← 金嘴狄翁

演说集

§8.19-8.27

抗击快乐的诱惑与斥责盲从的民众

狄奥根尼以对待火的方式类比与劳苦的搏斗,继而指出“快乐”是远为凶险的对手,它侵袭人的全部感官甚至睡眠,如喀耳刻般将人沦为兽类奴隶;他随即批评世人无视自己同快乐与劳苦的崇高抗争,却盲目追捧肤浅的赛会竞技者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19

τοῦτο δʼ ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον· ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης·1 ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντές τε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε.

在火的作用上,你同样可以看到这种情况:如果你用力踩踏,便扑灭了火;但若疑虑畏惧地去踩,便会被严重烧伤——正如孩童嬉戏时有时用舌头熄灭火苗一样。因此,这些竞技对手几乎如同全能格斗家,击打、扼喉、撕裂,有时甚至置人于死地。

§8.20

ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος ὁ πρὸς τὴν ἡδονήν, οὐχ οἵαν Ὅμηρός φησιν, "αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο" " καὶ ξίφεσιν μεγάλοισιν "οὐχ οὗτος ὁ τρόπος τῆς μάχης· ἀλλʼ ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλʼ ἄττα θηρία, τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διά τε τῆς ὄψεως καὶ ἀκοῆς ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς, ἔτι δὲ σιτίοις καὶ ποτοῖς καὶ ἀφροδισίοις διαφθεῖραι πειρωμένης, ὁμοίως μὲν ἐγρηγορότας, ὁμοίως δὲ κοιμωμένους. οὐδὲ γὰρ ὥσπερ πρὸς τοὺς πολεμίους ἔστι φυλακὰς καταστήσαντας καθεύδειν, ἀλλὰ μάλιστα δὴ πάντων τότε ἐπιτίθεται, τὰ μὲν αὐτῷ τῷ ὕπνῳ μαραίνουσα καὶ δουλουμένη, τὰ δὲ ἐπιπέμπουσα ὀνείρατα πανοῦργα καὶ ἐπίβουλα, ἀναμιμνῄσκοντα αὐτῆς. ὁ μὲν οὖν πόνος διὰ τῆς ἁφῆς ἐπιγίγνεται ὡς τὸ πολὺ καὶ ταύτῃ πρόσεισιν, ἡ δὲ ἡδονὴ κατὰ πᾶσαν αἴσθησιν ὁπόσας ἄνθρωπος αἰσθήσεις ἔχει, καὶ δεῖ τοῖς μὲν πόνοις ἀπαντᾶν καὶ συμπλέκεσθαι, τὴν δὲ ἡδονὴν φεύγειν ὡς πορρωτάτω καὶ μηδὲν ὅλως ἢ τἀναγκαῖα ὁμιλεῖν. καὶ ἐνταῦθα ὁ κράτιστος ἀνήρ σχεδόν, ὃς ἂν δύνηται πλεῖστον ἀποφεύγειν τὰς ἡδονάς· οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενον συνεχῶς μὴ οὐ πάντως ἁλῶναι.2 ὅταν οὖν κρατήσῃ καὶ περιγένηται τῆς ψυχῆς τοῖς φαρμάκοις, γίγνεται τὸ λοιπὸν ἤδη τὸ τῆς Κίρκης, πλήξασα ῥᾳδίως τῇ ῥάβδῳ εἰς συφεόν τινα ἐλαύνει καὶ καθείργνυσι καὶ τὸ λοιπὸν ἀπʼ ἐκείνου ἤδη ὁ ἄνθρωπος διατελεῖ σῦς ὢν ἢ λύκος, γίγνονται δὲ καὶ ὄφεις ὑφʼ ἡδονῆς ποικίλοι καὶ ὀλέθριοι καὶ ἄλλʼ ἄττα ἑρπετά, καὶ θεραπεύουσιν ἐκείνην ἀεὶ περὶ τὰς θύρας ὄντες καὶ ἐπιθυμοῦντες μὲν τῆς ἡδονῆς καὶ λατρεύοντες ἐκείνῃ, μυρίους δὲ ἄλλως πόνους ἔχοντες. ἡ γὰρ ἡδονὴ κρατήσασα αὐτῶν καὶ παραλαβοῦσα τοῖς πόνοις παραδίδωσι τοῖς ἐχθίστοις καὶ χαλεπωτάτοις.

