- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:8.1-8.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
来到雅典的狄奥根尼与安提斯泰尼交往,后者去世后他迁居科林斯。在地峡运动会上,他观察纷扰的人群,批判人们热衷于医治肉体疾患,却对医治心灵的恶德漠不关心。
Διογένης ὁ Σινωπεὺς ἐκπεσὼν ἐκ τῆς πατρίδος, οὐδενὸς διαφέρων τῶν πάνυ φαύλων Ἀθήναζε ἀφίκετο, καὶ καταλαμβάνει συχνοὺς ἔτι τῶν Σωκράτους ἑταίρων· καὶ γὰρ Πλάτωνα καὶ Ἀρίστιππον καὶ Αἰσχίνην καὶ Ἀντισθένην καὶ τὸν Μεγαρέα Εὐκλείδην·1 Ξενοφῶν δὲ ἔφευγε διὰ τὴν μετὰ Κύρου στρατείαν. τῶν μὲν οὖν ἄλλων ταχὺ κατεφρόνησεν, Ἀντισθένει δὲ ἐχρῆτο, οὐκ αὐτὸν οὕτως ἐπαινῶν ὡς τοὺς λόγους οὓς ἔλεγεν, ἡγούμενος μόνους εἶναι ἀληθεῖς καὶ μάλιστα δυναμένους ἄνθρωπον ὠφελῆσαι.
锡诺普的狄奥根尼被逐出祖国后,来到了雅典,其模样与最卑微的下层人毫无二致;在此他遇见了许多尚在的苏格拉底同伴:柏拉图、阿里斯提波、埃斯基涅斯、安提斯泰尼以及墨伽拉的欧几里得都在此地;色诺芬则因随小居鲁士出征而流亡在外。对于其他人,狄奥根尼很快便嗤之以鼻,但他却与安提斯泰尼交往,这并非多么赞赏安提斯泰尼本人,而是赞赏他所发表的言论,认为唯有这些言论才是真实的,且最能造福人类。
ἐπεὶ αὐτόν γε τὸν Ἀντισθένην παραβάλλων πρὸς τοὺς λόγους ἐνίοτε ἤλεγχεν ὡς πολὺ μαλακώτερον, καὶ ἔφη αὐτὸν εἶναι σάλπιγγα λοιδορῶν· αὑτοῦ γὰρ οὐκ ἀκούειν φθεγγομένου μέγιστον.2 καὶ ὁ Ἀντισθένης ὑπέμενεν αὐτὸν ταῦτα ἀκούων· πάνυ γὰρ ἐθαύμαζε τοῦ ἀνθρώπου τὴν φύσιν.
事实上,他有时将安提斯泰尼本人与其言论相比较,斥责他远为软弱,并讥刺他说他就像一支军号:因为他发出的声音虽极其宏亮,自己却充耳不闻。安提斯泰尼听到这些话也隐忍不发,因为他极其叹服这个人的天资。
ἔλεγεν οὖν ἀμυνόμενος ἀντὶ τῆς σάλπιγγος τοῖς σφηξὶν αὐτὸν ὅμοιον εἶναι. καὶ γὰρ τῶν σφηκῶν εἶναι τὸν μὲν ψόφον τῶν πτερῶν μικρόν, τὸ δὲ κέντρον δριμύτατον. ἔχαιρεν οὖν τῇ παρρησίᾳ τοῦ Διογένους, ὥσπερ οἱ ἱππικοί, ὅταν ἵππον θυμοειδῆ λάβωσιν, ἄλλως δὲ ἀνδρεῖον καὶ φιλόπονον, οὐδὲν ἧττον ἀποδέχονται τὸ χαλεπὸν τοῦ ἵππου· τοὺς δὲ νωθροὺς καὶ βραδεῖς μισοῦσι καὶ ἀποδοκιμάζουσιν.
于是安提斯泰尼反唇相讥,说相对于军号,〔狄奥根尼〕倒像黄蜂;因为黄蜂振翅的声音虽小,其螫针却极为锐利。因此他很喜欢狄奥根尼的直言不讳,正如骑手们得到一匹烈马时,只要它勇猛耐劳,就绝不嫌弃其性烈,反而讨厌并摒弃那些迟钝缓慢的马一样。
ἐνίοτε μὲν οὖν ἐπέτεινεν αὐτόν, ἐνίοτε δὲ ἐπειρᾶτο ἀνιέναι, ὥσπερ οἱ χορδοστρόφοι τὰ νεῦρα, προσέχοντες μὴ ῥαγῇ.ἐπεὶ δὲ ἀπέθανεν ὁ Ἀντισθένης καὶ τῶν ἄλλων οὐδένα ἡγεῖτο συνουσίας ἄξιον, μετέβη εἰς Κόρινθον, κἀκεῖ διῆγεν οὔτε οἰκίαν μισθωσάμενος οὔτε παρὰ ξένῳ τινὶ καταγόμενος, ἀλλʼ ἐν τῷ Κρανείῳ θυραυλῶν.
