← 金嘴狄翁

演说集

§85.8-85.12

谱系中自由人与奴隶混合的必然性

对话者援引神话与悲剧中的事例,论证只要将世系追溯至久远过去,任何人都不可能免于自由人与奴隶的混杂,因而仅凭出身断定绝对的自由或奴役是绝无可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§85.8

οὐκ οἶσθα, ἔφη, ὅτι κακηγορίας δίδωσιν ὁ νόμος γράψασθαι τοῦτον, ὃς ἂν βλασφημῇ τινα οὐκ ἔχων ἀποδεῖξαι περὶ ὧν λέγει σαφὲς οὐδέν; καὶ ὅς, Ἐπίσταμαι γάρ, ἔφη, ὅτι αἱ μὲν ἐλεύθεραι γυναῖκες ὑποβάλλονται πολλάκις δι’ ἀπαιδίαν, ὅταν μὴ δύνωνται αὐταὶ κυῆσαι, βουλομένη κατασχεῖν ἑκάστη τὸν ἄνδρα τὸν ἑαυτῆς1 καὶ τὸν οἶκον, καὶ ἅμα οὐκ ἀποροῦσαι ὁπόθεν τοὺς παῖδας θρέψουσι· τὰς δὲ δούλας τοὐναντίον, τὰς μὲν πρὸ τοῦ τόκου διαφθειρούσας, τὰς δὲ ὕστερον,2 ἐὰν δύνωνται λαθεῖν, τὸ γενόμενον, ἐνίοτε καὶ τῶν ἀνδρῶν συνειδότων, ὅπως μὴ πράγματα ἔχωσι παιδοτροφεῖν ἀναγκαζόμεναι πρὸς τῇ δουλείᾳ.

“难道你不知道,”另一个人说,“法律允许人们以诽谤之罪起诉那个谩骂他人、却对自己所言拿不出任何确凿证据的人吗?”那人回答道:“我当然知道;因为我知道自由妇女由于没有子嗣,当自己不能生育时,常常抱养假托之子,每位妇女都想保住自己的丈夫和家业,而且同时也不缺乏用来抚养孩子的资财;但女奴们却恰恰相反,有的在分娩前打掉胎儿,有的则在事后——如果能避人耳目的话——除掉生下的婴儿,有时连丈夫们也是知情的,以免她们在服劳役之外还要被迫抚育儿女,徒增烦恼。”

§85.9

Ναὶ μὰ Δία, ἔφη, πλήν γε τῆς Οἰνέως, τοῦ Πανδίονος, εἶπε, νόθου παιδός· ὁ γὰρ ἐκείνου νομεὺς ὁ ἐν ταῖς Ἐλευθεραῖς καὶ ἡ γυνὴ ἡ τοῦ νομέως οὐ μόνον οὐκ ἐξετίθεσαν αὐτοὶ γεννήσαντες, ἀλλὰ καὶ ἀλλότρια εὑρόντες ἐν τῇ ὁδῷ παιδία, οὐκ εἰδότες ὅτου ποτὲ ἦσαν, ἀνελόμενοι ἔτρεφον ὡς αὑτῶν, καὶ οὐδὲ ὕστερον ἑκόντες οὐδέποτε ὡμολόγησαν ὅτι ἀλλότριοι ἦσαν. σὺ δ᾽ ἴσως καὶ τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα ἐλοιδόρεις ἄν, πρὶν φανεροὺς γενέσθαι, καὶ διώμνυσο ὡς περὶ δούλων τῶν τοῦ Διὸς υἱέων.

“指着宙斯起誓,正是如此,”他说,“只是潘狄翁的庶子俄纽斯的〔女奴〕是个例外。因为他在埃琉忒赖的牧人以及那牧人的妻子,不仅在自己生下孩子时没有遗弃,而且在路上捡到别人的孩子,尽管不知道究竟是谁的孩子,也抱回家当作自己的亲生骨肉抚养,并且后来也绝不曾主动承认那是别人的孩子。想必你在仄托斯和安菲翁的身份大白之前也会辱骂他们,并像论及奴隶那样就宙斯的儿子们起誓吧。”

