- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:85.1-85.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者记述了在某所私宅中目击的一场关于自由与奴役的争论:一个自恃门第的人以出身侮辱对手,而被辱者则通过揭示血统与父母身份在根本上的不确定性,反驳了凭借世俗传闻判定谁是真正自由人的做法。
Ἀλλὰ μὴν ἔναγχος παρεγενόμην τισὶ διαμφισβητοῦσι περὶ δουλείας καὶ ἐλευθερίας, οὐκ ἐπὶ δικαστῶν οὐδ’ ἐν τῇ ἀγορᾷ, οὑτωσὶ δὲ κατ’ οἰκίαν ἐπὶ χρόνον πάμπολυν. καὶ παρῆσαν ἑκατέρῳ τοῖν ἀνδροῖν οὐκ ὀλίγοι σπουδάζοντες. ἐτύγχανον γὰρ ὑπὲρ ἄλλων πρότερον ἀντιλέγοντες, ὡς ἐμοὶ δοκοῦσιν· ἡττώμενος δὲ ἐν τοῖς λόγοις ἅτερος καὶ διαπορῶν εἰς λοιδορίαν ἐτράπετο, ὥσπερ εἴωθε τοῦτο συμβαίνειν πολλάκις, καὶ ὠνείδισεν ὡς οὐκ ἐλεύθερον ὄντα τὸν ἕτερον.
“然而,我最近恰巧遇到几个人就奴役与自由的问题展开激烈的辩论,既不是在法官面前,也不是在广场上,而是在一所私宅里持续了极长的时间。两人身边都有不少热心支持他们的人。在我看来,他们先前似乎碰巧在为别的事情争辩;但其中一人在论辩中落了下风,陷入窘境,便如常有之事那样诉诸谩骂,辱骂另一人并非自由人。
καὶ ὃς πάνυ πρᾴως ἐμειδίασέ τε καὶ εἶπε, Πόθεν δὲ ἔστιν, ὦ ἄριστε, εἰδέναι ὅστις δοῦλος ἢ ὅστις ἐλεύθερος; Ναὶ μὰ Δία, ἔφη· ἐπίσταμαι γοῦν ἐμαυτὸν μὲν ἐλεύθερον ὄντα καὶ τούτους ἅπαντας, σοὶ δὲ οὐδὲν προσῆκον ἐλευθερίας.1 καί τινες τῶν παρόντων ἐγέλασαν. καὶ ὃς οὐδέν τι μᾶλλον ᾐσχύνθη, ἀλλ’ ὥσπερ οἱ ἀνδρεῖοι ἀλεκτρυόνες πρὸς τὴν πληγὴν ἐπεγείρονται καὶ θαρροῦσιν, κἀκεῖνος ἐπηγέρθη καὶ ἐθάρρησε πρὸς τὴν λοιδορίαν, καὶ ἤρετο αὐτὸν ὁπόθεν τοῦτο ἐπίσταται τὸ περί τε αὑτοῦ καὶ περὶ ἐκείνου.
那人极其温和地微微一笑,说道:‘我尊贵的朋友,人究竟从何能够得知谁是奴隶,谁是自由人呢?’另一个人说:‘指着宙斯起誓,当然能知道!我至少知道我自己以及在场的这所有的人都是自由人,而你与自由毫无干系。’在场的一些人便笑了起来。但他丝毫不感到羞惭,反而正如英勇的斗鸡在受到打击时精神抖擞、勇气倍增一般,他也因这番辱骂而振奋昂扬,毫不畏惧,反问对方究竟从何处得知关于他自己以及关于他的这些事情。
Ὅτι, ἔφη, τὸν μὲν ἐμαυτοῦ πατέρα ἐπίσταμαι Ἀθηναῖον ὄντα, εἴπερ τις ἄλλος,2 τὸν δὲ σὸν οἰκέτην τοῦ δεῖνος, εἰπὼν τοὔνομα. καὶ ὅς, Τί οὖν, εἶπε, κατὰ τοῦτο κωλύει με ἐν Κυνοσάργει ἀλείφεσθαι μετὰ τῶν νόθων, εἴπερ ἐκ μητρὸς ἐλευθέρας, ἴσως δὲ καὶ ἀστῆς, τυγχάνω γεγονὼς καὶ πατρὸς οὗ σὺ φῄς; ἢ οὐ πολλαὶ ἀσταὶ γυναῖκες δι’ ἐρημίαν τε καὶ ἀπορίαν αἱ μὲν ἐκ ξένων ἐκύησαν, αἱ δὲ ἐκ δούλων, τινὲς μὲν ἀγνοοῦσαι τοῦτο, τινὲς δὲ καὶ ἐπιστάμεναι; καὶ οὐδεὶς δοῦλός ἐστιν, ἀλλὰ μόνον οὐκ Ἀθηναῖος, τῶν οὕτως γεννηθέντων.
