- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:79.1-79.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出财富、奢华建筑与奢侈品并不能带来城邦与个人的真正幸福,并通过异族风俗及历史上诸帝国的兴衰更替论证了物质财富的虚妄与无益。
Φέρε πρὸς θεῶν, ἐπὶ τίνι μάλιστα θαυμάζειν καὶ ἐπὶ τῷ μέγα φρονεῖν καὶ μακαρίζειν ἄξιον πόλιν ἁπασῶν μεγίστην καὶ δυνατωτάτην; πότερον ἐπὶ νόμων ἀρετῇ καὶ πολιτῶν ἐπιεικείᾳ καὶ σωφροσύνῃ τῶν ἀρχόντων, ἢ ταῦτα μὲν μικρὰ καὶ οὐδενὸς ἄξια καὶ ῥᾴδια τοῖς τυχοῦσιν, ἐπὶ δὲ ἀνθρώπων πλήθει καὶ ἀγορᾶς ἀφθονίᾳ καὶ τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων δεῖ μακαρίζειν αὐτὴν καὶ τοῖς Σήρων καὶ Βαβυλωνίων ὑφάσμασι, καὶ ὅτι χρυσῷ τὰς οἰκίας ἐρέπτουσι, καὶ μεστὰ πάντα ἀργύρου καὶ ἠλέκτρου καὶ ἐλέφαντος, ὁποῖα Όμηρος εἴρηκε τὰ Ἀλκινόου καὶ τὰ Μενελάου βασίλεια ὑπερβάλλων τό τε ἀληθὲς καὶ τὸ δυνατὸν σχεδόν, οὕτως ἅπασαν ἠσκημένην τὴν πόλιν· καὶ νὴ Δία ἐπὶ ταῖς γραφαῖς καὶ τοῖς ἀνδριᾶσιν, ὧν οὐδὲν ὤνησε τοὺς πρότερον ἔχοντας, ἀλλὰ παρ’ ὧν ἐκεῖνα ἐκομίσθη, τούτους ἴδοι τις ἂν δούλους καὶ ταπεινοὺς καὶ πένητας;1
来吧,指着诸神起誓,因何理由最应当称赞、自豪并赞颂这万城中最大、最强的城邦?是因为法律的优越、公民的宽厚与掌权者的节制吗?抑或这些微不足道、毫无价值且凡夫俗子皆易做到,人们反而应当因其人口的众多、市集的富饶、建筑的奢华、赛里斯人与巴比伦人的织物,以及他们用黄金盖屋顶,万物皆充满银子、琥珀与象牙——正如荷马描述阿尔喀诺俄斯和墨涅拉俄斯的王宫那样,几乎超越了真实与可能——整座城邦如此装点一新,而称赞它?指宙斯起誓,难道是因为那些画作和雕像吗?这些器物未曾给先前的拥有者带来任何益处,相反,人们倒能看到那些被掠走器物的原主如今沦为奴隶、卑微穷困。
εἰ γὰρ ἦν ὄφελός τι χαλκοῦ καλῶς κεκραμένου καὶ κρατήρων καὶ βωμῶν καὶ θυμιατηρίων περιττῶς εἰργασμένων, ἡ Κορινθίων πόλις ἂν εὐδαίμων ἦν καὶ πολὺν ᾠκεῖτο ἂν χρόνον, σῴζουσα τοὺς ἑαυτῆς οἰκήτορας καὶ πολίτας· εἰ δ’ αὖ λίθων εὐχρόων καὶ ποικίλων, ἡ Τηίων ἢ Καρυστίων καί τινων Αἰγυπτίων καὶ Φρυγῶν, παρ’ οἷς ἐστι τὰ ὄρη ποικίλα· ἀκούω δ’ ἔγωγε τῶν ὀρῶν τὰς πάνυ παλαιὰς τῆς αὐτῆς εἶναι πέτρας· ἀλλ’ ὅμως οὐδενός εἰσι βελτίους οὐδ’ εὐτυχέστεροι τῶν πάνυ ταπεινῶν τε καὶ ἀθλίων.
因为,如果精炼的青铜,以及制作精巧绝伦的调酒缸、祭坛和香炉真有任何益处,科林斯人的城邦本该繁荣昌盛,并长久有人居住,保全自身的居民与公民;又或者,若色彩鲜丽、纹理斑斓的石料真有益处,特奥斯人、卡律斯托斯人以及某些埃及人和弗律癸亚人的城邦也该如此,在他们的土地上有着斑斓的群山;我至少听说,那些极古老的山脉正是由这种石头构成的;然而,他们绝不比那些极卑微悲惨之人更好,也未更幸运。
εἰ δέ γε ὠφέλει τὸ κεκτῆσθαι χρυσίον, οὐδὲν ἐκώλυεν Αἰθίοπας τοὺς ἄνω μακαριωτάτους εἶναι δοκεῖν, ὅπου τὸ χρυσίον ἀτιμότερον ἢ παρ’ ἡμῖν ὁ μόλιβδος, καί φασιν αὐτόθι τοὺς κακούργους ἐν παχείαις χρυσοῦ δεδέσθαι πέδαις, ἀλλ’ οὐδὲν ἧττόν εἰσι δεσμῶται καὶ πονηροὶ καὶ ἄδικοι. τὸ δὲ μακαρίζειν τοὺς πλουσίους καὶ πολλὰ χρήματα ἔχοντας, τὰ δὲ ἄλλα μηδὲν διαφέροντας τῶν πάνυ φαύλων, ὅμοιον ὡς εἴ τις τοὺς ἐκεῖ δεσμώτας ἰδὼν προϊόντας ἐκ τῆς εἱρκτῆς ἐζήλου, καὶ πάντων εὐδαιμονέστατον ἔκρινε2 τὸν ἔχοντα τὰς μείζους πέδας.
