- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:84.1-84.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者指出人们虽渴望自由却不知其本质,以致背道而驰;通过歌队员、水手、士兵、病患以及波斯君王服从权威的例证,论证了“不受任何人统辖且随心所欲”并非真正的自由。
Οἱ ἄνθρωποι ἐπιθυμοῦσι μὲν ἐλεύθεροι εἶναι μάλιστα πάντων, καί φασι τὴν ἐλευθερίαν μέγιστον τῶν ἀγαθῶν, τὴν δὲ δουλείαν αἴσχιστον καὶ δυστυχέστατον ὑπάρχειν, αὐτὸ δὲ τοῦτο ὅ,τι ἐστὶ τὸ ἐλεύθερον εἶναι ἢ ὅ,τι τὸ δουλεύειν, οὐκ ἴσασιν. καὶ τοίνυν οὐδὲ ποιοῦσιν οὐδέν, ὡς ἔπος εἰπεῖν, ὅπως τὸ μὲν αἰσχρὸν καὶ χαλεπὸν ἐκφεύξονται, τὴν δουλείαν, ὃ δὲ δοκεῖ αὐτοῖς πολλοῦ ἄξιον εἶναι, κτήσονται, τὴν ἐλευθερίαν, ἀλλὰ τοὐναντίον ταῦτα πράττουσιν ἐξ ὧν ἀνάγκη τοὺς ἐπιτηδεύοντας διατελεῖν δουλεύοντας τὸν ἅπαντα χρόνον καὶ μηδεπώποτε ἐλευθερίας ἐπιτυγχάνειν.
人们固然期盼自由甚于一切,并声称自由是最大的善,而奴役则是最可耻、最不幸的状态;然而对于这本身究竟何为自由、何为奴役,他们却一无所知。因此,可以说他们绝无作为去逃避那可耻而艰难的奴役,去获得那在他们看来大有价值的自由,反而倒行逆施,专事那些必然使从事者终生受制于奴役、永不能获得自由的作为。
πλὴν τούτους οὐκ ἄξιον ἴσως θαυμάσαι ὅτι οὔτε ἑλεῖν οὔτε φυλάξασθαι δύνανται ὃ τυγχάνουσιν ἀγνοοῦντες. εἰ γοῦν ἐτύγχανον ἀγνοοῦντες πρόβατον καὶ λύκον ὅ,τι ἐστὶν ἑκάτερον αὐτοῖν, ὅμως δὲ ἡγοῦντο τὸ μὲν ὠφέλιμον καὶ κτήσασθαι ἀγαθόν, τὸ δὲ βλαβερὸν καὶ ἀσύμφορον, οὐκ ἂν ἦν θαυμαστὸν οὐδέν, εἰ τὸ μὲν πρόβατον ἐφοβοῦντο καὶ ἔφευγον ἐνίοτε ὡς λύκον, τὸν δὲ λύκον προσίεντο καὶ ὑπέμενον, νομίσαντες πρόβατον· ἡ γὰρ ἄγνοια τοιαῦτα ἐργάζεται τοὺς οὐκ εἰδότας καὶ ἀναγκάζει τἀναντία φεύγειν καὶ διώκειν ὧν βούλονται καὶ τῶν συμφερόντων.1
不过,对于人们既无法把握也无法防范他们恰好一无所知之物,或许并不值得惊奇。譬如,假使他们恰好不认识绵羊与豺狼各自究竟为何物,却依然认为前者是有益且值得占有的善物,后者是有害且不利的恶物,那么就算他们有时把绵羊误当作豺狼而恐惧逃避,把豺狼当作绵羊而接纳顺从,也丝毫不足为怪;因为无知正是如此摆布不识事理之人,强迫他们去背离与追逐与他们所期望的及有益之事物全然相反之物。
φέρε δὴ σκεψώμεθα εἰ ἄρα τι οἱ πολλοὶ ἐπίστανται περὶ ἐλευθερίας καὶ δουλείας σαφές. ἴσως γάρ τοι μάτην αὐτοὺς αἰτιώμεθα, οἱ δὲ παντὸς μᾶλλον ταῦτα ἴσασιν. εἰ οὖν ἔροιτό τις αὐτοὺς ὅ,τι ἐστὶ τὸ ἐλεύθερον εἶναι, φαῖεν ἂν ἴσως τὸ μηδενὸς ὑπήκοον, ἀλλὰ πράττειν ἁπλῶς τὰ δοκοῦντα ἑαυτῷ.
