- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:85.20-85.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者援引父亲对儿子的权力以及历史先例(如喀罗尼亚战役后的释奴决议、居鲁士解放波斯人、自由人契约自卖),论证自由与奴役并不单纯依赖主人的释放。在座众人转而试图将奴隶定义为“被合法占有的财产”,辩者随即对所有权本身的合法性提出质问,并指出奴役的最古老渊源乃是战争俘虏与暴力掠夺。
Ἴσως γὰρ οὐκ οἶσθα ὅτι παρὰ πολλοῖς καὶ σφόδρα εὐνομουμένοις ταῦτα ἃ λέγεις ἔξεστι τοῖς πατράσι περὶ τοὺς υἱέας, καὶ δὴ καί, ἐὰν βούλωνται, καὶ ἀποδίδοσθαι, καὶ τὸ ἔτι τούτων χαλεπώτερον· ἐφεῖται γὰρ αὐτοῖς ἀποκτεῖναι μήτε κρίναντας μήτε ὅλως αἰτιασαμένους· ἀλλ’ ὅμως οὐδὲν ἧττον οὐ δοῦλοί εἰσι τῶν πατέρων, ἀλλὰ υἱεῖς. εἰ δὲ δὴ ὅτι μάλιστα1 ἐδούλευον καὶ δοῦλος ἐξ ἀρχῆς ὑπῆρχον δικαίως, τί με, ἔφη, κωλύει νῦν ἐλεύθερον εἶναι μηδενὸς ἔλαττον, σὲ δὲ αὖ τοὐναντίον, εἰ καὶ σφόδρα ἐξ ἐλευθέρων ἦσθα, δοῦλον εἶναι παντὸς μᾶλλον;
“因为你或许不知道,在许多城邦——而且是法度极其严明的城邦中,你所说的这些事对父亲处置儿子也是被允许的,甚至如果他们愿意,连变卖也是允许的,还有比这更为严苛的事:因为法律允许他们无须审判、甚至全然无须提出控告就将儿子处死;然而尽管如此,儿子们绝不是父亲的奴隶,而是儿子。退一步讲,纵然我过去确实至极地服役为奴,且自始就是正当地沦为奴隶,”他说,“又有什么能妨碍我现在成为不输给任何人的自由人,而反过来,你哪怕完全是由自由人所生,又有什么能妨碍你比任何人都更成为奴隶呢?”
Ἐγὼ μέν, εἶπεν, οὐχ ὁρῶ ὅπως ἐλεύθερος ὢν δοῦλος ἔσομαι· σὲ δὲ οὐκ ἀδύνατον ἐλεύθερον γεγονέναι, ἀφέντος τοῦ δεσπότου. Τί δέ, ὦ λῷστε, ἔφη, οὐθεὶς ἂν γένοιτο ἐλεύθερος μὴ ὑπὸ τοῦ δεσπότου ἀφεθείς; Πῶς γάρ; εἶπεν. Ὅπως Ἀθηναίων ψηφισαμένων2 μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην τοὺς συμπολεμήσοντας οἰκέτας ἐλευθέρους εἶναι, εἰ προὔβη ὁ πόλεμος, ἀλλὰ μὴ διελύσατο θᾶττον ὁ Φίλιππος πρὸς αὐτούς, πολλοὶ ἂν τῶν Ἀθήνησιν οἰκετῶν ἢ μικροῦ πάντες ἐλεύθεροι ἦσαν, οὐχ ὑπὸ τοῦ δεσπότου ἕκαστος ἀφεθείς. Ἔστω τοῦτό γε, εἰ δημοσίᾳ σε ἡ πόλις ἐλευθερώσει.