‘因为,’那人说,‘我知道我自己的父亲若是有人算得上雅典人,他便是地道的雅典人;而你的父亲则是某某人的家奴’——并说出了那人的名字。于是另一人说道:‘那么照此说来,若是我恰巧由一位自由的母亲、甚至可能是一位女公民所生,且父亲就是你所说的那个人,又有什么能妨碍我同那些私生子一起在库诺萨耳格斯抹油锻炼呢?难道不是有许多女公民由于困顿孤苦,有的怀了外邦人的孩子,有的怀了奴隶的孩子吗?她们有的是不知情,有的则是明知如此。而在这样出生的人当中,并没有一个是奴隶,仅仅是不是雅典人而已。’
Ἀλλ’ ἐγώ σου, ἔφη, καὶ τὴν μητέρα ἐπίσταμαι ὁμόδουλον τοῦ πατρός. Εἶεν, ἔφη· τὴν δὲ σαυτοῦ οἶσθα; Πάνυ μὲν οὖν· ἀστὴν ἐξ ἀστῶν καὶ προῖκα ἱκανὴν ἐπενηνεγμένην. Ἦ καὶ ἔχοις ἂν ὀμόσας εἰπεῖν ὅτι ἐξ οὗ φησιν ἐκείνη, ἐκ τούτου γέγονας; ὁ μὲν γὰρ Τηλέμαχος οὐ πάνυ ἠξίου διατείνεσθαι ὑπὲρ Πηνελόπης τῆς Ἰκαρίου, σφόδρα σώφρονος δοκούσης γυναικός, ὅτι ἀληθῆ λέγει τὸν Ὀδυσσέα ἀποφαίνουσα αὑτοῦ πατέρα· σὺ δὲ οὐ μόνον ὑπὲρ σαυτοῦ ἂν καὶ τῆς σῆς μητρός, ἐὰν κελεύσῃ σέ τις, ὀμόσαις, ὡς ἔοικεν, ἀλλὰ καὶ περὶ δούλης ἡστινοσοῦν, ἐξ ὅτου ποτὲ ἐκύησεν, ὥσπερ ἣν λέγεις ἐμὴν εἶναι μητέρα.3
‘可是,’另一个人说,‘我知道你的母亲也是同你父亲一道为奴的。’‘好罢,’他说,‘那么你了解你自己的母亲吗?’‘极其了解;她是公民之后的女公民,并且带来了一笔丰厚的嫁妆。’‘那么你果真能发誓说,你确实是由她所说的那个人所生的吗?要知道,就连忒勒马科斯也不肯为伊卡里俄斯之女、被视为极其贞淑之妇的珀涅罗珀过分担保,断言她说奥德修斯就是自己的父亲乃是真话;然而你,若是有人要求你,不仅会为自己和自己的母亲发誓,看来甚至会为任何一个奴隶妇人究竟是怀了谁的孩子而发誓,就像你指认是我母亲的那个妇人一样。’
ἀδύνατον γάρ σοι δοκεῖ εἶναι ἐξ ἄλλου ἀνδρὸς κυῆσαι ἐλευθέρου ἢ καὶ τοῦ αὑτῆς δεσπότου. οὐ πολλοὶ Ἀθηναίων συγγίγνονται θεραπαίναις αὑτῶν, οἱ μέν τινες κρύφα, οἱ δὲ καὶ φανερῶς; οὐ γὰρ δήπου βελτίους εἰσὶ πάντες τοῦ Ἡρακλέους, ὃς οὐδὲ τῇ Ἰαρδάνου δούλῃ συγγενέσθαι ἀπηξίωσεν, ἐξ ἧς ἐγένοντο οἱ Σάρδεων βασιλεῖς.