§85.10

καὶ ὃς γελάσας πάνυ εἰρωνικῶς, Τοὺς τραγῳδούς, ἔφη, καλεῖς μάρτυρας. Οἷς γε πιστεύουσιν, εἶπεν, οἱ Ἕλληνες· οὓς γὰρ ἐκεῖνοι ἀποδεικνύουσιν ἥρωας, τούτοις φαίνονται ἐναγίζοντες ὡς ἥρωσι, καὶ τὰ ἡρῷα ἐκείνοις ᾠκοδομημένα ἰδεῖν ἔστιν. ὁμοίως δὲ ἐννόησον, εἰ βούλει, καὶ τὴν Φρυγίαν τὴν Πριάμου δούλην, ἣ τὸν Ἀλέξανδρον ἐν τῇ Ἴδῃ ἐξέθρεψεν ὡς αὑτῆς υἱέα, λαβοῦσα παρὰ τοῦ ἀνδρὸς βουκόλου ὄντος, καὶ τὴν παιδοτροφίαν οὐ χαλεπῶς ἔφερεν. Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους οὐχ ὑπὸ γυναικός, ἀλλ’ ὑπὸ ἐλάφου τραφῆναι λέγουσιν. ἢ δοκεῖ σοι ἔλαφος μᾶλλον ἐλεῆσαι ἂν βρέφος καὶ ἐπιθυμῆσαι τρέφειν ἢ ἄνθρωπος, ἐὰν τύχῃ δούλη οὖσα;

那人极其讽刺地一笑,说道:“你竟然把悲剧诗人们请来作证人!”“至少是希腊人所信奉的证人,”他说;“因为凡是诗人们指明为英雄的人,希腊人显然都把他们当作英雄来祭奠,为他们建造的英雄祠庙也是随处可见的。你若是愿意,不妨同样想一想那位弗里吉亚妇人,普里阿摩斯的女奴,她从身为牧人的丈夫手中接过亚历山大,在伊达山上当作自己的儿子抚养,并不觉得养育孩子是件苦事。而奥格与赫拉克勒斯之子忒勒福斯,人们说他不是由女人、而是由一头母鹿抚养长大的。难道在你看来,一头母鹿会比一个人——即便她碰巧是个女奴——更容易怜悯婴儿并渴望抚养他吗?”

§85.11

φέρε δὴ πρὸς θεῶν, εἰ δὲ δὴ προσομολογήσαιμί σοι τούτους εἶναί μου γονέας, οὓς σὺ φῄς, πόθεν οἶσθα περὶ τῆς ἐκείνων δουλείας; ἢ καὶ τοὺς γονέας αὐτῶν ἠπίστω σαφῶς καὶ ἕτοιμος εἶ καὶ περὶ ἐκείνων κατόμνυσθαι ἑκατέρου ὅτι ἐξ ἀμφοῖν δούλοιν γεγόνεσαν ἀμφότεροι, καὶ τοὺς ἔτι πρότερον καὶ ἐξ ἀρχῆς ἅπαντας; δῆλον γὰρ ὡς ἐάνπερ ἐλεύθερος ᾖ τις τῶν ἐκ τοῦ γένους, οὐκέτι οἷόν τε τοὺς ἀπ’ ἐκείνου δούλους ὀρθῶς νομίζεσθαι. τοῦτο δὲ οὐ δυνατόν ἐστιν, ὦ βέλτιστε, ὥς φασιν, ἐκ τοῦ παντὸς αἰῶνος εἶναί τι γένος ἀνθρώπων, ἐν ᾧ οὐκ ἄπειροι μὲν ἐλεύθεροι γεγόνασιν, οὐκ ἐλάττους δὲ τούτων οἱ δεδουλευκότες·3 καὶ νὴ Δία τύραννοι καὶ βασιλεῖς καὶ δεσμῶται καὶ στιγματίαι καὶ κάπηλοι καὶ σκυτοτόμοι καὶ τἄλλα ὅσα ἐν ἀνθρώποις ἐστίν, ἁπάσας μὲν ἐργασίας, ἅπαντας δὲ βίους, ἁπάσας δὲ τύχας καὶ ξυμφορὰς μετηλλαχότες.

