- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:80.8-80.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引战神阿瑞斯被无形绳索捆缚的神话,讽刺地揭露了世人如何用享乐、财富与名位等看似华美却巧妙的无形羁绊自我束缚心灵。
μὴ οὖν οἴεσθε τὸν μὲν Ἄρη, θεὸν ὄντα καὶ ἰσχυρόν, οὕτως ὑπὸ λεπτῶν τε καὶ ἀοράτων πεδηθῆναι δεσμῶν, αὑτοὺς δέ, πάντων θηρίων ἀσθενεστάτους ὄντας, μὴ ἄν ποτε ἁλῶναι δεσμοῖς ἀφανέσιν, ἀλλ’ εἰ μὴ σιδήρου τε καὶ ὀρειχάλκου πεποιημένα εἴη.1 τὰ μὲν οὖν σώματα ὑμῶν, οἷα δὴ στερεὰ καὶ τὸ πλέον ἐκ γῆς γεγονότα, τοιούτων δεῖται τῶν κρατησόντων· ψυχὴ δὲ ἀόρατός που καὶ λεπτὴ φύσει πῶς οὐκ ἂν δεσμῶν τοιούτων τυγχάνοι; ὑμεῖς δὲ στερροὺς καὶ ἀδαμαντίνους πεποίησθε πάσῃ μηχανῇ πλεξάμενοι, καὶ τὸν Δαίδαλον αὐτὸν ὑπερβεβλημένοι τῇ τέχνῃ τε καὶ σπουδῇ πρὸς τὸ πᾶν ὑμῶν μέρος τῆς ψυχῆς καταδεδέσθαι καὶ μηδὲν ἐλεύθερον εἶναι μηδὲ αὐτόνομον.
因此,你们绝不可认为,阿瑞斯虽为神祇且身强力壮,尚且如此被纤细无形的羁绊所束缚,而你们作为一切生灵中最软弱者,却绝不会被无形的羁绊所俘获,除非那羁绊是由钢铁和青铜制成的。你们的肉体既然坚实且多半由尘土生成,固然需要这类外物加以制服;然而灵魂本是无形且生性纤细的,又怎能不遭遇同类的羁绊呢?但你们却施展一切机巧编织绳索,使其变得坚硬如金刚石一般,在技巧与劳瘁上甚至超越了代达罗斯本人,以致你们灵魂的每一部分都被紧紧捆缚,毫无自由与自主可言。
τί γὰρ ἦν ἡ Κνωσίων εἱρκτὴ καὶ τὸ τοῦ Λαβυρίνθου σκολιὸν πρὸς τὴν σκολιότητα καὶ τὸ δυσεύρετον τῆς ἀφροσύνης; τί δ’ ἡ Σικελικὴ φρουρὰ τῶν Ἀττικῶν αἰχμαλώτων, οὓς εἰς πέτραν τινὰ ἐνέβαλον; τί δ’ ὁ Λακώνων Κεάδας καὶ τὸ παρὰ Πέρσαις οἴκημα μεστὸν τέφρας, ἢ νὴ Δία εἴ τινας κόρας χαλεποὶ πατέρες, ὡς ὁ τῶν ποιητῶν λόγος, ʽχαλκέων περιβόλων’ ἐφρούρησαν ʽεἱρκταῖσ̓. οὐδ’ ἐγὼ νήφειν ἐν τοῖς λόγοις ἔτι μοι δοκῶ τῶν ἀνθρωπίνων συμφορῶν μνησθεὶς ἐπὶ πλέον καὶ τῆς αἰσχρᾶς καὶ δυσχεροῦς δουλείας, ἣν δεδούλωσθε πάντες· ὅθεν οὐ νημάτων ἔστι λεπτῶν εὐπορήσαντας ἐξελθεῖν βοηθείᾳ κόρης ἄφρονος, ὥσπερ ἐκεῖνον Θησέα φασὶν ἐκ Κρήτης σωθῆναι, αὐτῆς οἶμαι τῆς Ἀθηνᾶς παρισταμένης καὶ σῳζούσης ἅμα.
