- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:85.13-85.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
对话者指出讲者实际上在服役为奴,但讲者列举了欧迈俄斯和战俘等事例,说明有许多自由人正承受着不公的奴役。他进一步反驳道,仅仅依据遵从指令和遭受体罚等外在表现,根本无法将奴隶与儿子或学徒本质地区分开来。
Τὸ μὲν τοίνυν, ἔφη, τοῦ γένους καὶ τὸ τῶν προγόνων ἐῶμεν, ἐπειδὴ οὕτω σοι δοκεῖ ἀστάθμητον εἶναι· ἴσως γάρ τοι ἀναφανήσῃ ὥσπερ Ἀμφίων καὶ Ζῆθος καὶ Ἀλέξανδρος ὁ Πριάμου γεγονώς. ἀλλὰ σέ γε αὐτὸν πάντες ἐπιστάμεθα δουλεύοντα. Τί δέ; εἶπε, δοκοῦσί σοι πάντες οἱ δουλεύοντες ἀλλὰ οὐ πολλοὶ αὐτῶν ἐλεύθεροι ὄντες καὶ ἀδίκως;1 ὧν τινες ἤδη καὶ εἰς δικαστήριον εἰσελθόντες ἀπέδειξαν ἐλευθέρους ὄντας ἑαυτούς, οἱ δέ τινες καὶ ἀνέχονται μέχρι παντός, οὐκ ἔχοντες ἀποδεῖξαι φανερῶς περὶ τῆς ἐλευθερίας ἢ οἷς ἂν μὴ χαλεποὶ ὦσιν οἱ λεγόμενοι αὐτῶν δεσπόται.
“那么,”另一个人说,“既然在你看来出身和祖先的事情是如此难以确定,我们就暂且不提吧;因为你说不定真会显露出像安菲翁、仄托斯或普里阿摩斯之子亚历山大那样的出身呢。但你本人身为奴隶在服役,这却是我们大家都知道的。”“怎么?”他说,“难道在你看来,所有服役的人全都是奴隶,而其中并没有许多人本是自由人却蒙受不公的服役吗?他们中有些人已经走进法庭,证明了自己是自由人,而另一些人则忍耐到底,要么是因为拿不出确凿的证据来证明自己的自由,要么是因为他们所谓的主人对他们并不严苛。
ἐπεὶ φέρε, Εὔμαιος, ὁ Κτησίου τοῦ Ὀρμένου ἀνδρὸς πάνυ ἐλευθέρου καὶ πλουσίου παῖς, οὐκ ἐδούλευεν ἐν Ἰθάκῃ παρ’ Ὀδυσσεῖ καὶ Λαέρτῃ; καὶ ἐνὸν αὐτῷ ἀποπλεῦσαι πολλάκις οἴκαδε, εἰ ἐβούλετο,2 οὐδέποτε ἠξίωσε. τί δέ; Ἀθηναῖοι πολλοὶ τῶν ἐν Σικελίᾳ ληφθέντων οὐκ ἐδούλευον ἐν Σικελίᾳ καὶ ἐν Πελοποννήσῳ ἐλεύθεροι ὄντες, καὶ ἐν ἄλλαις πολλαῖς μάχαις οἱ αἰεὶ αἰχμάλωτοι γιγνόμενοι οἱ μὲν χρόνον τινά, ἕως ἂν εὕρωσι τοὺς λυσομένους, οἱ δὲ μέχρι παντός;
且来看吧,俄耳墨诺斯之子克忒西俄斯的儿子欧迈俄斯,本是一位极其自由且富有的人的孩子,难道不曾作为奴隶在伊萨卡服侍奥德修斯和拉厄耳忒斯吗?而且他原本多次可以乘船回家——只要他愿意的话——却从未想过要这么做。又如何呢?在西西里被俘的雅典人中,难道不是有许多人身为自由人,却在西西里和伯罗奔尼撒服役为奴吗?而在许多其他战役中屡屡沦为战俘的人,有的服役一段时间直到找到赎他们的人,有的则服役终生,难道不也是如此吗?