且让我们来探究一下,大众对于自由与奴役究竟是否有清晰的认识。或许我们平白无故地责备了他们,而他们实际上比任何人都更懂得这些。那么,若有人问他们何为自由,他们大概会回答说:不受任何人统辖,仅仅随心所欲行事。
τὸν δὲ τοῦτο ἀποκρινάμενον ἐάν τις ἐπερωτᾷ, εἰ ἐν χορῷ χορευτὴν ὄντα μὴ προσέχειν τῷ κορυφαίῳ μηδὲ ὑπήκοον εἶναι αὐτοῦ, ἀλλ’ ᾅδειν τε καὶ ἀπᾴδειν, ὅπως ἂν αὐτῷ ἐπίῃ, τοῦτο καλὸν οἴεται εἶναι καὶ ἐλευθέριον, τὸ δὲ ἐναντίον τούτου, τὸ προσέχειν καὶ πείθεσθαι τῷ ἡγεμόνι τοῦ χοροῦ, καὶ τότε ἄρχεσθαι καὶ παύεσθαι ᾅδοντα ὁπόταν ἐκεῖνος κελεύσῃ, αἰσχρὸν εἶναι καὶ δουλοπρεπές, οὐκ ἂν οἶμαι ὁμολογοῖ.
然而,对给出了这一回答的人,若有人追问:在歌队中担任歌队员时,若对领队不予理会、不听统辖,反而随兴之所至随处高歌或走调乱唱,他是否认为这是美好的且符合自由人风范的,而与此相反的举动——留心听从歌队首领,唯有在他发令时才开始或停止歌唱——则是可耻且带有奴性的?我想他是绝不会赞同的。
οὐδὲ εἴ τις ἐρωτήσειε, πλέοντα μὴ φροντίζειν τοῦ κυβερνήτου μηδὲ ποιεῖν ἅττ’ ἂν ἐκεῖνος εἴπῃ, εἰ τὸ τοιοῦτον ἐλευθέριον οἴοιτο· οἷον κελεύσαντος καθῆσθαι ἑστάναι ἐν τῇ νηί, ἂν αὐτῷ ἐπίῃ, κἂν κελεύσῃ ἀντλεῖν ποτε ἢ συνέλκειν τὰ ἱστία, μήτ’ ἀντλῆσαι μήθ’ ἅψασθαι τῶν κάλων, οὐδὲ τοῦτον εἴποι ἂν ἐλεύθερον οὐδὲ ζηλωτόν, ὅτι πράττει τὰ δοκοῦντα αὑτῷ.
又若有人发问:在航海时若丝毫不顾及舵手,不执行舵手所吩咐的任何指令,他是否会认为这般作为是自由人的风范?比如在被命令坐下时偏要随性站立在船上,即使被吩咐舀水或收帆也既不舀水也不碰绳索,他绝不会说这样的人因为行其所欲而算得上自由人或令人羡慕。
καὶ μὴν τούς γε στρατιώτας οὐκ ἂν φαίη δούλους εἶναι, διότι ὑπήκοοί εἰσι τοῦ στρατηγοῦ, καὶ τότε ἀνίστανται ὁπόταν ἐκεῖνος προστάξῃ, καὶ σῖτον αἱροῦνται καὶ ὅπλα λαμβάνουσι καὶ παρατάττονται καὶ ἐπίασι καὶ ἀναχωροῦσιν οὐκ ἄλλως ἢ τοῦ στρατηγοῦ κελεύσαντος· οὐδέ γε τοὺς κάμνοντας, ὅτι πείθονται τοῖς ἰατροῖς, οὐ διὰ τοῦτο φήσουσι δούλους εἶναι·
再者,他也绝不会说士兵们是奴隶,仅仅因为他们服从将领,唯有将领下令时才起身,取用口粮、执拿兵器、列阵排开、向前冲锋以及撤退皆全凭将领的命令;人们也绝不会说病患们是奴隶,仅仅因为他们听从医生的指示。
καίτοι οὐ σμικρά γε οὐδὲ ῥᾴδια πείθονται αὐτοῖς, ἀλλὰ καὶ πεινῆν καὶ διψῆν ἐνίοτε προστάττουσι· κἂν δόξῃ ποτὲ τῷ ἰατρῷ τὸν κάμνοντα δῆσαι, παραχρῆμα ἐδέθη, κἂν τεμεῖν ἢ καῦσαι, καυθήσεται καὶ τμηθήσεται ἐφ’ ὅσον ἂν ἐκείνῳ δοκῇ· ἐὰν δὲ μὴ πείθηται, πάντες οἱ ἐν τῇ οἰκίᾳ τῷ ἰατρῷ συναγωνιοῦνται, οὐ μόνον οἱ ἐλεύθεροι, ἀλλὰ πολλάκις οἱ τοῦ νοσοῦντος οἰκέται αὐτοὶ καταδοῦσι τὸν δεσπότην, καὶ τὸ πῦρ κομίζουσιν, ὅπως καυθήσεται, καὶ τἄλλα ὑπηρετοῦσιν.
