← 金嘴狄翁

演说集

§80.1-80.7

沉思生活与自然法则下的真正自由

演说者为自己脱离世俗营生与公共事务、专注于观察人类与哲学思索的生活方式辩护,并批评世人忽视真正的自然法则与内在自由,执迷于人为法律与外在的自治,从而沦为无形羁绊的奴隶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80.1

Ὑμεῖς μὲν ἴσως θαυμάζετε καὶ παράδοξον ἡγεῖσθε καὶ οὐδαμῶς σωφρονοῦντος ἀνδρός,1 ὅστις ἁπάντων ἀποστάς, περὶ ἃ οἱ πολλοὶ σπουδάζουσι, καὶ τρόπον τινὰ ἐάσας κατὰ ῥοῦν φέρεσθαι χρήματά τε καὶ δόξας καὶ ἡδονάς, οὔτε γεωργὸς οὔτε ναύκληρος οὔτε στρατιώτης οὔτε στρατηγὸς περίεισιν, οὐ σκυτοτόμος οὐ τέκτων, οὐκ ἰατρός, οὐ ῥήτωρ, οὐκ ἄλλο τι σύνηθες πρᾶγμα ποιῶν, οὑτωσὶ δὲ ἀτόπως ἰών τε καὶ ἀπιὼν καὶ παριστάμενος, ἔνθα μηδὲν αὐτῷ πρᾶγμά ἐστιν, ἀλλ’ ὡς ἂν τύχῃ τε καὶ ὁρμήσῃ· βουλευτήρια μὲν καὶ θέατρα καὶ συλλόγους ἀτιμάσας, ἐκκλησιάζων δὲ μόνος αὐτός· καὶ θεωρῶν οὐκ ὀρχουμένους οὐδὲ ᾅδοντας οὐδὲ πυκτεύοντας οὐδὲ παλαίοντας, ἀλλ’ ὠνουμένους καὶ βαδίζοντας καὶ λαλοῦντας καὶ μαχομένους· ποτὲ μὲν τούτοις ἅπασι προσέχων εὖ μάλα καὶ τερπόμενος πολὺ μᾶλλον ἢ παῖδες ἐν ἀγῶσι καὶ θεάτροις, οὐ προκαταλαμβάνων οὐδὲ ἀγρυπνῶν οὐδὲ θλιβόμενος· ποτὲ δὲ αὖ μήτ’ ἀκούων μηδενὸς μήθ’ ὁρῶν, ἀλλὰ μηδ’ εἶναι νομίζων αὐτούς, ἐννοῶν ὃ βούλεται καὶ πράττων ἀδεῶς.

你们或许感到惊奇,并认为这有悖常理、绝非明智之人的所为:竟有人脱离大众所热切追求的一切,在某种程度上任由金钱、名望和享乐随波逐流,既不做农夫,不做船主,不做军人,不做将领,也不是鞋匠、木匠、医生、演说家,不做任何其他习常的营生,而是这般古怪地随意往来走动、驻足停留于自己毫无干系之处,全凭偶然与兴致;蔑视议事厅、剧场和集会,却完全独自一人举行大会;所观看的不是跳舞者,不是歌唱者,不是拳击者,也不是摔跤者,而是买卖、行走、交谈和争斗之人;有时极专注于所有这些事,比在赛会和剧场中的孩童更为自得其乐,却无需预占座位,无需熬夜,亦无需忍受拥挤;有时又对任何人既不听也不看,甚至认为他们并不存在,思考自己所欲思考之事,无所畏惧地行事。

§80.3

ἐγὼ δὲ τοῦτο μὲν λαμπρὸν ἡγοῦμαι καὶ μακάριον, εἴ τις ἐν οἰκέταις ἐλεύθερος εἶναι δύναται καὶ ἐν ὑπηκόοις αὐτόνομος· ὑπὲρ οὗ2 πολλὰ μὲν Λυδοὶ Φρυξί, πολλὰ δὲ Φρύγες Λυδοῖς ἐπολέμησαν, πολλὰ δ’ Ἴωνές τε καὶ Δωριεῖς καὶ ξύμπαντα γένη, ἀνοήτῳ δὲ ψευδοῦς αὐτονομίας ἔρωτι οὐδεὶς ἐγκεχείρηκεν τοῖς αὐτὸς αὑτοῦ χρῆσθαι νόμοις, οἱ δὲ ξύμπαντες περὶ τῶν Σόλωνος καὶ Δράκοντος καὶ Νόμα καὶ Ζαλεύκου νόμων ἐρίζουσιν, ὅπως τούτοις, ἀλλὰ μὴ τούτοις ἕπωνται, μηδενὸς αὖ μηδὲ ἐκείνων οἷα ἐχρῆν θέντος. Σόλωνα μέντοι καὶ αὐτὸν εἰρηκέναι φασὶν ὡς αὑτῷ μὴ ἀρέσκοντα εἰσηγεῖτο Ἀθηναίοις, ἀλλ’ οἷς αὐτοὺς ὑπελάμβανε χρήσεσθαι.

