← 金嘴狄翁

演说集

§84.17-84.24

知晓准许与禁止的真正自由与外在身份

对话者将自由与奴役重新定义为关于准许与禁止之事的“认知与无知”,并通过神话与历史范例(波斯大王、文身的色雷斯人、受缚的克洛诺斯以及奥德修斯)论证外在的标志与处境并不能决定真正的王道与自由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§84.17

ἄλλοι οὖν δοκοῦσί σοι πράττειν ἃ ἔξεστιν ἢ οἱ ἐπιστάμενοι ταῦτα, καὶ ἄλλοι τἀναντία ἢ οἱ ἀγνοοῦντες; Οὐδαμῶς. Οὐκοῦν οἱ φρόνιμοι ὅσα βούλονται πράττειν, ἔξεστιν αὐτοῖς· οἱ δὲ ἄφρονες ὅσα βούλονται οὐκ ἐξὸν1 ἐπιχειροῦσι πράττειν· ὥστε ἀνάγκη τοὺς μὲν φρονίμους ἐλευθέρους τε εἶναι καὶ ἐξεῖναι αὐτοῖς ποιεῖν ὡς ἐθέλουσι, τοὺς δὲ ἀνοήτους δούλους τε εἶναι καὶ ἃ μὴ ἔξεστιν αὐτοῖς, ταῦτα ποιεῖν; Ἴσως.

“那么在你看来,除了通晓这些事的人之外,还会有别的人去践行被准许之事吗?除了无知的人之外,还会有别的人去践行相反之事吗?”“绝没有。”“那么,明智之人做其所愿做的任何事,都是被准许的;而愚昧之人做其所愿之事,却是在不被准许的情形下去企图践行。因此,明智之人必然是自由人且被准许随心所欲行事,而愚蠢之人必然是奴隶且去践行他们不被准许之事,难道不是这样吗?”“也许是吧。”

§84.18

Οὐκοῦν καὶ τὴν ἐλευθερίαν χρὴ λέγειν ἐπιστήμην τῶν ἐφειμένων καὶ τῶν κεκωλυμένων, τὴν δὲ δουλείαν ἄγνοιαν ὧν τε ἔξεστι καὶ ὧν μή. ἐκ δὲ τούτου τοῦ λόγου οὐδὲν ἂν κωλύοι τὸν μέγαν βασιλέα πάνυ μεγάλην τιάραν ἐπὶ τῆς κεφαλῆς ἔχοντα δοῦλον εἶναι καὶ μὴ ἐξεῖναι αὐτῷ πράττειν μηδὲν ὧν ποιεῖ· πάντα γὰρ ἐπιζημίως καὶ ἀσυμφόρως πράξει. ἄλλον δέ τινα δοῦλον δοκοῦντα καὶ ὀνομαζόμενον, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἂν οὕτω τύχῃ, πεπραμένον, εἰ δὲ ἄρα τοῦτο συμβαίνοι, πέδας πάνυ παχείας ἔχοντα, μᾶλλον ἐλεύθερον εἶναι τοῦ μεγάλου βασιλέως.

“因此,也应当把自由界定为对准许之事与禁止之事的认知,而把奴役界定为对何者被准许何者不被准许的无知。根据这一论点,没有任何东西能妨碍那位头上戴着极其硕大的提亚拉冠的波斯大王成为奴隶,且不被允许去做他所做的任何事——因为他所做的一切都将招致损害且毫无益处;同时也没有任何东西能妨碍另一个人,即一个被视为且被称为奴隶的人——哪怕他不仅一次、若是凑巧的话曾多次被转卖,甚至若是落到这般地步,戴着极其粗厚的脚镣——比波斯大王更具自由。”