况且他们听从医生之处绝非微不足道或轻而易举的事,医生甚至有时命令他们挨饿忍渴;若是医生认为有必要捆绑病人,他便立刻被绑起来;若是认为该切开或烙烫,他便会按医生认为合适的程度被烙烫和切开;病人若是不服从,家中的所有人都会协助医生,不仅是自由民,连病患自己的奴仆也往往亲自将主人捆绑起来,端来火种以便施烙,并服侍其他各项事宜。
μὴ οὖν οὐ φῂς ἐλεύθερον εἶναι τὸν ἄνδρα τοῦτον,2 ὅτι πολλὰ καὶ ἀηδῆ ἑτέρου κελεύοντος ὑπομένει; οὐ γὰρ δήπου τὸν Περσῶν βασιλέα Δαρεῖον οὐκ ἂν ἔφης ἐλεύθερον εἶναι, ἐπειδὴ καταπεσὼν ἀπὸ τοῦ ἵππου ἐν κυνηγεσίοις, τοῦ ἀστραγάλου ἐκχωρήσαντος, ὑπήκουε τοῖς ἰατροῖς ἕλκουσι καὶ στρεβλοῦσιν αὐτοῦ τὸν πόδα, ὅπως καταστήσεται τὸ ἄρθρον, καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις·3 οὐδ’ αὖ Ξέρξην, ὁπηνίκα ἀναχωρῶν ἐκ τῆς Ἑλλάδος καὶ χειμαζόμενος ἐν τῇ νηὶ πάντα ἐπείθετο τῷ κυβερνήτῃ καὶ παρὰ τὴν ἐκείνου γνώμην οὐκ ἐπέτρεπεν αὑτῷ οὐδὲ νεῦσαι οὐδὲ μεταβῆναι. οὔκουν τὸ μηδενὸς ἀνθρώπων ὑπακούειν οὐδὲ τὸ πράττειν ὅ,τι ἄν τις ἐθέλῃ ἐλευθερίαν ἔτι φήσουσιν εἶναι.
难道你会说这个人因为在别人的命令下忍受了诸多不快之事,就不是自由人了吗?因为你断不会说波斯王大流士不是自由人——他在狩猎中坠马脱臼了脚踝,便听从医生们拉扯并扭转他的脚以便让关节复位,而且那些医生还是埃及人;你也不会说薛西斯不是自由人——当他从希腊撤退而在船上遭遇风暴时,他凡事听从舵手,违背舵手的意愿连点头或挪动一下也不允许自己去做。由此可见,他们绝不能再坚称不顺从任何人或随心所欲行事便是自由了。
- 84.2ὧν βούλονται καὶ τῶν συμφερόντων
关系代词 ὧν 省略了先行词,原本在从句中应作宾格(ἃ βούλονται),此处受与 τἀναντία 搭配的属格或并列成分 τῶν συμφερόντων 的格吸引而变为属格。整句意为“与他们所期望的和有益之物相反的事物”。
- 84.8μὴ οὖν οὐ φῂς ἐλεύθερον εἶναι τὸν ἄνδρα τοῦτον
由 μὴ οὐ 引导的修辞疑问句,预设否定回答或表达担忧反诘:“难道你要说这个人不是自由人吗?”它与后文的 οὐ γὰρ δήπου(“绝不至于说……”)相互呼应,强调服从他人指令并不等同于失去自由。
- 84.8καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις
惯用短语 καὶ ταῦτα(“而且是……”/“尤其是……”)修饰与格成分 Αἰγυπτίοις ἀνθρώποις。此处用于强调一个极端的补充情境:波斯统治者大流士屈尊听命于作为被征服异族人的埃及医者。