因此,他有时拉紧他,有时又试图放松他,就像制弦匠对待琴弦筋条那样,小心翼翼不使其绷断。但在安提斯泰尼去世后,狄奥根尼认为其他人皆不配与自己为伍,便迁居科林斯;他在那里既不租房,亦不寄宿在任何主人家中,而是在克拉内昂丛林露天露宿。
ἑώρα γὰρ ὅτι πλεῖστοι ἄνθρωποι ἐκεῖ συνίασι διὰ τοὺς λιμένας καὶ τὰς ἑταίρας, καὶ ὅτι ἡ πόλις ὥσπερ ἐν τριόδῳ τῆς Ἑλλάδος ἔκειτο. δεῖν οὖν τὸν φρόνιμον ἄνδρα,3 ὥσπερ τὸν ἀγαθὸν ἰατρόν, ὅπου πλεῖστοι κάμνουσιν, ἐκεῖσε ἰέναι βοηθήσοντα, οὕτως ὅπου πλεῖστοί εἰσιν ἄφρονες, ἐκεῖ μάλιστα ἐπιδημεῖν, ἐξελέγχοντα καὶ κολάζοντα τὴν ἄνοιαν αὐτῶν.
因为他看到,由于港口和交际花的缘故,最多的人聚集于此,且这座城市宛如位于全希腊的十字路口。因此他认为,正如一个优秀的医者应当奔赴病人最多的地方去施救一样,明智之人也尤其应当常驻于愚人最多的地方,去揭露并惩戒他们的愚妄。
ἐπεὶ δὲ ἧκεν ὁ τῶν Ἰσθμίων χρόνος καὶ πάντες ἦσαν ἐν Ἰσθμῷ, κατέβη καὶ αὐτός. εἰώθει γὰρ ἐπισκοπεῖν ἐν ταῖς πανηγύρεσι τὰς σπουδὰς τῶν ἀνθρώπων καὶ τὰς ἐπιθυμίας καὶ ὧν ἕνεκα ἀδημονοῦσι καὶ ἐπὶ τίσι μέγα φρονοῦσι.
及至地峡运动会的时节到来,所有人都聚集在地峡,他自己也动身下去了。因为在这些盛大的集会中,他向来习惯观察人们的追求与欲望,观察究竟为何事而焦虑,又因何事而狂妄自负。
παρέσχε δὲ καὶ αὑτὸν τῷ βουλομένῳ ἐντυγχάνειν, καὶ ἔλεγε θαυμάζειν ὅτι εἰ μὲν ἔφη ὀδόντας ἰᾶσθαι, πάντες ἂν αὐτῷ προσῇσαν οἱ δεόμενοι ὀδόντα ἐξελέσθαι, καὶ νὴ Δία εἰ ὑπέσχετο ὀφθαλμοὺς θεραπεύειν, πάντες ἂν οἱ ὀφθαλμιῶντες αὑτοὺς ἐπεδείκνυον· ὁμοίως δέ, εἰ σπληνὸς ἢ ποδάγρας ἢ κορύζης εἰδέναι φάρμακον· ἐπεὶ δὲ ἔφη παύσειν τοὺς πεισομένους αὐτῷ ἀγνοίας καὶ πονηρίας καὶ ἀκολασίας, οὐδεὶς αὐτῷ προσεῖχεν οὐδὲ ἐκέλευεν ἰᾶσθαι αὑτόν, οὐδʼ ἂν εἰ πολὺ προσλήψεσθαι ἀργύριον ἔμελλεν, ὡς ἧττον ὑπὸ τούτων ἐνοχλούμενος ἢ χαλεπώτερον ἀνθρώπῳ σπληνὸς ἀνέχεσθαι4 οἰδοῦντος καὶ διεφθαρμένου ὀδόντος ἢ ψυχῆς ἄφρονος καὶ ἀμαθοῦς καὶ δειλῆς καὶ θρασείας καὶ φιληδόνου καὶ ἀνελευθέρου καὶ ὀργίλης καὶ λυπηρᾶς καὶ πανούργου καὶ πάντα τρόπον διεφθαρμένης.