“依我看,”另一个人说,“我看不出自己身为自由人怎会成为奴隶;但如果你的主人释放了你,你成为自由人却并非不可能。”“怎么,好朋友,”他说,“难道一个人若非由主人释放,就绝不能成为自由人了吗?”“不然还能怎样呢?”对方说。“就像在喀罗尼亚战役之后那样:雅典人曾表决通过让将要一同参战的家奴成为自由人,若战争继续进行而腓力没有迅速同他们讲和,雅典的许多家奴,或者说几乎全部家奴,都会成为自由人,而无须各自的主人予以释放。”“这倒也罢,要是城邦以公权力释放你的话。”
Τί δέ; ἐμαυτὸν οὐκ ἄν σοι δοκῶ ἐλευθερῶσαι; Εἴ γε ἀργύριόν ποθεν καταβάλοις τῷ δεσπότῃ. Οὐ τοῦτόν φημι τὸν τρόπον, ἀλλὰ ὅνπερ Κῦρος οὐ μόνον ἑαυτόν, ἀλλὰ καὶ Πέρσας ἅπαντας ἠλευθέρωσε, τοσοῦτον ὄχλον, οὔτε ἀργύριον οὐδενὶ καταβαλὼν οὔτε ὑπὸ τοῦ δεσπότου ἀφεθείς. ἢ οὐκ οἶσθα ὅτι λυχνοποιὸς ἦν Κῦρος Ἀστυάγους, καὶ ὁπότε γ’ ἐνεθυμήθη καὶ ἔδοξεν αὐτῷ, ἐλεύθερος ἅμα καὶ βασιλεὺς ἐγένετο τῆς Ἀσίας ἁπάσης;
对方说。 “那么又如何?难道你认为我不能自己释放自己吗?”“倘若你不知从哪里筹得银钱偿付给你的主人,那倒可以。”“我指的不是这种方式,而是居鲁士不仅释放了他自己、而且释放了全波斯人——如此庞大的众民——的那种方式:他既未向任何人偿付银钱,也没有由主人释放。难道你不知道居鲁士曾是阿斯提阿格斯的制灯人,而在他一旦起意并自认时机成熟之时,便一跃成为自由人,同时成了全亚洲的君王吗?”
Εἶεν· ἐμὲ δὲ πῶς φῂς δοῦλον ἂν γενέσθαι; Ὅτι μυρίοι δήπου ἀποδίδονται ἑαυτοὺς ἐλεύθεροι ὄντες, ὥστε δουλεύειν κατὰ συγγραφὴν ἐνίοτε ἐπ’ οὐδενὶ τῶν μετρίων, ἀλλ’ ἐπὶ πᾶσι τοῖς χαλεπωτάτοις. Τέως μὲν οὖν προσεῖχον τοῖς λόγοις οἱ παρόντες, ὡς οὐ μετὰ σπουδῆς λεγομένοις μᾶλλον ἢ μετὰ παιδιᾶς· ὕστερον δὲ ἐφιλονίκουν, καὶ ἐδόκει ἄτοπον εἶναι, εἰ μηδὲν ἔσται εἰπεῖν τεκμήριον, ᾧ τις ἀναμφιλόγως διακρινεῖ τὸν δοῦλον ἀπὸ τοῦ ἐλευθέρου, ἀλλ’ εὐμαρὲς ἔσοιτο περὶ παντὸς ἀμφισβητεῖν καὶ ἀντιλέγειν.
“好吧;那你倒说说我怎会成为奴隶呢?”“因为必定有成千上万的人身为自由人却将自己出卖,依据契约服役为奴,有时完全没有任何宽缓的条件,而是处于一切最严酷的条件之下。”起初,在场的人倾听这些话,还以为与其说是严肃的讨论,倒不如说是一场玩笑;但后来他们争论起来,觉得倘若说不出任何确凿的凭据让人无可争辩地将奴隶与自由人区分开来,反倒对一切都可以轻易提出质疑和反驳,那未免太荒谬了。
ἀφέντες οὖν ὑπὲρ ἐκείνου σκοπεῖν καὶ τῆς ἐκείνου δουλείας ἐσκόπουν ὅστις εἴη δοῦλος. καὶ ἐδόκει αὐτοῖς, ὃν ἄν τις ᾖ κεκτημένος κυρίως, ὥσπερ ἄλλο τι τῶν αὑτοῦ χρημάτων ἢ βοσκημάτων, ὥστε ἐξεῖναι αὐτῷ χρῆσθαι ὅ,τι βούλεται, οὗτος ὀρθῶς λέγεσθαί τε καὶ εἶναι δοῦλος τοῦ κεκτημένου. πάλιν οὖν ἠμφεσβήτει ὁ περὶ τῆς δουλείας ἀντιλέγων ὅ, τι ποτὲ εἴη τὸ κύριον τῆς κτήσεως.