然而我认为,若有人在奴隶之中能保持自由,在附庸臣仆之中能保持自治自立,这才是光辉灿烂而极有福气的。为了这种自治,吕底亚人曾多次与弗律癸亚人作战,弗律癸亚人曾多次与吕底亚人作战,伊奥尼亚人、多利斯人以及一切部族亦多次作战;然而出于对虚假自治的愚蠢渴望,竟无一人着手施行自己自身的法则,所有人都在为梭伦、德拉古、努马和扎勒乌科斯的法律争论不休,争执应当顺从这些而非那些法律,而那些立法者中无一人制定出真正应当制定的法律。据说梭伦自己也曾说过,他向雅典人提出的并非令他自己满意的法律,而是他认为雅典人愿意采纳使用的法律。

§80.4

δῆλον οὖν ὅτι πονηροὺς ἔγραφε νόμους, εἴπερ τοὺς ἀρέσοντας πονηροῖς ἔγραφεν· ἀλλ’ ὅμως καὶ αὐτὸς τούτοις ἐχρῆτο πονηροῖς τε οὖσι καὶ οὐκ ἀρέσκουσιν αὐτῷ. δῆλον οὖν ὅτι τούτων μὲν οὐδενὶ μετῆν αὐτονομίας, οὐδὲ ἐσπούδαζον οὐδὲ ἐπολέμουν, ὅπως ὦσιν ἐλεύθεροι· ἀλλὰ γὰρ ἄφθονόν τε καὶ πολλὴν δουλείαν ἐντὸς τῶν τειχῶν ἐγκαθείρξαντες ἔπειτα ἐπάλξεσι καὶ πύργοις καὶ βέλεσιν ἠμύνοντο, ὅπως μὴ εἰσίοι ἔξωθεν παρ’ αὐτούς, ὥσπερ εἴ τις τῆς νεὼς διερρηγμένης κλύδωνος ἔνδον ὄντος φυλάττοιτο καὶ πράγματα ἔχοι, μήποτε ἄνωθεν ὑπερβάλῃ. καθάπερ οὖν φασι τοὺς Τρῶας ὑπὲρ τῆς Ἑλένης πολιορκεῖσθαι καὶ ἀποθνῄσκειν οὐκ ἔνδον οὔσης, ἀλλ’ ἐν Αἰγύπτῳ, ταὐτὸ πάθος οὗτοι πεπόνθεσαν· ὑπέρ τῆς ἐλευθερίας ἐμάχοντο καὶ ἠγωνίων, οὐκ οὔσης παρ’ αὐτοῖς.

因此显而易见,如果他确实写出了令恶人满意的法律,那么他所写的便是恶法;然而,尽管这些法律是恶法且令他自己不满,他自己却同样在使用它们。因此显然,这些人中无一人享有真自治,他们也未曾为了获得自由而热切努力或进行战争;相反,他们把大量而沉重的奴役禁锢在城墙之内,随后却用雉堞、塔楼和飞矢进行防卫,以防奴役从外部侵入他们之中——这就仿佛船身已经破裂且巨浪已在舱内,有人却还在防备并费尽心机,生怕波浪从上方漫过一样。因此,正如人们所说特洛伊人为了不在城内而在埃及的海伦遭受围困并丢掉性命一样,这些人也遭受了同样的命运:他们为之战斗与拼搏的自由,根本就不在他们中间。

§80.5

ἀλλ’ ὅμως ἐκεῖνοί τε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπόσ̓ ἂν αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν ἢ παρ’ ἄλλων ὁμοίων παραλάβωσιν. νόμον δὲ τὸν ἀληθῆ καὶ κύριον καὶ φανερὸν οὔτε ὁρῶσιν οὔτε ἡγεμόνα ποιοῦνται τοῦ βίου. τοιγαροῦν ὥσπερ ἐν μεσημβρίᾳ λάμποντος ἡλίου δᾷδας ἴασι καὶ δαλοὺς ἀράμενοι, τὸ μὲν θεῖον φῶς ἐάσαντες, καπνῷ δὲ ἑπόμενοι κἂν ἄρα μικρὸν αἴθυγμα δεικνύντι πυρός. ὁ μὲν οὖν τῆς φύσεως νόμος ἀφεῖται καὶ ἐκλέλοιπε παρ’ ὑμῖν, ὦ κακοδαίμονες· ἄξονας δὲ καὶ γραμματεῖα καὶ στήλας φυλάττετε καὶ ἀνωφελῆ στίγματα.