“那么请凭诸神起誓告诉我,即便我真的向你承认你所说的那两人就是我的父母,你又是从何得知他们的奴役身份的呢?难道你也确切地知晓他们的父母,并且准备好就他们两人中的每一方起誓,断言他们两个都是由同为奴隶的父母所生,甚至对更早的、从最初以来的所有人都能如此断言吗?因为显然,只要世系中哪怕有一人是自由人,自他而下的后嗣就再也不可能被正当地视作奴隶了。而在人类之中,我尊贵的朋友,正如人们所说,绝不可能有任何一个家族在悠久的岁月里不曾出过无数的自由人,也不曾出过同样不少于此的沦为奴隶之人;指着宙斯起誓,僭主、国王、囚徒、烙印奴隶、小贩、鞋匠以及人类中存在的一切角色,交替经历过所有的行当、所有的生活方式,以及所有的命运与灾祸。”

§85.12

ἢ οὐκ οἶσθα ὅτι τούτου ἕνεκεν τὰ τῶν ἡρώων λεγομένων γένη εὐθὺς εἰς θεοὺς οἱ ποιηταὶ ἀναφέρουσιν, ὥστε μηκέτι ἐξετάζεσθαι τὸ προσώτερον; καὶ τούς γε πλείονας αὐτῶν φασιν ἐκ Διὸς γεγονέναι, ἵνα μὴ αὐτοῖς οἵ τε βασιλεῖς καὶ οἱ οἰκισταὶ τῶν πόλεων καὶ ἐπώνυμοι εἰς τοιαῦτα ἐμπίπτωσιν, ἃ δοκεῖ παρὰ τοῖς ἀνθρώποις ὀνείδη εἶναι. ὥστε, εἴπερ οὕτως ἔχει τὰ τῶν ἀνθρώπων, ὡς ἡμεῖς τε καὶ ἄλλοι σοφώτεροι ἡμῶν φασιν, οὐδὲν ἂν μᾶλλον σοὶ προσήκοι ἐλευθερίας κατὰ γένος ἢ ὁτῳοῦν τῶν σφόδρα δοκούντων οἰκετῶν· εἰ μὴ ἄρα καὶ σὺ φθάσεις ἀναγαγὼν εἰς Δία ἢ Ποσειδῶνα ἢ Ἀπόλλωνα τοὺς σαυτοῦ προγόνους· οὐδέ γε ἐμοὶ δουλείας.

“难道你不知道,正是为了这个缘故,诗人们才把所谓英雄的世系直接追溯到诸神,免得更早的渊源再被追究吗?他们说大多数英雄是宙斯所生,就是为了使国王们、城邦的建立者以及以其命名城邦的人,不至于落入人类视为耻辱的境遇之中。因此,倘若人间之事果真如我和比我们更有智慧的人所说的那样,那么凭出身而论,你所拥有的自由的份额,绝不会比那些公认的家奴多出一分——除非你也抢先将自己的祖先追溯到宙斯、波塞冬或阿波罗那里;而我也同样丝毫没有奴役的份额。”

语法注3 条
  1. 85.8βουλομένη κατασχεῖν ἑκάστη τὸν ἄνδρα τὸν ἑαυτῆς

    针对前句的复数主语 αἱ μὲν ἐλεύθεραι γυναῖκες,此处以部分同位语的形式置入了个别化的单数阴性主格 ἑκάστη,分词 βουλομένη 亦随之呼应作单数阴性主格,构成了格的一致性破格(schema per appositionem)。

  2. 85.8τὰς δὲ δούλας τοὐναντίον, τὰς μὲν πρὸ τοῦ τόκου διαφθειρούσας, τὰς δὲ ὕστερον

    此句在意义上与前文的 αἱ μὲν ἐλεύθεραι γυναῖκες ὑποβάλλονται(主格+限定动词)相对比,但句法结构转为了由主句动词 Ἐπίσταμαι 所统辖的宾格带分词结构(τὰς δὲ δούλας ... διαφθειρούσας)。句中的 τὸ γενόμενον 充当后半句 τὰς δὲ ὕστερον ... [διαφθειρούσας] 的直接宾语。

  3. 85.11τοῦτο δὲ οὐ δυνατόν ἐστιν, ὦ βέλτιστε, ὥς φασιν, ἐκ τοῦ παντὸς αἰῶνος εἶναί τι γένος ἀνθρώπων, ἐν ᾧ οὐκ ἄπειροι μὲν ἐλεύθεροι γεγόνασιν, οὐκ ἐλάττους δὲ τούτων οἱ δεδουλευκότες

    主句的否定(οὐ δυνατόν ἐστιν)与关系从句的否定(οὐκ ... γεγόνασιν,后接曲言法 οὐκ ἐλάττους“不少于”)相结合,表达了强烈的肯定含义:“在漫长岁月中,绝不可能有任何家族不曾出现无数的自由人以及同样不少的沦为奴隶者(即任何家族中必定二者兼备)”。接下来的分词 μετηλλαχότες 在意义上以复数主格统摄构成这些世系的历代祖先与众人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:85.8-85.12