然而还有另一场更为可怕的战斗与绝非微不足道的竞赛,其重大与凶险远胜于此,那便是与快乐的战斗——并非如荷马所言的那种: “战舰旁再度展开激战,他们手持利斧与板斧搏杀,” “以及巨大的佩剑。” 战斗的方式并非如此;而是正如荷马所说,喀耳刻用药毒害了奥德修斯的同伴,随后他们有的变成野猪,有的变成豺狼,有的变成其他猛兽,快乐的伎俩正是如此;它并非以单一方式进行算计,而是通过视觉、听觉、嗅觉、味觉或触觉,以一切手段,更企图通过食物、饮料和情欲来败坏人,无论是醒着还是沉睡时都一概如此。因为人无法像防备敌人那样设立岗哨然后安睡,反而正是在那时快乐的侵袭最为猛烈,它一方面通过睡眠本身使人精神萎靡并将其奴役,另一方面派遣狡诈多诡的梦境,使人不断回想起它。劳苦大多仅通过触觉产生,并由此途径逼近;而快乐则渗透进人所拥有的每一种感官。因此,面对劳苦必须迎上前去与其搏斗,而面对快乐则必须尽量远遁,除了绝对必需之事外绝不与其交往。在这方面,凡是能够最大限度逃离快乐的人,几乎就是最优秀的人;因为与快乐常伴、甚至不断尝试它的人,绝不可能不彻底沦为俘虏。因此,当快乐以其毒药压倒并征服灵魂时,接下来的便已完全是喀耳刻的行径:她用手杖轻易一击,便将人赶入猪圈幽禁起来,从那时起,这个人便终生作为野猪或豺狼度日;还有人因快乐而沦为斑斓致命的毒蛇及其他各类爬虫,他们始终环绕在她的门前侍奉她,虽渴望快乐并为之效劳,却平白承受了无尽的痛苦。因为快乐征服并接收他们之后,便将他们转交给了最可憎、最残酷的劳苦。

§8.27

τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων,3 ἀλλὰ τοῖς ἀνδραπόδοις τοῖς πηδῶσι καὶ τρέχουσι καὶ χορεύουσιν. οὐδὲ γὰρ τὸν Ἡρακλέα ἑώρων ἀγωνιζόμενον καὶ πονοῦντα, οὐδὲ ἔμελεν αὐτοῖς, ἀλλὰ καὶ τότε ἴσως ἀθλητάς τινας ἐθαύμαζον, Ζήτην καὶ Κάλαϊν καὶ Πηλέα καὶ ἄλλους τοιούτους δρομέας τινὰς καὶ παλαιστάς· καὶ τοὺς μὲν ἐπὶ κάλλει, τοὺς δὲ ἐπὶ πλούτῳ ἐθαύμαζον, καθάπερ Ἰασίωνα καὶ Κινύραν·

然而,对于我忍受这一切、投身与快乐及劳苦搏击的这场竞赛,可怜的人们却无一人予以关注,反倒去注目那些蹦跳、奔跑和跳舞的奴隶般的家伙。正如同当年他们既不去看赫拉克勒斯的竞技与劳苦,也毫不关心,反而同样在当时或许赞叹某些运动员,如仄忒斯、卡莱斯、珀琉斯以及其他类似的赛跑者和摔跤手;并且因美貌而赞叹一些人,因财富而赞叹另一些人,例如伊阿西翁和喀倪剌斯。

语法注3 条
  1. 8.19ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης·

    用于条件句结论分句中的格言性不定过去时(gnomic aorist)。对应于条件从句中的 ἐάν + 虚拟语气,主句未采用常规的现在时或将来时,而是使用直陈式不定过去时(ἔσβεσας, ἐκαύθης),生动地表现了一经触发便瞬间且必然成立的普遍法则。

  2. 8.24οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενον συνεχῶς μὴ οὐ πάντως ἁλῶναι.

    紧随表示可能性的非人称否定表达 οὐκ ἔστιν(“不可能……”)之后,不定式 ἁλῶναι 带有双重否定词 μὴ οὐ。当主句含有否定词 οὐ 时,后续不定式的否定采用 μὴ οὐ 而非单纯的 μή,用以强调绝对不可避免之必然性(“不可能不被彻底俘获”)。分词 συνόντα 与 πειρώμενον 为宾格,与不定式的泛指逻辑主语保持一致。

  3. 8.27τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων

    语序倒置与格位构造。主动词 προσέχει 支配与格短语 ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ(“向……耐受并对抗的我倾注注意”),句首的宾格短语 τοῦτον δὴ τὸν ἀγῶνα 则是作为话题化前置的关联宾格(accusative of respect)或同源内涵宾格,点明注意的范围。全句骨架为:“在承受并投身与快乐和劳苦搏击的这场竞赛中,这些可怜的人却没有一个对我予以理会。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:8.19-8.27