§84.19

Ἐμοὶ μὲν σφόδρα δοκεῖ ἄτοπον, εἰ πέδας ἔχων τις ἢ ἐστιγμένος ἢ ἐν μυλῶνι ἀλῶν ἐλεύθερος ἔσται μᾶλλον τοῦ μεγάλου βασιλέως. Τί δέ; ἐν Θρᾴκῃ γέγονας; Ἔγωγε. Ἑώρακας οὖν ἐκεῖ τὰς γυναῖκας τὰς ἐλευθέρας στιγμάτων μεστάς, καὶ τοσούτῳ πλείονα ἐχούσας στίγματα καὶ ποικιλώτερα ὅσῳ ἂν βελτίους καὶ ἐκ βελτιόνων δοκῶσιν; Τί οὖν δὴ τοῦτο; Ὅτι βασίλισσαν, ὡς ἔοικεν, οὐδὲν κωλύει ἐστιγμένην εἶναι, βασιλέα δὲ οἴει κωλύειν;

“在我看来,若是一个戴着脚镣、被刺字文身或在磨坊推磨的人竟然比波斯大王还要自由,这实在荒谬至极。”“那又如何?你去过色雷斯吗?”“我去过。”“那么你在那里看到过自由妇人浑身都是刺花文身,并且她们被认为门第越尊贵、出身越优渥,文身就越多越精细吗?”“这又说明什么呢?”“因为王后身上带有文身,显然并无阻碍;难道你认为对于国王就会有所阻碍吗?”

§84.20

σὺ τοίνυν οὐδὲ περὶ ἐκείνου τοῦ ἔθνους ἀκήκοας, παρ’ οἷς ὁ βασιλεὺς ἐν πύργῳ πάνυ ὑψηλῷ φυλάττεται, καὶ οὐκ ἔξεστιν αὐτῷ καταβῆναι ἀπὸ τοῦ πύργου; εἰ δέ γε ἀκηκόεις, ἠπίστω ἂν ὅτι καὶ περιειργμένον ἔστιν εἶναι βασιλέα. καὶ τυχὸν ἤκουες ἂν ἐκείνων τῶν ἀνθρώπων θαυμαζόντων, εἰ διηγοῦ σὺ περὶ τοῦ Περσῶν βασιλέως, καὶ ἀπιστούντων ὅτι ἔστι τις βασιλεὺς περιελαύνων ἐφ’ ἅρματος καὶ ὅποι βούλεται ἀπιών. Ἀλλὰ δεδεμένον οὐκ ἀποδείξεις βασιλέα.

“那么,你甚至没有听说过那样一个部族吗?在他们那里,国王被看守在一座极高的塔楼中,并不被准许走下塔楼。你若是听说过,就会明白即便是被囚禁监闭之人也完全可以成为国王。而且,如果你讲述关于波斯国王的事,你或许还会听到那些人对此大为惊奇,不相信竟然会有一位乘着战车巡游、想去哪里就去哪里的国王。”“但你绝找不出一个被捆绑锁闭的国王。”

§84.21

Οὐ τῶν γε ἀνθρώπων τυχόν· ἐπεὶ ὅ γε τῶν θεῶν βασιλεὺς ὁ πρῶτος καὶ πρεσβύτατος δέδεται, ὥς φασιν, εἰ χρὴ πιστεύειν Ἡσιόδῳ τε καὶ Ὁμήρῳ καὶ ἄλλοις σοφοῖς ἀνδράσιν, οἳ περὶ Κρόνου ταῦτα λέγουσι, καὶ μὰ Δία οὐχ ὑπ’ ἐχθροῦ ἀδίκως παθόντα τοῦτο, ἀλλ’ ὑπὸ τοῦ δικαιοτάτου καὶ φιλτάτου, δῆλον ὅτι ὡς βασιλικὰ καὶ συμφέροντα ἐκείνῳ δρῶντος.

“在凡人中或许确实没有;然而诸神的国王,那位最初且最古老的王,据说是被捆绑着的——如果应当相信赫西俄德、荷马以及其他讲述克洛诺斯此事的智者的话;指着宙斯起誓,他遭受这般待遇并非出于仇敌不公正的侵害,而是出自最公正且最挚爱者之手,那人显然是以符合王道且有益于他的方式行事。”

