- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:8.10-8.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在科林斯地峡运动会上,狄奥根尼宣称自己不是来看比赛,而是作为竞技者前来与各种“劳苦”搏斗;他痛斥饱食终日的庸人,阐述了高尚之士当如何勇于直面并战胜艰难劳苦。
εὐθὺς οὖν καὶ αὐτῷ τινες προσῆλθον, τῶν μὲν Κορινθίων οὐδείς· οὐδὲ γὰρ ᾤοντο οὐδὲν ὠφεληθήσεσθαι, ὅτι καθʼ ἡμέραν ἑώρων αὐτὸν ἐν Κορίνθῳ· τῶν δὲ ξένων ἦσαν οἱ προσιόντες, καὶ τούτων ἕκαστος βραχύ τι εἰπὼν ἢ ἀκούσας ἀπῄει, φοβούμενος τὸν ἔλεγχον.
于是,立刻也有人来到他身旁,但科林斯人中却没有一个;因为他们天天在科林斯见到他,认为绝不会从他那里获得任何益处。前来的都是外邦人,而这些人中每一个在稍作交谈或倾听片刻后,因惧怕受到严诘,便都走开了。
διὰ δὴ τοῦτο ἔφη ὁ Διογένης προσεοικέναι τοῖς κυσὶ τοῖς Λάκωσι· καὶ γὰρ τούτους, ὅταν στῶσιν εἰς τὰς πανηγύρεις, πολλοὺς μὲν εἶναι τοὺς καταψήχοντας καὶ προσπαίζοντας, μηδένα δὲ ὠνεῖσθαι ῥᾳδίως, διὰ τὸ μὴ ἐπίστασθαι χρῆσθαι. πυθομένου δέ τινος εἰ καὶ αὐτὸς ἥκοι τὸν ἀγῶνα θεασόμενος, οὐκ, ἔφη, ἀλλʼ ἀγωνιούμενος. καὶ ὃς ἐγέλασέ τε καὶ ἤρετο αὐτὸν τίνας ἔχοι τοὺς ἀνταγωνιστάς.
正是为此,狄奥根尼说自己很像拉科尼亚猎犬;因为当这些猎犬在节日集会上供人观看时,抚摸它们、逗弄它们的人固然很多,但谁也不会轻易买下,因为不懂得如何驱使它们。当有人问他是否也是来看比赛时,他答道:“不,我是来参赛竞技的。”那人笑了起来,问他的对手都是些什么人。
ὁ δὲ ὥσπερ εἰώθει ὑποβλέψας, Τοὺς χαλεπωτάτους, εἶπε, καὶ ἀμαχωτάτους, οἷς οὐδεὶς δύναται ἀντιβλέψαι τῶν Ἑλλήνων, οὐ μέντοι διατρέχοντας ἢ παλαίοντας ἢ διαπηδῶντας οὐδὲ πυκτεύοντας καὶ ἀκοντίζοντας καὶ δισκεύοντας.
狄奥根尼像往常那样从眉下斜视着他,说道:“是最艰难、最不可战胜的对手,希腊人中无一人敢于直面凝视他们——不过,他们并非在赛跑、角力、跳跃,也不是在拳击、掷标枪或掷铁饼。”
τίνας μήν; ἤρετο. τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούς τε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶν τε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων.
“究竟是谁呢?”那人问道。狄奥根尼回答说:“是艰难劳苦。对于那些吃得脑满肠肥、妄自尊大、整日吃喝不休而夜晚鼾声如雷的人来说,劳苦极为强大且不可战胜;但对于那些消瘦、无赘肉、腰腹束得比黄蜂还要狭窄的男子而言,它们却是手下败将。
ἢ σὺ οἴει τούτων τι ὄφελος εἶναι τῶν τὰς μεγάλας κοιλίας ἐχόντων, οὓς ἐχρῆν περιαγαγόντας καὶ περικαθάραντας ἐκβαλεῖν, μᾶλλον δὲ καταθύσαντας καὶ κατατεμόντας εὐωχεῖσθαι, καθάπερ οἶμαι τὰ τῶν κητῶν κρέα, τοὺς νοῦν ἔχοντας,1 ἕψοντας ἁλσὶ καὶ θαλάσσῃ, τὴν δὲ πιμελὴν τήξαντας, ὥσπερ ἐν Πόντῳ παρʼ ἡμῖν τὸ τῶν δελφίνων στέαρ, ἀλείφεσθαι τοὺς δεομένους. οἶμαι γὰρ αὐτοὺς τῶν ὑῶν ἥττονα ψυχὴν ἔχειν.