克诺索斯人的囚牢以及迷宫的曲折,与愚昧的曲折和难以捉摸相比,究竟算得了什么呢?西西里看押阿提卡战俘的石牢——他们被投入岩窟之中——又算得了什么呢?斯巴达人的凯阿达斯深坑,波斯人填满炉灰的刑室,或者,凭宙斯起誓,正如诗人的传说所言,严苛的父亲们用青铜围墙的囚笼看押少女的故事,又算得了什么呢?在我进一步述及人类的灾祸以及你们所有人皆深陷其中的可耻而痛苦的奴役时,我甚至觉得自己言辞间已不再清醒。身处这般奴役之中,绝不可能凭借一位愚昧少女的相助、获得了纤细的线团便能脱身逃离,绝不像传说中昔日忒修斯从克里特获救那样——我想那时实有雅典娜女神亲自侍立在侧并施予拯救。
εἰ γὰρ ἐθέλοιμι πάσας εἰπεῖν τὰς εἱρκτὰς καὶ τὰ δεσμὰ τῶν ἀνοήτων τε καὶ ἀθλίων ἀνθρώπων οἷς ἐγκλείσαντες αὑτοὺς ἔχετε, μὴ σφόδρα ὑμῖν ἀπηνής τε καὶ φαῦλος δόξω ποιητής,2 ἐν οἰκείοις τραγῳδῶν πάθεσιν. οὐ γὰρ μόνον, ὡς οἱ δόξαντες ὑμῖν κακοῦργοι πιέζονται, τραχήλου τε καὶ χειρῶν καὶ ποδῶν, ἀλλὰ καὶ γαστρὸς καὶ τῶν ἄλλων μερῶν ἑκάστου ἰδίῳ δεσμῷ τε καὶ ἀνάγκῃ κατειλημμένοι εἰσὶ ποικίλῃ τε καὶ πολυτρόπωι· καί μοι δοκεῖ τις ἂν ἰδὼν τῇ ὄψει τερφθῆναί τε καὶ σφόδρα ἄγασθαι τὴν ἐπίνοιαν.
因为,倘若我打算道尽愚顽可怜之人用以幽禁自身的全部牢狱和羁绊,我唯恐在你们眼中显得是个极其残酷且拙劣的诗人,竟在你们自受的苦难中卖弄悲剧。因为他们受压迫的不仅是脖颈、双手和双足,正如你们眼中的罪犯受折磨那样,连同腹部以及身体的其他各个部位,都被特殊的羁绊和纷繁多样的强迫所俘获;依我之见,任何人目睹这番景象,既会在视觉上感到愉悦,又会深深惊异于这等机巧。
πρώτη μὲν γὰρ οἶμαι πρὸς ἕκαστον ἔστη δέσποινα χαλεπὴ μὲν ἄλλως καὶ δυσμενὴς καὶ ἐπίβουλος, ἰδεῖν δὲ ἱλαρὰ καὶ μειδιῶσα πρὸς ἅπαντας ʽσαρδάνιον μάλα τοῖον̓ καὶ φέρει δεσμὰ κατὰ τὴν αὑτῆς φύσιν εὐανθῆ καὶ μαλακὰ τὴν πρώτην, οἵοις εἰκός ἐστι καταδεῖσθαι βασιλεῖς ἢ τυράννους καὶ πάντας, ὅσοι μακαρίων παῖδες κέκληνται· τούτων δὲ χαλεπώτερον οὐδὲν οὐδὲ μᾶλλον ἐμφύεται καὶ πιέζει.
因为我想,首先伫立在每个人面前的是一位女主人,她平日里严酷、怀有敌意且包藏祸心,表面上看去却和颜悦色,对所有人展露出十分冷酷讥诮的狞笑;她带来了符合自身天性的羁绊,起初看似繁花盛开且轻柔娇艳,正适宜用来束缚王者、僭主以及一切被称为幸运之子的人;然而世上没有任何东西比这更严酷,也没有任何东西能比它扎得更深、压迫得更沉重。
μετὰ δὲ ταύτην ἦλθεν ἑτέρα, κλοιόν τινα φέρουσα χρυσοῦν ἢ ἀργυροῦν. τοῦτον δὲ περιθεῖσα ἕλκει μὲν ἰδιώτας περὶ πᾶσαν γῆν καὶ θάλασσαν, ἕλκει δὲ βασιλεῖς καθ’ Ἡσίοδον, σύρει δὲ πόλεων στρατηγοὺς ἐπὶ πύλας, ὥστε ἀνοίγειν καὶ προδιδόναι. φησὶ δὲ κήδεσθαι τούτων, οὓς ἂν ἀπολλύῃ, καὶ ποιεῖν εὐδαίμονας· ὥσπερ Ἀστυάγην ποτὲ Κῦρος ἐν χρυσαῖς ἔδησε πέδαις, ὡς ἂν δῆλον ὅτι πάππου κηδόμενος.
