← 金嘴狄翁

演说集

§84.9-84.16

驳斥传统奴隶定义与唯行善有益方为正当

对话双方驳斥了以利益取向、金钱购买或受制于刑罚权来定义奴隶的传统观点,并论证由于放纵与愚行会损及灵魂与身体,唯有行善与有益之事才是真正为所有人所被允许的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§84.9

ἀλλ’ ἴσως ἐροῦσιν ὅτι οὗτοι μὲν ἐπὶ τῷ αὑτῶν συμφέροντι1 ὑπακούουσιν, οἱ πλέοντες τῷ κυβερνήτῃ καὶ οἱ στρατιῶται τῷ στρατηγῷ, καὶ οἱ κάμνοντες δὲ τῷ ἰατρῷ διὰ τοῦτο πείθονται. οὐδὲ γὰρ ἄλλ’ ἄττα προστάττουσιν οὗτοι ἢ τὰ συμφέροντα αὐτοῖς. οἱ δέ γε δεσπόται τοῖς δούλοις οὐ ταῦτα ἐπιτάττουσιν ἃ ἐκείνοις συνοίσει, ἀλλ’ ὅπερ αὑτοῖς οἴονται λυσιτελεῖν.

然而他们或许会说,这些人是出于自身的利益才顺从的——航海者顺从舵手,士兵顺从将领,病患听从医生也正是出于这一原因。因为这些统领者所下达的命令,无非是对他们有益之事。相反,主人向奴隶发号施令,却不是为了奴隶的利益,而是为了主人自认为对自身有利的事。

§84.10

τί δή; ἆρά γε συμφέρει τῷ δεσπότῃ τὸ τεθνάναι τὸν οἰκέτην ἢ νοσεῖν ἢ πονηρὸν εἶναι; οὐδεὶς ἂν εἴποι, ἀλλὰ τοὐναντίον οἶμαι τό τε ζῆν καὶ ὑγιαίνειν καὶ χρηστὸν εἶναι. τὰ αὐτὰ δὲ ταῦτα φανεῖται καὶ τῷ οἰκέτῃ συμφέροντα· ὥστε καὶ τῷ οἰκέτῃ ὁ δεσπότης οὐδὲν ἧττον, ἄνπερ ἔχῃ νοῦν, τὰ συμφέροντα ἐκείνῳ προστάξει· ταῦτα γὰρ καὶ αὐτῷ φαίνεται συμφέρειν.

那么究竟如何?难道奴仆死亡、生病或作恶,是对主人有利的吗?任谁也不会这么说,我想正相反,活着、健康且品行优良才是有利的。而这全然相同的事,对奴仆而言显然也是有益的;因此,主人若是有理智,对奴仆吩咐有益于奴仆之事绝不会稍逊分毫;因为这些事显然对他自己也同样有利。

§84.11

ἀλλὰ ὑπὲρ ὅτου ἄν τις ἀργύριον καταβάλῃ, οὗτος ἐξ ἀνάγκης δοῦλός ἐστιν. οὔκουν πολλοὶ περὶ πολλῶν καὶ ἐλευθέρων καταβεβλήκασιν ἀργύριον, οἱ μὲν πολεμίοις, οἱ δὲ λῃσταῖς λύτρα διδόντες, οἱ δέ τινες τὴν αὑτῶν τιμὴν καταβεβλήκασι τοῖς δεσπόταις; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι αὐτῶν.

“可是,凡是有人为其付出银钱的人,就必然是奴隶。”难道不是有许多人曾为许多人——甚至包括自由人——付出过银钱吗?有的人向仇敌交付赎金,有的人向盗匪交付赎金,还有的人向主人付清了自己的人身赎价;而他们断然不是那些人的奴隶。

§84.12

ἀλλὰ μὴν ὃν ἂν ἐξῇ ἑτέρῳ μαστιγῶσαι καὶ δῆσαι καὶ ἀνελεῖν καὶ ἄλλο ὅ,τι ἂν βούληται ἐργάσασθαι, οὗτος ἐκείνου δοῦλός ἐστιν. τί δέ; οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας;2 καὶ οὐδὲν ἧττον οὐ δοῦλοί εἰσιν. τί δέ; τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν καὶ δεσμοῦ καὶ θανάτου3 καὶ ἄλλου ὅτου ἂν βούλωνται πολλοῖς τῶν κρινομένων; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι. εἰ δὲ μίαν ἡμέραν, ἐν ᾗ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο·4 καὶ γὰρ μίαν ἡμέραν ἤδη τις λέγεται γενέσθαι δοῦλος.