ὁπότε καὶ ὁ Καλλίου υἱὸς ἔδοξε δουλεῦσαι πολὺν χρόνον ἐπὶ Θρᾴκης μετὰ τὴν μάχην, ἣν Ἀθηναῖοι περὶ Ἄκανθον ἡττήθησαν· ὥστε καὶ ὕστερον διαφυγὼν καὶ ἀφικόμενος ἠμφισβήτει τοῦ κλήρου τοῦ Καλλίου καὶ πολλὰ πράγματα παρεῖχε τοῖς ξυγγενέσιν, ἐκεῖνος μὲν οἶμαι ψευδόμενος ʽἦν γὰρ οὐχ υἱός, ἀλλ’ ἱπποκόμος Καλλίου, τὴν δὲ ὄψιν ὅμοιος τῷ τοῦ Καλλίου μειρακίῳ, ὃ ἔτυχεν ἐν τῇ μάχῃ τελευτῆσαν· ἔτι δὲ ἡλλήνιζεν ἀκριβῶς καὶ γράμματα ἠπίστατὀ, ἀλλὰ ἕτεροί γε μυρίοι τοῦτο πεπόνθασιν·
正如在雅典人于阿坎苏斯附近战败的那场战役之后,卡利亚斯的儿子也被认为在色雷斯长期沦为奴隶一样;以至于后来他逃脱返回,争夺卡利亚斯的遗产,给亲属们惹出了许多麻烦——依我看那人自己是在撒谎(因为他并不是儿子,而是卡利亚斯的马夫,相貌与恰好在战役中死去的卡利亚斯的少年儿子相似;况且他希腊语讲得极为纯正,也识字),然而受过这种遭遇的旁人却数以万计。
ἐπεὶ καὶ τῶν νῦν ἐνθάδε δουλευόντων οὐκ ἀπογιγνώσκω πολλοὺς εἶναι ἐλευθέρους. οὐ γὰρ ἐὰν μὲν Ἀθηναίων τις ἁλοὺς κατὰ πόλεμον εἰς Πέρσας ἀπαχθῇ ἢ καὶ νὴ Δία ἐὰν εἰς Θρᾴκην ἢ Σικελίαν ἀχθεὶς ἀπεμποληθῇ, φήσομεν ἐλεύθερον ὄντα δουλεύειν· ἐὰν δὲ Θρᾳκῶν τις ἢ Περσῶν μὴ μόνον ἐξ ἐλευθέρων γεγονὼς ἐκεῖ δεῦρο ἀχθῇ, ἀλλὰ καὶ δυνάστου τινὸς ἢ βασιλέως υἱός, οὐχ ὁμολογήσομεν3 ἐλεύθερον εἶναι.
因为即使在如今这里服役的人当中,我也不否认有许多人其实是自由人。因为绝不可能有这样一种道理:倘若雅典人中有人在战争中被俘押往波斯,或者指着宙斯起誓,若被押往色雷斯或西西里并被变卖,我们会说他是自由人沦为奴役;但若是色雷斯人或波斯人中有人在当地不仅由自由人所生、甚至还是某位统治者或国王的儿子,却被带到这里来,我们就不肯承认他是自由人。
οὐκ οἶσθα τὸν Ἀθήνησιν, ἔφη, νόμον, παρὰ πολλοῖς δὲ καὶ ἄλλοις, ὅτι τὸν φύσει δοῦλον γενόμενον οὐκ ἐᾷ μετέχειν τῆς πολιτείας; τὸν δὲ Καλλίου υἱόν, εἴπερ ὄντως ἐσώθη τότε ἁλούς, ἀφικόμενον ἐκ Θρᾴκης, συχνὰ ἔτη γεγονότα ἐκεῖ καὶ πολλάκις μεμαστιγωμένον οὐδεὶς ἂν ἠξίου τῆς πολιτείας ἀπελαύνειν· ὥστε ἐνίοτε καὶ ὁ νόμος οὔ φησι δούλους γεγονέναι τοὺς ἀδίκως δουλεύσαντας.