难道你以为那些大腹便便的家伙还有什么用处吗?有头脑的人理应牵着他们环游一周、举行除秽仪式后将他们驱逐,甚至不如将他们宰杀切碎大快朵颐——正如我想人们对待巨鲸之肉那样,用盐和海水烹煮,熬化其油脂,以便需要之人涂抹身体,就像在我们老家本都人们用海豚的脂肪一样。因为我认为,他们的灵魂还不如猪的灵魂。
ὁ δὲ ἀνὴρ ὁ γενναῖος ἡγεῖται τοὺς πόνους ἀνταγωνιστὰς μεγίστους, καὶ τούτοις ἀεὶ φιλεῖ μάχεσθαι καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, οὐχ ὑπὲρ σελίνου, ὥσπερ αἱ αἶγες, οὐδὲ κοτίνου καὶ πίτυος, ἀλλὰ ὑπὲρ εὐδαιμονίας καὶ ἀρετῆς παρὰ πάντα τὸν βίον, οὐχ ὅταν Ἠλεῖοι προείπωσιν ἢ Κορίνθιοι ἢ τὸ κοινὸν Θετταλῶν, μηδένα αὐτῶν φοβούμενον μηδὲ εὐχόμενον ἄλλῳ λαχεῖν, ἀλλὰ προκαλούμενον ἐφεξῆς ἅπαντας, καὶ λιμῷ φιλονεικοῦντα καὶ ψύχει καὶ δίψος ὑπομένοντα, κἂν δέῃ μαστιγούμενον καρτερεῖν καὶ τεμνόμενον καὶ καόμενον μηδὲν μαλακὸν ἐνδιδόντα· πενίαν δὲ καὶ φυγὴν καὶ ἀδοξίαν καὶ τὰ τοιαῦτα μηδὲν ἡγεῖσθαι δεινὸν αὑτῷ, ἀλλὰ πάνυ κοῦφα, καὶ πολλάκις παίζειν ἐν αὐτοῖς τὸν ἄνδρα τὸν τέλειον, ὥσπερ οἱ παῖδες τοῖς ἀστραγάλοις καὶ ταῖς σφαίραις ταῖς ποικίλαις.
而高尚之士则将劳苦视为最伟大的竞技对手,乐于日夜不休地与它们搏战——不是为了像山羊那样去争夺一束芹叶,也不是为了争夺野橄榄枝或松树枝,而是为了贯穿一生的幸福与美德,也绝非仅在厄利斯人、科林斯人或色萨利同盟宣告比赛时才战斗。他不畏惧它们中的任何一个,也不祈求抓阄抽到另一个对手, 而是逐一向它们全部发起挑战,与饥饿抗争,与严寒抗争,忍受干渴;即便需要承受鞭笞、切割与烧灼,也坚忍不拔,绝不向任何软弱屈服;他认为贫困、流亡、声名狼藉以及诸如此类的事物对自己而言绝非可怕,反而极为轻微;一个心智完备的男子往往在这些事物中嬉戏,正如孩童玩弄羊拐骨和五彩斑斓的皮球一样。
καὶ γὰρ δοκοῦσι μέν, ἔφη, δεινοὶ καὶ ἀνυπόστατοι πᾶσι τοῖς κακοῖς οἱ ἀνταγωνισταὶ οὗτοι· ἐὰν δέ τις αὐτῶν καταφρονήσῃ καὶ προσίῃ θαρρῶν δειλοὺς καὶ ἀδυνάτους ἄνδρας ἰσχυροὺς κρατῆσαι,2 μάλιστα τοῖς κυσὶν ὁμοίους, οἳ τοὺς μὲν φεύγοντας ἐπιδιώκουσι καὶ δάκνουσι καὶ διέσπασαν ἔστιν οὓς καταλαβόντες, τοὺς δὲ ἐπιόντας καὶ μαχομένους φοβοῦνται καὶ ἀναχωροῦσι, τελευτῶντες δὲ σαίνουσιν, ἐπειδὰν συνήθεις γένωνται.