§84.22

οἱ δὲ τοῦτο μὲν ἀγνοοῦσι καὶ οὐδέποτ’ ἂν οἰηθεῖεν πτωχὸν ἢ δεσμώτην ἢ ἄδοξον γενέσθαι βασιλέα, καίτοι τὸν Ὀδυσσέα ἀκούοντες ὅτι πτωχὸς ὢν καὶ τοὺς μνηστῆρας αἰτῶν οὐδὲν ἧττον βασιλεὺς ἦν καὶ τῆς οἰκίας κύριος· ὁ δὲ Ἀντίνους καὶ ὁ Εὐρύμαχος, οὓς Ὅμηρος ὠνόμαζε βασιλέας, ἄθλιοι καὶ δυστυχεῖς — ἀλλὰ ταῦτα μέν, ὡς ἔφην, ἀγνοοῦσι· σημεῖα δὲ αὐτοῖς περιτιθέασι τιάρας καὶ σκῆπτρα καὶ διαδήματα, μὴ λάθωσι βασιλεῖς ὄντες· ὥσπερ οἶμαι τοῖς βοσκήμασι χαρακτῆρας ἐπιβάλλουσιν οἱ δεσπόται, ὅπως ἐπίσημα ἔσται.

“但世人对这一点懵然不知,绝不认为乞丐、囚徒或籍籍无名之人能成为国王,尽管他们听到关于奥德修斯的故事——他虽为乞丐并向求婚者们乞讨,却丝毫不妨碍他依然是国王和家宅的主人;而荷马称为国王的安提诺俄斯和欧律马科斯,反而是凄惨而不幸之徒。然而正如我所说的,他们对这些视而不见,却给王公们戴上提亚拉冠、权杖和王冠作为记号,生怕别人认不出他们是国王;正如依我看主人们给牲畜打上烙印以使其容易辨识一样。”

§84.23

τοιγαροῦν ὁ Περσῶν βασιλεὺς ὅπως μὲν ἕξει μόνος ὀρθὴν τὴν τιάραν ἐφρόντιζεν, καὶ εἴ τις ἄλλος τοῦτο ἐποίησεν, εὐθὺς ἐκέλευσεν ἀποθνῄσκειν αὐτόν, ὡς οὐ καλὸν οὐδὲ συμφέρον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων δύο εἶναι φοροῦντας τιάρας ὀρθάς· ὅπως δὲ τὴν γνώμην ὀρθὴν ἕξει καὶ μηδεὶς ἄλλος φρονήσει αὐτοῦ σοφώτερα οὐδὲν αὐτῷ ἔμελεν.

“因此,波斯国王竭力操心的是唯独自己一人拥有直立的提亚拉冠,若是另有人如此做,他便立即下令处死,认为在如此千万人中出现两个佩戴直立提亚拉冠的人既不体面也不利;至于使自己的心智保持正直,使任何其他人的明智都不超过自己,他却丝毫不加关心。”

§84.24

μὴ οὖν, ὥσπερ τῆς βασιλείας τῆς τότε τοιαῦτα ὑπῆρχε σημεῖα, καὶ νῦν δέῃ2 τῆς ἐλευθερίας τοιαῦτα ὑπάρχειν σύμβολα καὶ βαδίζειν πῖλον ἔχοντα ἐπὶ τῆς κεφαλῆς, ἄλλως δὲ οὐ δυνησόμεθα γνῶναι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον.

“因此,切莫落得这般境地:如同当时王权存在着那样的记号一般,如今自由也必须存在着这类的标识,人必须头戴无檐毡帽走在路上,否则我们便无法辨识出何为自由人、何为奴隶。”

语法注2 条
  1. 84.17οὐκ ἐξὸν

    非人称动词 ἔξεστι 的中性单数宾格分词,构成绝对宾格结构(accusative absolute),在此作状语,表示让步或伴随状况:“尽管不被准许”或“在不被准许的情况下”。

  2. 84.24μὴ οὖν, ὥσπερ τῆς βασιλείας τῆς τότε τοιαῦτα ὑπῆρχε σημεῖα, καὶ νῦν δέῃ

    独立分句中 μή 后接虚拟语气(δέῃ)的句式,表达忧虑、戒备或带有反讽意味的推测:“可别落得……的境地”或“切莫不得不……”。中间插入的 ὥσπερ 从句拉长了结构,其核心骨架为 μὴ οὖν ... δέῃ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:84.17-84.24