“然而,凡是他人有权对其施以鞭笞、捆绑、处死以及行使其他任何欲加之事的,这人便是那人的奴隶。”那又如何?盗匪不是有权对被捕获的人施加这些事吗?然而他们依然不是奴隶。那又如何?审判官们不是有权对许多受审者判处监禁、死刑以及其他任何他们意欲的惩罚吗?而这些人断然不是审判官的奴隶。即使这仅仅发生在受审的一天之内,这反驳也毫无意义;因为即使只维持一天,也已有被称为成为奴隶的人了。

§84.13

ʽἈλλὰ μὴν ἑνὶ λόγῳ συλλαβόντα χρὴ ἀποφήνασθαι ὡς ὅτῳ μὲν ἔξεστιν ὃ βούλεται πράττειν, ἐλεύθερός ἐστιν, ὅτῳ δὲ μὴ ἔξεστι, δοῦλοσ̓. οὐ δὴ ἐπὶ τῶν πλεόντων οὐδὲ τῶν καμνόντων οὐδὲ τῶν στρατευομένων οὐδὲ τῶν μανθανόντων γράμματα ἢ κιθαρίζειν ἢ παλαίειν ἢ ἄλλην τινὰ τέχνην ἐρεῖς αὐτό· οὐ γὰρ ἔξεστι τούτοις πράττειν ὡς αὐτοὶ ἐθέλουσιν, ἀλλ’ ὡς ὅ τε κυβερνήτης καὶ ἰατρὸς καὶ διδάσκαλος προστάττει. οὐ τοίνυν οὐδὲ τοῖς ἄλλοις ἔξεστιν ἃ ἐθέλουσι ποιεῖν, ἀλλ’ ἐάν τις παρὰ τοὺς νόμους τοὺς κειμένους πράττῃ, ζημιώσεται.

“然而,必须用一句话概括宣告:凡被允许行其所欲者,便是自由人;凡不被允许者,便是奴隶。”对于航海者、病患、从军者,或者学习读写、弹琴、摔跤及其他技艺的人,你绝不能这么说;因为这些人并不被允许按照自己的意愿行事,而必须遵照舵手、医生和教师的吩咐行事。况且,其余的人也同样不被允许随心所欲行事,若有人违反既定的法律行事,必将遭受惩治。

§84.14

Οὐκοῦν ὅσα μὴ ἀπείρηται ὑπὸ τῶν νόμων μηδὲ προστέτακται, ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος,5 ὁ δὲ τοὐναντίον ἀδύνατος δοῦλος. Τί δέ; οἴει σοι ἐξεῖναι, ὅσα μὴ ἀπείρηται μὲν ὑπὸ τῶν νόμων ἐγγράφως, αἰσχρὰ δὲ ἄλλως δοκεῖ τοῖς ἀνθρώποις καὶ ἄτοπα· λέγω δὲ οἷον τελωνεῖν ἢ πορνοβοσκεῖν ἢ ἄλλα ὅμοια πράττειν; Οὐ μὰ Δία φαίην ἂν οὐδὲ τὰ τοιαῦτα ἐξεῖναι τοῖς ἐλευθέροις. καὶ γὰρ περὶ τούτων ἐπίκειται ζημία τὸ μισεῖσθαι ἢ δυσχεραίνεσθαι ὑπὸ τῶν ἀνθρώπων.