因为实际上,”他说道,“在所有卑劣之徒眼中,这些对手显得可怕且无法抵挡;但若有人藐视它们,并认定它们怯懦无能、无法战胜强者而勇敢上前,它们便与狗毫无二致:狗向来追逐并撕咬逃跑之人,一旦追上甚至会将某些人撕得粉碎;但对于迎面而上、与其搏斗的人,它们却心生畏惧而退缩,并在熟悉之后最终摇尾乞怜。
οἱ δὲ πολλοὶ ἄνθρωποι ἐκπεπληγμένοι αὐτοὺς καὶ ἀεί ποτε φεύγοντες κρίνουσιν, οὐδέποτε ἐναντίον βλέποντες. καὶ γὰρ δή, ὥσπερ οἱ πυκτεύειν εἰδότες, ἐὰν μὲν προλάβωσι τὸν ἀνταγωνιστήν, οὐ παίονται τὴν ἀρχήν, πολλάκις δὲ ἀπέβησαν αὐτοὶ καταβαλόντες· ἐὰν δὲ ὑποχωρῶσι φοβούμενοι, τότʼ ἰσχυροτάτας πληγὰς λαμβάνουσιν· οὕτως ἐὰν μέν τις τοὺς πόνους δέχηται καταφρονῶν καὶ πλησιάζῃ προθύμως, οὐ πάνυ ἰσχύουσι πρὸς αὐτόν· ἐὰν δὲ ἀφιστῆται καὶ ἀναχωρῇ, τῷ παντὶ μείζους καὶ σφοδρότεροι δοκοῦσι.
然而大多数人对它们充满恐惧,始终在逃跑中作出评判,从未敢于正面凝视它们。因为正如那些精通拳击之术的人,倘若能先发制人压制对手,起初便不会挨打,且往往以击倒对手而告终;反之,若因害怕而退避,就会遭受最猛烈的打击;同样,如果有人以蔑视的态度承受劳苦,并热切地迎上前去,劳苦在他面前便全然无能为力;但如果他畏缩后退,劳苦就会显得无比巨大而凶猛。”
- 8.14οὓς ἐχρῆν περιαγαγόντας καὶ περικαθάραντας ἐκβαλεῖν, μᾶλλον δὲ καταθύσαντας καὶ κατατεμόντας εὐωχεῖσθαι, καθάπερ οἶμαι τὰ τῶν κητῶν κρέα, τοὺς νοῦν ἔχοντας
在非人称动词 ἐχρῆν(“理应……”)所统辖的两个不定式 ἐκβαλεῖν 与 εὐωχεῖσθαι 中,其逻辑主语是位于句末附近的宾格短语 τοὺς νοῦν ἔχοντας(“有头脑的人”)。前面出现的一系列分词(περιαγαγόντας、περικαθάραντας、καταθύσαντας、κατατεμόντας 以及后面的 ἕψοντας、τήξαντας)在性、数、格上皆与该逻辑主语一致(阳性宾格复数)。而关系代词 οὓς 则指代先行词 τῶν τὰς μεγάλας κοιλίας ἐχόντων,作分词和不定式的直接宾语,构成了主语与宾语相互倒置且穿插的复杂句式。
- 8.17δειλοὺς καὶ ἀδυνάτους ἄνδρας ἰσχυροὺς κρατῆσαι
形容词 δειλοὺς καὶ ἀδυνάτους 作述语性宾格,修饰前文的对手(劳苦),不定式 κρατῆσαι 则作为说明性不定式(epexegetic infinitive)修饰 ἀδυνάτους(“无能的”)。整句表达“(认定劳苦)是怯懦的、无法战胜强壮之士(ἄνδρας ἰσχυρούς)的对手”。
