← 金嘴狄翁

演说集

§6.52-6.62

僭主的恐惧与第欧根尼的安然自足

阐述了僭主因猜忌一切而陷入比坦塔罗斯更深的恐惧与孤立之惨状,并以此与第欧根尼自身无所畏惧、仅凭最简微的食物便能自足自得的逍遥生活形成鲜明对照。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.52

καὶ τοῦτο μὲν τῶν ἐπιτηδείων ἀφθόνων ὄντων δεδοίκασι τοῦ πλήθους τὴν ὕβριν, τοῦτο δὲ εἴ τις ἔνδεια καταλαμβάνοι, τὴν ὀργήν.1 ἡγοῦνται δὲ μήτε ἀποδημεῖν ἀσφαλὲς μήτε μένειν μήτε προϊέναι μήτʼ ἔνδον διαιτᾶσθαι παρʼ αὑτοῖς, ἀλλὰ μηδὲ ἐπιβαίνειν οὗ ἂν ἐπιβαίνωσιν, ἅπαντα δὲ εἶναι μεστὰ ἐνέδρας καὶ δόλων.

一方面,当必需品充盈时,他们畏惧民众的骄横狂妄;另一方面,若遇上匮乏,他们又畏惧民众的愤怒。他们认为无论是外出远行还是驻留居所,无论是前行还是在自家庭院中度日,皆不安全;甚至连踏足自己所踏之处都不安全,只觉处处充斥着埋伏与阴谋。

§6.53

ἀναλογίζεται δὲ ἕκαστος αὐτῶν καὶ τοὺς θανάτους τῶν τυράννων καὶ τὰς ἐπιβουλάς, ὅσαι πώποτε γεγόνασι, καὶ ξύμπαντα ταῦτα ἐφʼ αὑτὸν ἰέναι νομίζει, καὶ οὕτως ἔχει περιφόβως ὡς ξύμπαντας ἐκείνους τοὺς θανάτους ἀποθανούμενος·2 καὶ περιβλέπειν μὲν ἀεὶ καὶ περιστρέφεσθαι βούλεται, πληγήσεσθαι πανταχόθεν οἰόμενος, αὐτὸ δὲ τοῦτο οὐκ ἔξεστι ποιεῖν ὑπὸ αἰσχύνης ἅμα καὶ φόβου.

他们每个人都回想起历来发生的所有僭主的惨死与暗杀密谋,认定这一切都会降临到自己头上,惶恐至极,仿佛自己要将所有那些死法都经历一遍;他总想四处张望、环顾周身,唯恐四面八方都会遭人刺杀,但因羞耻与恐惧交织,他甚至无法做出这种举动。

§6.54

ὅσῳ γὰρ ἂν ἐνδηλότερος ᾖ φοβούμενος ἀνὴρ τύραννος, τοσούτῳ μᾶλλον ἐπιβουλεύουσι καταφρονοῦντες τῆς δειλίας. ὥσπερ οὖν εἴ τις καθείρξειέ τινα ἐν εἱρκτῇ μικρᾷ,τῶν μὲν ἄνωθεν ξιφῶν κρεμαμένων, τῶν δὲ κυκλόθεν περιπεπηγότων, καὶ τούτων ἁπτομένων τοῦ χρωτός· οὕτως οὐ τῷ σώματι μόνον, ἀλλὰ τῇ ψυχῇ τοῦ τυράννου περιπέπηγε τὰ ξίφη, ὥστε τὸν ἐν ᾅδου Τάνταλον, ὅν φασι "κεφαλῆς ὑπερτέλλοντα δειμαίνειν πέτρον, "πολὺ ῥᾷον διάγειν. οὐ γὰρ δὴ ἔτι φοβεῖται ὁ Τάνταλος μὴ ἀποθάνῃ· τῷ δὲ τυράννῳ ζῶντι τοῦτο ξυμβέβηκεν, ὃ ἐκείνῳ νεκρῷ λέγουσιν.

因为一个身为僭主的人,其恐惧越是显露无遗,人们就越因鄙夷其懦弱而加紧密谋。这正如有人将一个人关押在狭小的囚室中,上方悬挂着刀剑,四周密插着利刃,贴近其肌肤一般;不仅肉体如此,僭主的心灵四周同样插满了利刃,以至于在冥府中的坦塔罗斯——人们说他“畏惧着悬覆于头顶的巨石”——活得都要比他轻松得多。因为坦塔罗斯固然再也不必担心自己会死去;但人们所说发生在死后的坦塔罗斯身上的事,却实实在在地发生在了活着的身为僭主的他身上。