再者,如果占有黄金真有益处,那就没有任何事情能妨碍人们认为内陆的埃塞俄比亚人是最幸福的,在他们那里,黄金比我们这里的铅还不值钱,据说那里的罪犯都被粗大的金镣铐锁着,但他们并不因此就不是囚犯、恶徒和不义之人。赞美那些富有、坐拥巨资,而在其余方面与极平庸卑劣之徒毫无二致的人,正如有人看见那里的囚犯走出牢狱而心生羡慕,并断定戴着更大镣铐的人是所有人中最幸福的一样。
εἰ δὲ ἐλέφας θαυμαστὸν κτῆμα καὶ περιμάχητον, Ἰνδοὶ πολὺ πάντων ὀλβιώτατοι καὶ ἄριστοι, παρ’ οἷς ἔρριπται τὰ τῶν ἐλεφάντων ὀστᾶ καὶ οὐδεὶς πρόσεισιν, ὥσπερ ἐνθάδε τὰ τῶν βοῶν τε καὶ ὄνων· καὶ πολλαχοῦ φασιν ἐν τοῖς τοίχοις ἐνοικοδομεῖσθαι τὰ κρανία τῶν ἐλεφάντων αὐτοῖς ὀδοῦσιν. τί δὲ χρὴ περὶ Κελτῶν λέγειν, ὅπου φασὶ ποταμόν τινα καταφέρειν τὸ ἤλεκτρον καὶ πολὺ πανταχοῦ κεῖσθαι παρὰ ταῖς ὄχθαις ἐκβεβρασμένον, ὥσπερ αἱ ψῆφοι παρ’ ἡμῖν ἐπὶ τῶν αἰγιαλῶν; καὶ πρότερον μὲν οἱ παῖδες παίζοντες διερρίπτουν· νῦν δὲ κἀκεῖνοι συλλέγουσι καὶ φυλάττουσιν αὐτό, παρ’ ἡμῶν μεμαθηκότες ὅτι εἰσὶν εὐδαίμονες.
如果象牙是令人惊叹且值得争夺的财富,那么印度人当属所有人中最富足、最优秀的,在他们那里大象的骨骸被随处丢弃,无人理会,就像我们这里的牛骨和驴骨一样;据说在许多地方,人们甚至将大象的头骨连同象牙一起砌入墙体之中。又何须谈论凯尔特人?据说在他们那里有一条河流冲刷下琥珀,像我们海滩上的卵石一样,被冲上两岸到处大量堆积。从前孩子们嬉戏时随手抛掷;如今他们也把琥珀收集并保存起来,因为从我们这里得知自己原来是富有的。
ἆρα ἐνθυμεῖσθε ὅτι πάντες οὗτοι, λέγω δὲ τοὺς Κελτοὺς καὶ Ἰνδοὺς καὶ Ἴβηρας καὶ Ἄραβας καὶ Βαβυλωνίους, φόρους παρ’ ἡμῶν λαμβάνουσιν, οὐ τῆς χώρας οὐδὲ τῶν βοσκημάτων, ἀλλὰ τῆς ἀνοίας τῆς ἡμετέρας· οὐ γάρ, ἂν μὲν τοῖς ὅπλοις κρατήσαντές τινες ἀναγκάσωσιν αὑτοῖς ἀργύριον ὑποτελεῖν τοὺς ἡττημένους, τοῦτο ὀνομάζεται φόρος, καὶ ἔστιν ἀνθρώπων οὐ σφόδρα εὐτυχῶν οὐδὲ ἀνδρείων δασμὸν ἑτέροις παρέχειν· ἐὰν δέ τινες, μήτε ἐπιστρατευσαμένου μηδενὸς μήτε ἀναγκάσαντος, δι’ εὐήθειαν δὲ καὶ τρυφήν, ὃ περὶ πλείστου ποιοῦνται ἁπάντων, ἀργύριον πέμπωσιν ἑκόντες, διὰ μακρᾶς μὲν ὁδοῦ, πολλῆς δὲ θαλάττης τοῖς μηδὲ ἐπιβῆναι ῥᾳδίως δυναμένοις τῆς ἡμετέρας γῆς, οὐ τῷ παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον;3
难道你们没有想到,所有这些人——我说的是凯尔特人、印度人、伊比利亚人、阿拉伯人和巴比伦人——都在向我们收取贡税,不是取自我们的土地,也不是取自我们的牲畜,而是取自我们的愚昧?因为,若是有人凭借武力征服而强迫战败者向自己纳贡,这被称为贡税,向他人纳贡并非十分幸运或勇敢之人所为;但若没有任何人发兵进犯,也没有任何人强迫,有些人却出于愚蠢和奢靡,自愿将他们视为万物中最珍贵的金钱跨越漫漫长路与辽阔大海,送给那些甚至无法轻易踏上我们土地的人,这发生的事情难道不是全然更加恶劣、更加可耻吗?