尽管如此,他们昔日宣称为了法律忍受一切,如今人们亦宣称,只要是他们自己这些不幸之人所编纂的,或是从其他同类之人那里继承来的法律,正义就存在于其中。然而真正、权威且显明的法则,他们既看不见,也不将其作为生活的向导。因此,正如有人在正午烈日朗照之时,舍弃神圣的光明,却拿起火把与燃木行走,跟随着烟雾,哪怕它只显露出一丝微弱的火星。哎,你们这些不幸的人,自然的法则在你们中间已被废弃消亡!你们却守着旋转木轴、写字板、石碑以及无用的刻痕。

§80.6

καὶ τὸν μὲν τοῦ Διὸς θεσμὸν πάλαι παρέβητε, τὸν δὲ τοῦ δεῖνος ἢ τὸν τοῦ δεῖνος ὅπως μηδεὶς παραβήσεται σκοπεῖσθε. καὶ τὴν ἀράν, ἣν Ἀθηναῖοι περὶ τῶν Σόλωνος ἔθεντο νόμων τοῖς ἐπιχειροῦσι καταλύειν, ἀγνοεῖτε κυριωτέραν οὖσαν ἐπὶ τοῖς ἐκείνου νόμοις ʽπᾶσα γὰρ ἀνάγκη τὸν συνέχοντα τὸ πᾶν θεσμὸν ἀραῖον ὑπάρχειν’ πλὴν παῖδας καὶ γένος οὐκ ἐπέξεισιν, ὡς ἐκεῖ, τῶν ἁμαρτανόντων, ἀλλ’ ἕκαστος αὑτῷ γίγνεται τῆς ἀτυχίας αἴτιος. τὸν οὖν ἐπιχειροῦντα τοῦτον σῴζειν ὡς ἂν οἷός τε ᾖ καὶ τό γε καθ’ αὑτὸν φυλάττειν οὐδέποτε ἂν μὴ φρονεῖν φαίην ἔγωγε.

你们早已违背了宙斯的法令,却密切监视着以防有人违背某人或某人的法律。雅典人针对企图废除梭伦法律之人所设立的诅咒,你们却不知它对宙斯的法律具有更大的效力——因为维系万物的法令必然伴随着惩罚的诅咒——只是它并不像那里那样惩罚犯过者的子孙和家族,而是每个人自作自受,成为自身不幸的根源。因此,对于竭尽全力保全这真正法则、并在力所能及的范围内遵守它的人,我绝不会说他是不明智的。

§80.7

πολὺ δὲ μᾶλλον ὑμᾶς θαυμάζω καὶ ἐλεῶ τῆς χαλεπῆς καὶ παρανόμου δουλείας,3 ἐν ᾗ ζεύξαντες αὑτοὺς ἔχετε, οὐχ ἑνὶ δεσμῷ μόνον περιβαλόντες οὐδὲ δυσίν, ἀλλὰ μυρίοις, ὑφ’ ὧν ἄγχεσθε καὶ πιέζεσθε πολὺ μᾶλλον τῶν ἐν ἁλύσει τε καὶ κλοιῷ καὶ πέδαις ἑλκομένων. τοῖς μὲν γὰρ ἔστι καὶ ἀφεθῆναι καὶ διακόψασι φυγεῖν, ὑμεῖς δὲ ἀεὶ μᾶλλον κρατύνεσθε τὰ δεσμὰ καὶ πλείω καὶ ἰσχυρότερα ἀπεργάζεσθε. καὶ μή, ὅτι οὐχ ὁρᾶτε αὐτά, ψευδῆ καὶ ἄπιστον ἡγεῖσθε τόνδε τὸν λόγον· σκοπεῖτε δὲ Ὁμήρου τοῦ καθ’ ὑμᾶς σοφωτάτου ποῖ’ ἄττα δεσμὰ τὸν Ἄρη φησὶ κατασχεῖν, ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, ἠΰτ’ ἀράχνια λεπτά, τά γ’ οὔ κέ τις οὐδὲ ἴδοιτο.

相反,由于你们套在自身之上的严酷而违法的奴役,我更加惊异并怜悯你们。你们用不仅是一条或两条,而是用成千上万条羁绊束缚了自己,在这些羁绊之下,你们所受的扼制与压迫,远甚于那些戴着锁链、颈枷和脚镣被拖拽的人。因为对后者而言,尚有可能被释放,或斩断刑具逃脱;但你们却不断强化自己的羁绊,使其变得更多、更坚固。不要因为看不见它们,就认为这番话是虚妄不可信的;想想在你们眼中最智慧的荷马所说的吧:他称究竟是何种羁绊困住了居于奥林波斯的诸神中最敏捷的阿瑞斯——那是犹如纤细蛛网般、任谁也无法看见的细丝。

语法注3 条
  1. 80.1οὐδαμῶς σωφρονοῦντος ἀνδρός

    作为谓语性属格(表特征或属性),与中性宾格形容词 παράδοξον 并列,充当 ἡγεῖσθε 的补足语,意为“绝非明智之人所当为/所具有的特征”。

  2. 80.3ὑπὲρ οὗ

    关系代词 οὗ 的先行词指前文所述“在附庸臣仆中保持自治自立”(αὐτόνομος εἶναι)这一整个事态,或由此引申的名词性概念“自治”(αὐτονομία),在逻辑上与后文紧接着的 ψευδοῦς αὐτονομίας 相呼应。

  3. 80.7τῆς χαλεπῆς καὶ παρανόμου δουλείας

    由表示情感与心理状态的动词(θαυμάζω 与 ἐλεῶ)所支配的原因或情感属格,意为“因那严酷且非法的奴役而惊异并怜悯你们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:80.1-80.7