§6.56

ὅσοι μὲν οὖν μιᾶς γεγόνασι τύραννοι πόλεως ἢ χώρας ὀλίγης, τούτοις μὲν οὐκ ἀδύνατον ἀποδράντας ἐκ τῆς ἀρχῆς ἀλλαχόσε ποι καταφυγόντας ζῆν· καίτοι οὐδεὶς ἄνδρα ἀγαπᾷ τύραννον,ἀλλὰ μισοῦσί τε καὶ ὑποπτεύουσι καὶ ῥᾳδίως ἐκδιδόασι τοῖς ἠδικημένοις· ὅσοι δὲ πολλῶν πόλεων ἄρχουσι καὶ ἐθνῶν καὶ ἀπείρου γῆς, ὥσπερ ὁ τῶν Περσῶν βασιλεύς, τούτοις δὲ οὐδʼ ἄν ποτε παραστῇ συνεῖναι τῶν κακῶν κἂν θεῶν τις ἀφέλῃ τὴν ἄγνοιαν αὐτῶν, οὐ δυνατὸν ἐκφυγεῖν.3

因此,凡是成为单一城邦或狭小地域之僭主的人,倒不是不可能弃政逃亡、避居他乡以求生存;尽管没有人会爱戴僭主,反而都憎恨并怀疑他们,极易将他们引渡给受害者;然而对于统治着众多城邦、民族和广袤大地的君主而言,正如波斯国王那般,即便他们有朝一日意识到自身的灾祸,哪怕有某位神明除去了他们的蒙昧,他们也绝无逃脱的可能。

§6.57

δοκεῖ δὲ οὐδέποτε ἂν ἀσφαλῶς ζῆν,οὐδʼ εἰ χαλκοῦς ἢ σιδηροῦς γένοιτο, ἀλλὰ καὶ οὕτως ἂν κατακοπεὶς ἢ καταχωνευθεὶς ἀπολέσθαι. ἐὰν μὲν οὖν τις αὐτῷ διαλέγηται θαρρῶν, ὁ δὲ ὀργίζεται καὶ δέδοικε τὴν παρρησίαν· ἐὰν δὲ θεραπεύων καὶ ὑποκατακλινόμενος, ὑποπτεύει τὴν θεραπείαν.

在他看来,即便自己化作青铜或生铁,也绝不可能安全度日,反而依然会因被剁碎或被熔化而丧命。因此,若有人毫无畏惧地同他交谈,他便恼羞成怒并畏惧其直言不讳;若有人奉承阿谀、俯首帖耳,他又怀疑其侍奉包藏祸心。

§6.58

καὶ ὑπὸ μὲν τῶν ἐλευθερίως προσερχομένων οἴεται ὑβρίζεσθαι, ὑπὸ δὲ τῶν ταπεινοτέρων ἐξαπατᾶσθαι. καὶ λοιδορούμενος μὲν πολλαπλασίως ἀνιᾶται ἢ ἄλλος, ὅτι δὴ τύραννος ὢν ἀκούει κακῶς· ἐπαινούμενος δὲ οὐχ ἥδεται· οὐ γὰρ φρονοῦντας οὕτως οἴεται λέγειν.

他以为以体面态度前来的人是在傲慢地侮辱他,而谦卑微贱之人则是在欺瞒他。他被人辱骂时,所受的苦恼远胜他人百倍,因为他身居僭主之位却遭人非议;而遭人赞美时他亦不悦,因为他认为人们并非出于真心才这般言说。

§6.59

τοῦ δὲ καλλίστου καὶ λυσιτελεστάτου κτήματος ἁπάντων ἐστὶν ἀπορώτατος· εὐνοίας γὰρ καὶ φιλίας ἐλπίσαι οὐδὲν δύναται παρʼ οὐδενός, ἀλλὰ πρότερον τοὺς ἀγρίους λέοντας οἱ τρέφοντες ἀγαπήσουσιν ἢ τοὺς τυράννους οἱ θεραπεύοντες καὶ προσιόντες.

而在世间一切最美好、最有利的财富上,他却是最为匮乏的:因为他绝不可能从任何人那里指望得到善意与友谊,倒不如说饲养凶猛狮子的人爱上狮子,还会先于侍奉并亲近僭主的人爱戴僭主。

§6.60

ἐγὼ δὲ βαδίζω μὲν ὅποι βούλομαι, φησί, νύκτωρ, βαδίζω δὲ μεθʼ ἡμέραν μόνος, θαρρῶ δέ, εἰ δέοι, καὶ διὰ στρατοπέδου πορευόμενος ἄνευ κηρυκείου καὶ διὰ λῃστῶν· οὐδεὶς γὰρ ἐμοὶ πολέμιος οὐδὲ ἐχθρός ἐστι βαδίζοντι. ἂν δὲ ἅπας μὲν ἐκλίπῃ ὁ χρυσός, ἅπας δὲ ὁ ἄργυρος, ἅπας δὲ ὁ χαλκός, οὐκ ἂν ἐγὼ βλαβείην οὐδὲ μικρόν.

