας εἴτε Θετταλός, φησὶν εὐγενῆ τὸν ἵππον αὐτὸν κρίνων. ὁμοίως δὲ ὃς ἂν ἔμπειρος ᾖ κυνῶν, ἐὰν κύνα ἴδῃ ταχεῖαν καὶ πρόθυμον καὶ συνετὴν περὶ τὸ ἴχνος, οὐθὲν ἐπιζητεῖ πότερον ἐκ Καρῶν τὸ γένος ἢ Λάκαινα ἢ ἀλλαχόθεν ποθέν, ἀλλά φησι γενναίαν τὴν κύνα· τὸ αὐτὸ δὲ τοῦτο ἐπ’ ἀλεκτρυόνος καὶ τῶν ἄλλων ζῴων.

然而,或许自始以来奴隶所指称的,并非如大众所认为的那样,是指有人为其肉身偿付了银钱的人,抑或是指由所谓的奴隶所生的人,而远更多是指那些缺乏自由人品性且性情奴屈的人。因为我们必定会承认,在所谓的奴隶中,许多人具有自由人的品格,而在自由人中,许多人却完全具有奴性。这种情况正如对待高贵者与出身优越者一样。因为起初的人们将那些天资向善、合乎德性的人如此称呼,全然不去追究他们的父母是谁;但后来,那些世家富豪和显贵的后裔,却被某些人称为出身优越者。关于这一点,有一个极为明晰的证据:因为在公鸡、马匹和猎犬身上,这一名称依然保持着它在古代用于人类时的本义。事实上,凡是见到一匹英挺、骄傲且长于疾驰的骏马的人,根本不去探询它的父亲碰巧是产自阿卡迪亚、米底亚还是色萨利,便依据马本身的素质断定它是优良纯正的。同样,凡是对猎犬富有经验的人,若见到一只敏捷、勇猛且在追踪气味上机敏的猎犬,也绝不追究它的品种是来自卡里亚、拉科尼亚还是其他什么地方,而是直接称这只犬是优良的;而在公鸡及其他动物身上也是完全如此。

§85.31

οὐκοῦν δῆλον ὅτι καὶ ἐπ’ ἀνθρώπων οὕτως ἔχοι ἄν. ὥστε ὃς ἂν ᾖ πρὸς ἀρετὴν καλῶς γεγονώς, τοῦτον προσήκει γενναῖον λέγεσθαι, κἂν μηθεὶς ἐπίστηται τοὺς γονέας αὐτοῦ μηδὲ τοὺς προγόνους. ἀλλὰ μὴν οὐχ οἷόν τε γενναῖον μὲν εἶναί τινα, μὴ εὐγενῆ δὲ τοῦτον, οὐδ’ εὐγενῆ ὄντα μὴ ἐλεύθερον εἶναι· ὥστε καὶ τὸν ἀγεννῆ πᾶσα ἀνάγκη δοῦλον εἶναι. καὶ γὰρ δὴ εἰ τὸ τῆς ἐλευθερίας καὶ τὸ τῆς δουλείας ἔθος ἦν ἐπί τε ἵππων λέγεσθαι καὶ ἀλεκτρυόνων καὶ κυνῶν, οὐκ ἂν ἄλλους μὲν γενναίους εἶναι ἐλέγομεν, ἄλλους δὲ ἐλευθέρους,4 οὐδὲ ἄλλους μὲν δούλους, ἄλλους δὲ ἀγεννεῖς.

那么,在人类身上情况同样如此,难道不是显而易见吗?因此,凡是天生倾向于德性的人,即便没有人知晓他的父母或祖先,称其为高贵者也是完全恰当的。然而,一个人既然高贵,就不可能不是出身优越者;既然是出身优越者,也就不可能不是自由人;因此,卑贱者必然全都是奴隶。事实上,如果将自由与奴役的用法也习惯地用于马匹、公鸡和猎犬,我们绝不会说有些是高贵的而另一些是自由的,也不会说有些是奴隶而另一些是卑劣的。

§85.32

ὁμοίως δὴ καὶ ἐπ’ ἀνθρώπων οὐκ ἄλλους μὲν εἰκός ἐστι γενναίους καὶ εὐγενεῖς λέγειν, ἄλλους δὲ ἐλευθέρους, ἀλλὰ τοὺς αὐτούς, οὐδὲ ἄλλους μὲν ἀγεννεῖς καὶ ταπεινούς, ἄλλους δὲ δούλους. καὶ οὕτω δὴ ἀποφαίνει ὁ λόγος οὐ τοὺς φιλοσόφους μεταφέροντας τὰ ὀνόματα, ἀλλὰ τοὺς πολλοὺς τῶν ἀνοήτων ἀνθρώπων διὰ τὴν ἀπειρίαν.

同样,在对待人类时,我们理所当然也不该把高贵和出身优越者与自由人视为不同的人,而应视为同一群人;也不该把卑微低贱者与奴隶视为不同的人。因此,这一论证表明,改变这些词语含义的绝非哲学家,而是那些无知的大众由于蒙昧所致。”

语法注4 条
  1. 85.26ὀστράκου μεταπεσόντος

    源自古希腊儿童掷陶片游戏(ὀστρακίνδα)的成语性属格独立结构,字面意为“陶片翻转”。陶片黑白两面的颠倒被借用来比喻局势或境遇发生猝不及防的彻底反转。

  2. 85.26κυρίως ἂν ἤδη προσήκοι τοῦ ὀνόματος

    动词 προσήκω(在此处带有表示潜在的 ἄν 与祈愿法)支配属格 τοῦ ὀνόματος 及与格 τοῖς... γενομένοις。该动词通常带与格表示非人称的“适合于”,而在此处结合属格,表示“在正当名义上有份/配得上该称谓”(源于部分属格用法)。

  3. 85.29ἀλλὰ μὴ οὐχ οὕτως ᾖ λεγόμενος

    由否定词 μή 与虚拟式(此处为双重否定 μὴ οὐχ ᾖ)构成的委婉断定或审慎推测句式。该用法源自表示顾虑或悬揣之动词的省略,在柏拉图等古典对话录中十分常见,意为“或许并非……吧”或“难道不更可能是……吗”。

  4. 85.31οὐκ ἂν ἄλλους μὲν γενναίους εἶναι ἐλέγομεν, ἄλλους δὲ ἐλευθέρους

    反事实条件句的结论主句,由 ἄν 搭配未完成过去直陈式 ἐλέγομεν 构成,与前句的条件从句(εἰ... ἦν)相呼应。相关的 ἄλλους μὲν... ἄλλους δέ 表达两个截然不同的范畴,整句意为“我们绝不会说某些是高贵的,而另一些是自由的”(即两者实为同义同一)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:85.26-85.32