“那么,凡是既未被法律禁止亦未被法律命令之事,凡自己对这些事拥有随心所欲行使与否的权柄者,便是自由人;反之无能为力者,便是奴隶。”那又如何?你认为那些虽未被法律条文禁止,但在众人看来终究可耻而不当之事——我的意思是,比如担任包税人、经营妓院或从事其他类似行径——是为你所被允许的吗?“不,指着宙斯起誓,我绝不会说自由人被允许做这类事情。因为关于这些事,也被附加上了遭受众人怨恨与厌恶的惩罚。”

§84.15

Τί δέ; τοῖς ἀκολάστοις ἀνθρώποις, ὅσα ποιοῦσι διὰ τὴν ἀκολασίαν, καὶ τοῖς ἀνοήτοις, ὅσα διὰ τὴν ἄνοιαν, ἢ οὐσίας ἀμελοῦντες ἢ σώματος ἢ ἀδίκως καὶ ἀγνωμόνως προσφερόμενοι ἀλλήλοις, οὐ πάντα ταῦτα ἐπιζήμια τοῖς ποιοῦσίν ἐστιν; ἢ γὰρ εἰς τὸ σῶμα ἢ τὴν οὐσίαν ἢ τὸ μέγιστον τὴν ψυχὴν τὴν αὑτῶν βλάπτονται. Τοῦτο μὲν ἀληθὲς λέγεις. Οὔκουν οὐδὲ ταῦτα ἔξεστι πράττειν; Οὐ γὰρ οὖν.

那又如何?对于放纵之人因放纵所做的一切,以及愚蠢之人因愚蠢所做的一切——无论是不顾财产或身体,还是彼此不公且无理相待——难道这一切对行事者而言不都是招致损害的吗?因为他们要么在身体、要么在财产、要么最严重地在自身的灵魂上遭受损伤。“你说的这番话是真实的。”难道这些事不也是不被允许去做的吗?“确实绝不允许。”

§84.16

Ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα καὶ ἄτοπα καὶ ἀσύμφορα οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκει τε καὶ ἔξεστιν; Ἐμοὶ γοῦν δοκεῖ. Οὐκοῦν οὐδενὶ τά τε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν οὔτε Ἕλληνι οὔτε βαρβάρῳ οὔτε ὑπὲρ ὅτου τις τιμὴν δέδωκεν ἀργύριον; Οὐ γὰρ οὖν. Τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελοῦσιν, οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται.

总而言之,作恶、行不当之事以及无益之事是不被允许的,而正义、有益且良善之事,必须说是既适宜又被允许的,不是吗?“至少在我看来确实如此。”那么,无论对于希腊人、异族人,还是对于有人为其付出银钱作价款的人,作恶与行无益之事对于任何人都绝非免受惩罚的,不是吗?“确实绝非如此。”然而正相反的作为则同样对所有人皆被准许,践行被准许之事者终免于损害,而践行被禁止之事者则必蒙受亏损。

语法注5 条
  1. 84.9ἐπὶ τῷ αὑτῶν συμφέροντι

    介词 ἐπί 搭配与格,表示目的或条件,意为“为了他们自身的利益”。

  2. 84.12οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας

    此处结合了非人称动词 ἔξεστι 与动词 ποιέω 的双宾格结构(ποιέω τινά τι,“对某人做某事”):τοὺς ληφθέντας 作人的宾格(“被捕获的人”),ταῦτα 作事的宾格(“这些事”)。

  3. 84.12τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν καὶ δεσμοῦ καὶ θανάτου

    在司法术语中,τιμάω 意为“裁定或量处刑罚”,支配表示刑罚内容的属格(δεσμοῦ, θανάτου 等)以及被判刑对象的与格(πολλοῖς τῶν κρινομένων)。

  4. 84.12εἰ δὲ μίαν ἡμέραν, ἐν ᾗ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο

    预设对方反驳的省略句:“即使[服从这种权力]仅有受审的一天,这也无关紧要(算不上什么有效反驳)。” οὐδὲν τοῦτο 之后省略了谓语动词(如 διαφέρει 或 ἐστι)。

  5. 84.14ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος

    省略系动词 ἐστίν 的名词谓语句。主语为冠词分词短语 ὁ ... ἔχων,ἐλεύθερος 充当表语(“[便是]自由人”)。后文对应的 ὁ δὲ τοὐναντίον ἀδύνατος δοῦλος 亦同样省略系词,以 δοῦλος 为表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:84.9-84.16