他也使自己随和易近,任由愿意接近的人前来交谈。他说自己感到诧异的是,倘若他声称能医治牙齿,所有需要拔牙的人都会聚集到他身旁;而凭宙斯起誓,倘若他答应医治眼疾,所有患眼疾的人都会前来求诊;若他声称知晓脾脏、痛风或伤风流涕的药方,情形也是如此;然而,当他宣称要使服从他的人摆脱愚昧、奸邪与放荡时,却无一人理会他,亦无人恳求他医治自己,哪怕他们还能额外获得一大笔钱财也是如此——仿佛人们受这些恶德的困扰更少似的,或者仿佛对人而言,忍受脾脏肿胀和牙齿朽烂,倒比忍受一个愚蠢、无知、怯懦、狂妄、嗜欲、卑劣、暴躁、恼人、奸诈且全无完肤的灵魂更为艰难似的。
καὶ δὴ καὶ τότε ἦν περὶ τὸν νεὼν τοῦ Ποσειδῶνος ἀκούειν5 πολλῶν μὲν σοφιστῶν κακοδαιμόνων βοώντων καὶ λοιδορουμένων ἀλλήλοις, καὶ τῶν λεγομένων μαθητῶν ἄλλου ἄλλῳ μαχομένων, πολλῶν δὲ συγγραφέων ἀναγιγνωσκόντων ἀναίσθητα συγγράμματα, πολλῶν δὲ ποιητῶν ποιήματα ᾀδόντων, καὶ τούτους ἐπαινούντων ἑτέρων, πολλῶν δὲ θαυματοποιῶν θαύματα ἐπιδεικνύντων, πολλῶν δὲ τερατοσκόπων τέρατα κρινόντων, μυρίων δὲ ῥητόρων δίκας στρεφόντων, οὐκ ὀλίγων δὲ καπήλων διακαπηλευόντων ὅ,τι τύχοιεν ἕκαστος.
正是在那时,在波塞冬神庙四周,人们可以听见许多可怜的智者在大喊大叫、互相辱骂,他们所谓的门徒彼此争斗,许多历史作家朗读其麻木愚拙的著作,许多诗人高吟诗作而另一些人从旁赞赏,许多魔术戏法师展示奇术,许多占卜术士占解凶兆,无数演说家颠倒讼案,还有不少商贩各自兜售着碰巧到手的货物。
- 8.1καὶ γὰρ Πλάτωνα καὶ Ἀρίστιππον καὶ Αἰσχίνην καὶ Ἀντισθένην καὶ τὸν Μεγαρέα Εὐκλείδην
这一连串宾格专有名词依赖于承前省略了前句的主动词 καταλαμβάνει(遇见、寻见)。由 καὶ γάρ(因为确实)引出的句子具体列举了所遇见的苏格拉底门徒。
- 8.2αὑτοῦ γὰρ οὐκ ἀκούειν φθεγγομένου μέγιστον
该不定式短语承接由 ἔφη 引出的间接引语。不定式 ἀκούειν 的逻辑主语为安提斯泰尼。属格分词短语 αὑτοῦ... φθεγγομένου 作表感官动词 ἀκούειν 的宾格意义属格宾语,意为“因为他虽发出极大的声音,自己却听不见自己”。
- 8.5δεῖν οὖν τὸν φρόνιμον ἄνδρα
不定式 δεῖν 延续了间接引语,受前文 ἑώρα(看到、意识到)或狄奥根尼内心理路推演的统摄,表达其逻辑推论:“因此明智之人应当……”。
- 8.8ὡς ἧττον ὑπὸ τούτων ἐνοχλούμενος ἢ χαλεπώτερον ἀνθρώπῳ σπληνὸς ἀνέχεσθαι
小词 ὡς 引导主观假定或貌似合理的理由(“仿佛……”),后接分词 ἐνοχλούμενος,并通过并列连词 ἢ 串联了由 χαλεπώτερον [ὂν] 引出的不定式短语 ἀνέχεσθαι(忍受肿胀的脾脏比忍受腐败的灵魂更为艰难)。
- 8.9καὶ δὴ καὶ τότε ἦν περὶ τὸν νεὼν τοῦ Ποσειδῶνος ἀκούειν
未完成过去时 ἦν 搭配不定式 ἀκούειν 表示可能性(“可以听见”)。随后出现的一长串“属格名词+分词”(如 πολλῶν μὲν σοφιστῶν... βοώντων 等)皆充当感官动词 ἀκούειν 的听觉属格补足语。