“然而我,”他说,“夜间爱去哪儿就去哪儿,白天亦独自独行;若有需要,我甚至敢在没有传令官节杖的情况下穿过军营,穿行于强盗之间;因为对我这样一个行路之人,无人怀有敌意或视如仇敌。即便世间所有的黄金、所有的白银、所有的青铜都消耗殆尽,我亦不会受到丝毫损害。

§6.61

ἐὰν δὲ ἅπασαι μὲν αἱ οἰκίαι πέσωσιν ὑπὸ σεισμοῦ, καθάπερ ἐν Σπάρτῃ ποτέ, καὶ πάντα διαφθαρῇ τὰ πρόβατα, ὡς μηδένα ἐσθῆτος εὐπορῆσαι, μὴ μόνον δὲ τὴν Ἀττικήν, ἀλλὰ καὶ Βοιωτίαν καὶ Πελοπόννησον καὶ Θετταλίαν ἀπορία καταλάβῃ, ὥσπερ ἤδη πρότερόν φασιν, οὐδὲν ἐγὼ χεῖρον οὐδὲ ἀπορώτερον βιώσομαι.

倘若所有房屋都因地震而坍塌,正如昔日在斯巴达发生的那样,所有的羊群尽皆覆灭,以致无人备有衣物,而且不仅阿提卡,连波奥提亚、伯罗奔尼撒与色萨利都陷入传闻昔日曾有的匮乏,我也绝不会过得更加糟糕,亦不会陷入更大的困厄。

§6.62

παρὰ πόσον μὲν γὰρ ἔσομαι γυμνότερος τοῦ νῦν, πόσῳ δὲ ἀοικότερος;4 ἱκανὰ δέ μοι τροφὴν παρασχεῖν καὶ μῆλα καὶ κέγχροι καὶ κριθαὶ καὶ ὄροβοι καὶ τὰ εὐτελέστατα τῶν ὀσπρίων καὶ φηγὸς ὑπὸ τῇ τέφρᾳ καὶ ὁ τῆς κρανείας καρπός, ᾗ φησιν Ὅμηρος εὐωχεῖν τοὺς τοῦ Ὀδυσσέως ἑταίρους τὴν Κίρκην, ὑφʼ ὧν ἀντέχει τρεφόμενα καὶ τὰ μέγιστα θηρία.

因为比起如今,我还能赤贫到何种程度,还能更无家可归到何种地步?无论是苹果、小米、大麦、苦野豌豆,还是最廉价的豆类,灰烬下的山毛榉子,乃至荷马所说喀耳刻用来款待奥德修斯同伴的山茱萸果,都足以供我充饥,而即便最庞大的野兽靠吞食这些也能维系生命。”

语法注4 条
  1. 6.52καὶ τοῦτο μὲν τῶν ἐπιτηδείων ἀφθόνων ὄντων δεδοίκασι τοῦ πλήθους τὴν ὕβριν, τοῦτο δὲ εἴ τις ἔνδεια καταλαμβάνοι, τὴν ὀργήν.

    此处运用了副词性宾格的相关搭配 τοῦτο μέν ... τοῦτο δέ(“一方面……另一方面……”),将两种互相对立的情形及僭主相应的恐惧并置起来。前者由属格独立结构 τῶν ἐπιτηδείων ἀφθόνων ὄντων 引出,后者由祈愿气条件的从句 εἴ τις ἔνδεια καταλαμβάνοι(表潜在或假设的复发情况)引导,二者均作主句动词 δεδοίκασι 的管辖对象,宾语分别是 τοῦ πλήθους τὴν ὕβριν 与 τὴν ὀργήν。

  2. 6.53ὡς ξύμπαντας ἐκείνους τοὺς θανάτους ἀποθανούμενος

    连词 ὡς 与将来分词 ἀποθανούμενος 结合,表主观认定或恐惧心态(“仿佛将要死去”),后接同源宾格(或内面宾格)ξύμπαντας ἐκείνους τοὺς θανάτους(“历数所有那些死法”)。该句式极度强化了僭主神经质的病态心理,仿佛自己要将历代僭主遭遇过的每一种横死都在自己身上经受一遍。

  3. 6.56τούτοις δὲ οὐδʼ ἄν ποτε παραστῇ συνεῖναι τῶν κακῶν κἂν θεῶν τις ἀφέλῃ τὴν ἄγνοιαν αὐτῶν, οὐ δυνατὸν ἐκφυγεῖν.

    句首的与格 τούτοις(“对于这些人而言”)在句法上悬吊修饰句末非人称判断句 οὐ δυνατὸν [ἐστιν] ἐκφυγεῖν。由于句中插入了双重让步/条件从句(οὐδʼ ἄν ποτε παραστῇ... κἂν... ἀφέλῃ),主句的否定语义在末尾被 οὐ δυνατὸν 再次呼应重复。

  4. 6.62παρὰ πόσον μὲν γὰρ ἔσομαι γυμνότερος τοῦ νῦν, πόσῳ δὲ ἀοικότερος;

    在两个并列的反问句中,用来修饰比较级(γυμνότερος, ἀοικότερος)程度差异的成分采用了不同的句法结构:前者为介词短语 παρὰ πόσον(“相差多少”),后者为表程度差别的工具与格 πόσῳ(“差多少”)。在修辞上强调第欧根尼自身早已身无长物,无论外界如何发生天灾饥荒,都绝不可能比现在更加赤贫或更加无家可归。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:6.52-6.62