于是他们不再探究那个人的问题及其奴役身份,转而探讨究竟何谓奴隶。在他们看来,无论何人,只要有人正当地拥有他,就像拥有其任何其他财产或牲畜一样,以致可以随心所欲地处置他,此人就理当被称为并且确实是所有者的奴隶。于是,那位就奴役问题持反对意见的人再次提出质疑,究竟何为所有权的正当性。
καὶ γὰρ οἰκίαν καὶ χωρίον καὶ ἵππον καὶ βοῦν πολλοὺς ἤδη φανῆναι τῶν κεκτημένων πολὺν χρόνον οὐ δικαίως ἔχοντας,3 ἐνίους δὲ καὶ παρὰ τῶν πατέρων παρειληφότας· οὕτως δὴ καὶ ἄνθρωπον εἶναι ἀδίκως κεκτῆσθαι. καὶ γὰρ δὴ τῶν κτωμένων τοὺς οἰκέτας, ὥσπερ καὶ τὰ ἄλλα ξύμπαντα, οἱ μὲν παρ’ ἄλλων λαμβάνουσιν ἢ χαρισαμένου τινὸς ἢ κληρονομήσαντες ἢ πριάμενοι, τινὲς δὲ ἐξ ἀρχῆς τοὺς παρὰ σφίσι γεννηθέντας, οὓς οἰκογενεῖς καλοῦσιν. τρίτος δὲ κτήσεως τρόπος, ὅταν ἐν πολέμῳ λαβὼν αἰχμάλωτον ἢ καὶ ληϊσάμενος, κατὰ τοῦτον τὸν τρόπον ἔχῃ καταδουλωσάμενος,4 ὅσπερ οἶμαι πρεσβύτατος ἁπάντων ἐστίν. τοὺς γὰρ πρώτους γενομένους δούλους οὐκ εἰκὸς ἐκ δούλων φῦναι τὴν ἀρχήν, ἀλλὰ ὑπὸ λῃστείας ἢ πολέμῳ κρατηθέντας οὕτως ἀναγκασθῆναι δουλεύειν τοῖς λαβοῦσιν.
因为事实上,许多长期占有房屋、地产、马匹和牛只的人,早已显明他们并非依据正当权利而占有,其中有些人甚至是直接从父亲那里继承而来的;因此,不公正地占有人同样是可能存在的。事实上,获得家奴的人正如获得其他一切物品一样,有的是从别人那里接受的——或因有人赠与,或通过继承,或通过购买;有的则从一开始就拥有在自己家中出生的人,即人们所谓的家生奴。而第三种获取方式,则是在战争中俘获战俘或通过掠夺,以这种方式将人强行奴役并占有,依我看这是所有方式中最古老的一种。因为最早沦为奴隶的人,起初绝不可能生自奴隶,而是被盗匪或战争所制服,从而被迫向捕获他们的人服役为奴的。
- 85.20εἰ δὲ δὴ ὅτι μάλιστα
ὅτι μάλιστα 与条件连词 εἰ 连用,表达极致的让步:“纵然最大限度地……”或“即便完全可以说是……”。此处辩者为了论辩推进,姑且最大限度地承认对方设定的前提。
- 85.21Ὅπως Ἀθηναίων ψηφισαμένων
副词 ὅπως(“如同……那样”)引导省略结构,直接回应对方上一句的质问“Πῶς γάρ;”(“不然还能怎样呢?”)。其后由“εἰ προὔβη... ἀλλὰ μὴ διελύσατο... πολλοὶ ἂν... ἦσαν”构成与过去事实相反的虚拟条件句(直陈式过去时+ἄν)。
- 85.25πολλοὺς ἤδη φανῆναι τῶν κεκτημένων πολὺν χρόνον οὐ δικαίως ἔχοντας
由前句中的反驳论题(ἠμφεσβήτει)所统摄的间接引语“宾格+不定式”结构(φανῆναι)。动词 φαίνομαι 带有作表语的分词 ἔχοντας,构成“长期占有的人中有许多已被显明是非正当地持有……”的句式。
- 85.25τρίτος δὲ κτήσεως τρόπος, ὅταν ἐν πολέμῳ λαβὼν αἰχμάλωτον ἢ καὶ ληϊσάμενος, κατὰ τοῦτον τὸν τρόπον ἔχῃ καταδουλωσάμενος
破格结构(anacoluthon):名词短语“τρίτος δὲ κτήσεως τρόπος”(第三种获取方式)作为主格题旨提出后,省略了系动词,直接由表时间/条件的从句“ὅταν... ἔχῃ”来展开说明其具体内容,由名词性题旨过渡为从属分句。