πλὴν ὅτι λίθους μικροὺς καὶ ἀσθενεῖς καὶ νὴ Δία θηρίων ὀστᾶ διδόντες λαμβάνουσιν ἀργύριον καὶ χρυσίον, ἀντὶ χρηστῶν ἄχρηστα ἀντικαταλλαττόμενοι. μάλιστα δὲ θαυμάζω πολλάκις ἐννοῶν ὅτι Μῆδοι μὲν τὰ Σύρων λαβόντες ἠγάπων καὶ ἔχαιρον, Πέρσαι δὲ τὰ Μήδων, Μακεδόνες δὲ τὰ Περσῶν, καὶ τότε ᾤοντο εὐτυχεῖς γεγονέναι καὶ πράττειν ἄμεινον, ὅτε εἶχον τὰ τῶν ἀθλίων καὶ δυστυχούντων κτήματα. ταῦτα δὲ οὐκ ἄλλως ἔγωγε ληρῶν εἶπον, ἀλλ’ ὅτι τῶν τοιούτων, ὑπὲρ ὧν ἔχουσι τὴν πᾶσαν σπουδὴν καὶ ἐφ’ οἷς θαυμάζουσιν οἱ πολλοὶ τοὺς κεκτημένους, οὐδέν ἐστιν ὄφελος, ἀλλ̓ οὐδεμιᾶς ἄξια δραχμῆς τὰ σύμπαντα· οὐδ’ ἂν γένοιντο ἄνθρωποί ποτε εὐδαίμονες ἀνόητοι καὶ ἄφρονες, οὐδ’ ἂν τὸν ἐν Σούσοις παράδεισον οἰκήσωσιν, ὃς ἦν, ὥς φασι, μετέωρος ἅπας.
只不过是他们交出脆弱的微小石头,指宙斯起誓,交出兽骨,却换取了白银和黄金,用无用之物换走了有用之物。我常常深思并感到最为惊异的是,米底人夺取了叙利亚人的财产便感到欣喜满足,波斯人夺取了米底人的,马其顿人夺取了波斯人的,他们正是在占有了那些悲惨不幸之人的财产时,自以为变得幸运且过得更好了。我讲这些并非胡话闲扯,而是因为此类事物——人们为其倾注一切热情,大众亦因此称赞其占有者——根本毫无益处,全部加起来也不值一德拉克马;无知昏聩之人绝不可能变得幸福,哪怕他们住进传闻中整个悬在半空中的苏萨空中花园,也绝无可能。
- 79.1ὧν οὐδὲν ὤνησε τοὺς πρότερον ἔχοντας, ἀλλὰ παρ’ ὧν ἐκεῖνα ἐκομίσθη, τούτους ἴδοι τις ἂν δούλους καὶ ταπεινοὺς καὶ πένητας;
此句包含倒装的关系结构与双重宾格。前半句中的 ὧν 指代前文的 ταῖς γραφαῖς καὶ τοῖς ἀνδριᾶσιν;后半句中,关系从句 παρ’ ὧν(“那些物品从他们那里被运走”)被置于其先行词 τούτους 之前。τούτους 作为主句动词 ἴδοι ἄν 的直接宾语,而 δούλους καὶ ταπεινοὺς καὶ πένητας 则作宾语补足语(谓语性宾格),整句意为“人们会看到他们沦为奴隶、卑微且贫困”。
- 79.3ὅμοιον ὡς εἴ τις τοὺς ἐκεῖ δεσμώτας ἰδὼν προϊοντας ἐκ τῆς εἱρκτῆς ἐζήλου, καὶ πάντων εὐδαιμονέστατον ἔκρινε
非现实比较构式:中性形容词 ὅμοιον(“正如……”)引导 ὡς εἰ(相当于 ὥσπερ ἄν,表示反事实假定),并与过去未完成式直陈语气(ἐζήλου, ἔκρινε)呼应,意为“正如某人若看见……便心生羡慕并断定……一样”。
- 79.5οὐ γάρ, ἂν μὲν τοῖς ὅπλοις κρατήσαντές τινες ... ἐὰν δέ τινες ... οὐ τῷ παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον;
长篇修辞反问句结构:句首的否定词 οὐ(位于 οὐ γάρ 中)跨越了长大的正反两项条件从句对比(ἂν μὲν ... ἐὰν δέ ...),与句末的反问核心 οὐ τῷ παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον;(“所发生之事难道不是全然更恶劣、更可耻吗?”)相互呼应,构成了强有力的反诘推论。