难道你不知道雅典的法律——在许多其他人那里也是如此——规定天生沦为奴隶的人不得参与城邦政事吗?”他说,“但若是卡利亚斯的儿子,倘若他当时被俘后真能幸存并从色雷斯归来,哪怕他在那里待了多年且屡遭鞭笞,也绝不会有人认为应当将他逐出城邦政事。因此有时连法律也断定,那些遭受不公正服役的人并没有沦为奴隶。
τί δὲ καὶ ποιοῦντά με ἐπίστασαι πρὸς θεῶν ἢ τί πάσχοντα, ὅτι με φῂς ἐπίστασθαι δουλεύοντα; Τρεφόμενον ἔγωγε ὑπὸ τοῦ δεσπότου καὶ ἀκολουθοῦντα ἐκείνῳ καὶ ποιοῦντα ὅ,τι ποτ̓ ἐκεῖνος προστάττοι· εἰ δὲ μή, παιόμενον. Οὕτως μέν, ἔφη, καὶ τοὺς υἱοὺς ἀποφαίνεις δούλους τῶν πατέρων. καὶ γὰρ ἀκολουθοῦσι πολλοῖς τῶν πενήτων καὶ εἰς γυμνάσιον βαδίζουσι καὶ ἐπὶ δεῖπνον, καὶ τρέφονται πάντες ὑπὸ τῶν πατέρων καὶ παίονται πολλάκις ὑπ’ αὐτῶν, καὶ πείθονται ὅ,τι ἂν ἐκεῖνοι προστάττωσιν αὐτοῖς.
凭诸神起誓,你究竟知道我做了什么,或者遭受了什么,竟说你知道我是在服役为奴呢?”“我至少知道你是受主人供养,随侍于他,遵行他所吩咐的一切;若不遵行,就会挨打。”“照这样说来,”他说,“你把儿子们也宣布为父亲的奴隶了。因为他们在许多穷人步行前往体育馆和去赴宴时随侍在侧,他们全由父亲供养,常常挨父亲的打,并且顺从父亲对他们吩咐的一切。
καίτοι ἕνεκα τοῦ πείθεσθαι καὶ πληγὰς λαμβάνειν καὶ τῶν γραμματιστῶν οἰκέτας φήσεις τοὺς παρ’ αὐτοῖς μανθάνοντας καὶ τοὺς παιδοτρίβας δεσπότας εἶναι τῶν μαθητῶν ἢ τοὺς ἄλλο τι διδάσκοντας· καὶ γὰρ προστάττουσιν αὐτοῖς καὶ τύπτουσι μὴ πειθομένους. Νὴ Δί’, ἔφη· ἀλλ’ οὐκ ἔστι τοῖς παιδοτρίβαις οὐδὲ τοῖς ἄλλοις διδασκάλοις δῆσαι τοὺς μαθητὰς οὐδὲ ἀποδόσθαι οὐδέ γε εἰς μυλῶνα ἐμβαλεῖν· τοῖς δέ γε δεσπόταις ἅπαντα ταῦτα ἐφειμένα ἐστίν.
然而,难道为了顺从和挨打的缘故,你就会把在文法教师门下学习的人称作教师的家奴,把体育教练或其他技艺的传授者称作弟子的主人吗?因为他们的确向弟子发号施令,并击打不顺从的人。”“指着宙斯起誓,正是如此,”另一个人说;“但体育教练和其他教师并没有权力把弟子捆绑起来,也不能把他们变卖,更不能把他们投入磨坊;但对于主人来说,所有这些都是被允许的。”
- 85.13δοκοῦσί σοι πάντες οἱ δουλεύοντες ἀλλὰ οὐ πολλοὶ αὐτῶν ἐλεύθεροι ὄντες καὶ ἀδίκως;
此处为省略了 δοκοῦσι 补足不定词的反诘对比句。句中需补足如 [δοῦλοι εἶναι] 或 [δικαίως δουλεύειν] 之意:“难道在你看来,所有服役的人全都是[奴隶/正当服役],而他们中的多数人不是身为自由人却遭受不公的[服役]吗?”短语 ἀλλὰ οὐ 用于否定前半句的假定,并引出用以反驳的事实。
- 85.14καὶ ἐνὸν αὐτῷ ἀποπλεῦσαι πολλάκις οἴκαδε, εἰ ἐβούλετο,
ἐνόν 是非人称动词 ἔνεστι(可能)的中性分词,在此构成表示让步的对格绝对结构(accusative absolute):“尽管对他而言乘船回家是可能的”。不定词 ἀποπλεῦσαι 作其补充成分,与格 αὐτῷ 则是其逻辑主语。
- 85.16οὐ γὰρ ἐὰν μὲν... φήσομεν... ἐὰν δὲ... οὐχ ὁμολογήσομεν
句首的否定词 οὐ 统摄由 μὲν...δέ 所连接的整个对比结构:“绝不是说若……我们会说……,但若……我们就不承认……”。该句法结构用于否定一种双重标准,指出不能在前一种情况下承认其为自由人,而在后一种情况下却拒不承认。