在她之后又走来另一位,携带着一只金制或银制的颈枷。她将这颈枷套上后,便将平民百姓牵拽着踏遍四海八方,又如赫西俄德所言牵拽着诸王,并将城邦的将领们拖拽至城门前,迫使他们开门叛降。她还声称自己眷顾那些被她毁灭的人,使他们成为幸福之人——正如昔日居鲁士用黄金镣铐束缚阿斯提阿格斯,显出一副眷顾外祖父的姿态一般。
πολὺ δ’ ἂν ἔργον εἴη διεξιέναι πάσας τὰς ἰδέας τῶν δεσμῶν. ἕνα δ’ οὖν ἄξιον μὴ παρεῖναι τὸν παραδοξότατον αὐτῶν καὶ ποικιλώτατον, ὃν ἡ χαλεπωτάτη φέρει δέσποινα, χρυσῷ καὶ ἀργύρῳ καὶ παντοίοις λίθοις τε καὶ ψήφοις καὶ ζῴων κέρασι καὶ ὀδοῦσι καὶ ὀστράκοις, ἔτι δὲ ἁλουργέσι βαφαῖς καὶ ἑτέροις μυρίοις τισὶν ὥσπερ ὅρμον πολυτελῆ καὶ θαυμαστὸν ἀσκήσασα καὶ πολλά τινα ἐν αὐτῷ σχήματά τε καὶ μορφὰς μιμησαμένη, στεφάνους τε καὶ σκῆπτρα καὶ τιάρας καὶ θρόνους ὑψηλούς· καθάπερ οἱ περιττοὶ τεχνῖται κλίνας τινὰς ἢ θύρας ἢ ὀροφὰς οἰκιῶν κατασκευάζοντες ἕτερ’ ἄττα μηχανῶνται φαίνεσθαι, λέγω δὲ οἷον θυρῶν ἐξοχὰς θηρίων κεφαλαῖς ἀπεικάσαντες καὶ κιόνων ὁμοίως· ἔτι δὲ καὶ ἦχος ἐν τούτῳ καὶ φωνὴ παντοία κρότων τε καὶ ποππυσμῶν. πάλιν οὖν τοῦτον περιβάλλει δημαγωγοῖς τε καὶ βασιλεῦσιν. ἀλλ’ ὅπως μὴ πόρρω που αὐτοὶ φερώμεθα3 ὑπὸ τῆς εἰκόνος, ὥσπερ ὄντως εἰδώλῳ τινὶ λόγου ἐπακολουθοῦντες, ὡς Ὅμηρος Ἀχιλλέα ἐποίησε τῷ τοῦ Ἀγήνορος ἑπόμενον μακρὰν ἀπελθεῖν· ἱκανῶς ἔχει.
若要历数这些羁绊的所有种类,将是一桩繁重的工程。但唯独其中最不可思议、最为繁复的一件,绝不可略过不提:那是那位最严酷的女主人所携带来的。她用金、银、各色宝石、玉石、兽角、獠牙与甲壳,再加上紫红染料和数不尽的其他饰物,将其修饰得如同一串极其昂贵而令人惊叹的项链,并在其上模塑了许多形状与姿容,诸如王冠、权杖、高冠与高耸的宝座;这正如那些技艺非凡的巧匠在打造床榻、门扉或屋顶时,设计出别样的图案外观,我是指他们将门上的突起物雕琢成野兽的头颅,立柱亦是如此;此外,这羁绊中还充斥着各式各样的拍手声与咂嘴喝彩的呼喊声。她便将这件羁绊再度套在民众领袖与君王们的身上。然而,但愿我们自身不要被这比喻带向过远的偏途,仿佛当真在追逐某种言辞的幻影,正如荷马写阿喀琉斯追逐阿革诺耳的幻象而远走迷途一样;至此已足够了。
- 80.8ἀλλ’ εἰ μὴ σιδήρου τε καὶ ὀρειχάλκου πεποιημένα εἴη
条件从句中的谓语 πεποιημένα εἴη 为中性复数,属于按意义一致的构拟句法(constructio ad sensum),其隐含主语是由前文阳性名词 δεσμοῖς 联想引出的中性复数 δεσμά,在间接引语中表示假设条件(“除非它们是由钢铁与青铜所制”)。
- 80.10μὴ σφόδρα ὑμῖν ἀπηνής τε καὶ φαῦλος δόξω ποιητής
由 εἰ γὰρ ἐθέλοιμι 引导的条件句后接 μὴ... δόξω(μή 搭配虚拟式),构成省略了支配性恐惧动词的独立顾虑从句(“我唯恐显得……”),表达委婉的担忧与审慎。
- 80.14ἀλλ’ ὅπως μὴ πόρρω που αὐτοὶ φερώμεθα
ὅπως μή 后接第一人称复数虚拟式(φερώμεθα),省略了主句的警诫性祈使动词(如 σκοπεῖτε),构成表示警惕或自我劝诫的独立句式(“但愿我们自身不要被……”)。