‘因为在你看来,她怀了另一个自由男子、甚至怀了她自己的主人的孩子,似乎是绝不可能的。难道雅典人当中没有许多人同自己的女仆交合吗,有的是秘密地,有的甚至是公开地?想必他们总不至于个个都比赫拉克勒斯还要高尚吧——那位连同伊阿尔达诺斯的女奴交合也不曾自贬身份的英雄,而萨狄斯的列王正是从那个女奴所出。’
ἔτι δὲ δοκεῖ σοι, ὡς ἔοικε, Κλυταιμνήστρα μὲν, Τυνδάρεω θυγάτηρ, γυνὴ δὲ Ἀγαμέμνονος, μὴ μόνον Ἀγαμέμνονι συνεῖναι τῷ αὑτῆς ἀνδρί, ἀλλὰ καὶ ἀποδημήσαντος ἐκείνου Αἰγίσθῳ συγγενέσθαι, καὶ Ἀερόπη ἡ Ἀτρέως γυνὴ τὴν Θυέστου προσδέξασθαι ὁμιλίαν, καὶ ἄλλαι πολλαὶ καὶ πάλαι καὶ νῦν ἐνδόξων καὶ πλουσίων ἀνδρῶν γυναῖκες ἑτέροις συγγίγνεσθαι καὶ παῖδας ἐνίοτε ἐξ ἐκείνων ποιεῖσθαι· ἣν δὲ σὺ λέγεις θεράπαιναν οὕτως πάνυ ἀκριβῶς φυλάττειν τὰ πρὸς τὸν ἄνδρα τὸν αὑτῆς, ὥστε μὴ ἂν ἑτέρῳ συγγενέσθαι.4
‘而且在你看来,显然廷达瑞俄斯之女、阿伽门农之妻克吕泰涅斯特拉,不仅同她自己的丈夫阿伽门农同居,而且在丈夫远行之际还与埃癸斯托斯私通;阿特柔斯的妻子埃洛珀接纳了梯厄斯忒斯的亲近;古往今来许多显赫富有之人的妻子都与别的男人苟合,有时还为他们生儿育女;唯独你所说的那名女仆,却能极其严格地恪守对自己丈夫的妇道,以至于绝不可能与别的男人私通。’
ἔτι δὲ καὶ περὶ σαυτοῦ καὶ περὶ ἐμοῦ διαβεβαιοῖ ὡς ἑκάτερος ἡμῶν ἐστι τῆς δοκούσης καὶ λεγομένης μητρός. καίτοι πολλοὺς Ἀθηναίων ἔχοις ἂν εἰπεῖν καὶ τῶν πάνυ γνωρίμων, οἳ ἐφάνησαν ὕστερον οὐ μόνον πατρός, ἀλλὰ καὶ μητρός, οὐχ ἧς ἐλέγοντο, ὑποβολιμαῖοί ποθεν τραφέντες. καὶ ταῦτα ἑκάστοτε ὁρᾷς δεικνύμενα καὶ λεγόμενα ὑπὸ τῶν κωμῳδοδιδασκάλων καὶ ἐν ταῖς τραγῳδίαις, καὶ ὅμως οὐδὲν ἧττον ἰσχυρίζῃ καὶ περὶ σαυτοῦ καὶ περὶ ἐμοῦ, ὡς εὖ εἰδὼς ὅπως γεγόναμεν καὶ ἐκ τίνων.
‘此外,你还对你自己和我断言,说我们各自都是由被公认和传称的母亲所生的。然而,你本可以说出雅典人中许多人,甚至是非常知名的人,他们后来被发现不仅不是出自传闻中的父亲,甚至也不是出自传闻中的母亲,而是不知从何处抱来抚养的假托之子。你在喜剧作家所排演的戏中和悲剧里随时都能看到这些情形被展现和讲述,可尽管如此,你却依然就你自己和我这般坚持己见,仿佛你真切地知道我们是如何出生、从何人所生的一样。’”
- 85.2σοὶ δὲ οὐδὲν προσῆκον ἐλευθερίας
非人称动词 προσήκει(属于、关涉)的中性单数分词 προσῆκον 在此用作宾格绝对结构(或从属于前面 ἐπίσταμαι 的分词结构)。ἐλευθερίας 是表示分有或份额的部分属格,意为“自由的份额对你毫无相干/你丝毫不享有自由”。
- 85.3εἴπερ τις ἄλλος
惯用的条件句省略表达(“如果还有别人也是……”),省略了述谓成分。用于强化语气,意为“不亚于任何其他人”或“比谁都更是”。
- 85.4ὥσπερ ἣν λέγεις ἐμὴν εἶναι μητέρα
关系代词从句的先行词(如 ταύτης)被省略,关系代词 ἣν 本身在从句中充当 λέγεις 所支配的不定式 εἶναι 的主语(宾格)。其底层骨架为 ὥσπερ [περὶ ταύτης] ἣν λέγεις ἐμὴν εἶναι μητέρα(“正如关于你所说是我母亲的那个人一样”)。
- 85.6ὥστε μὴ ἂν ἑτέρῳ συγγενέσθαι
结果从句 ὥστε 后接 ἄν 与不定式,承接了直陈式过去时+ἄν(非真实条件)或祈愿语气+ἄν(潜在可能)的语意,表达强烈的假设性/潜在否定:“以至于绝不可能与别的男人私通”。
