← 金嘴狄翁

演说集

§77_78.38-77_78.45

哲人的自律与拯救灵魂的直言规诫

论者指出,哲人即便遭人误解嘲弄,也应坚守自律与理性自由,并以良医动刀火灼及赫拉克勒斯设薪自焚为例,主张应当以毫无掩饰的严厉直言去规谏挽救众人的灵魂,尤其是自己最亲近之人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77_78.38

αὐτὸς δὲ τὸ καθ’ αὑτὸν πειράσεται διαφυλάττειν εὐσχημόνως καὶ βεβαίως, μηδέποτε λείπων τὴν αὑτοῦ τάξιν, ἀρετὴν δὲ καὶ σωφροσύνην τιμῶν ἀεὶ καὶ αὔξων καὶ πάντας ἐπὶ ταῦτα ἄγων, τὰ μὲν πείθων καὶ παρακαλῶν, τὰ δὲ λοιδορούμενος καὶ ὀνειδίζων,1 εἴ τινα δύναιτο ἐξελέσθαι2 ἀφροσύνης καὶ φαύλων ἐπιθυμιῶν καὶ ἀκρασίας καὶ τρυφῆς, ἰδίᾳ ἕκαστον ἀπολαμβάνων καὶ ἀθρόους νουθετῶν, ὁσάκις ἂν καιροῦ τύχῃ τινός, "ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι,"

然而,他自己将努力体面而坚定地坚守本分,绝不擅离自己的岗位,始终尊崇并弘扬美德与节制,引导所有人走向这些——时而说服劝勉,时而呵斥责备,以求若有可能将某人从愚昧、卑劣的欲望、放荡和奢华中拯救出来;每当获得某种时机,便单独找每个人交谈,或向聚在一起的众人提出规戒: “对这人以温和的言辞,对那人以严厉的话语,”

§77_78.39

μέχρι ἂν οἶμαι διέλθῃ τὸν βίον κηδόμενος ἀνθρώπων, οὐ βοῶν οὐδὲ ἵππων οὐδὲ καμήλων τε καὶ οἰκημάτων, ὑγιὴς μὲν ἐν λόγοις, ὑγιὴς δὲ ἐν ἔργοις, ἀβλαβὴς μὲν συνοδοιπόρος ὅτῳ γένοιτο ἢ σύμπλους, ἀγαθὸς δὲ σύμβολος θύουσι φανείς, οὐ στάσιν ἐγείρων οὐδὲ πλεονεξίαν οὐδὲ ἔριδας καὶ φθόνους καὶ αἰσχρὰ κέρδη, σωφροσύνης δὲ ὑπομιμνήσκων καὶ δικαιοσύνης καὶ ὁμόνοιαν αὔξων, ἀπληστίαν δὲ καὶ ἀναίδειαν καὶ μαλακίαν ἐξελαύνων ὅσον δυνατόν, πολὺ τῶν σπονδοφόρων καὶ τῶν κηρύκων τῶν ἐν τοῖς πολέμοις ἐκεχειρίας κομιζόντων ἱερώτερος.

我想,直至度过一生,他都将这样关怀人类,而非关怀牛马、骆驼或宅第;他言谈健康,行为健全;无论与谁结伴同行或同船渡海,皆为无害的旅伴;显现在祭祀者面前,则是吉利的征兆;不煽动党争、贪婪、争斗、嫉妒与卑鄙之利,而是提醒人们铭记节制与公正,增进融洽和睦,尽一切可能驱逐贪得无厌、不知羞耻与软弱放纵,远比战时传递休战协议的停战使者和传令官更为神圣。

§77_78.40

βούλεται μὲν οὖν καὶ προθυμεῖται καθ’ ὅσον οἷός τέ ἐστι βοηθεῖν ἅπασιν· ἡττᾶται δ’ ἑτέρων ἐνίοτε ἀνθρώπων καὶ ἐπιτηδευμάτων καὶ οὐδὲν ἢ μικρὸν ἰσχύει παντελῶς. λοιπὸν δὲ τὴν αὑτοῦ διάνοιαν καθαίρει τῷ λόγῳ καὶ πειρᾶται παρέχειν ἀδούλευτον, πολὺ μᾶλλον περὶ τῆς ἐλευθερίας μαχόμενος ἡδοναῖς τε καὶ δόξαις καὶ ἀνθρώποις ἅπασι μετ’ ὀλίγων τῶν βουλομένων ἢ Λακεδαιμόνιοί ποτε τὰ στενὰ καταλαβόντες ἐμάχοντο πρὸς ἅπαντας τοὺς ἐκ τῆς Ἀσίας, ὀλίγοι τὸν ἀριθμὸν ὄντες, τρεῖς ἐφεξῆς νύκτας τε καὶ ἡμέρας, μέχρι κυκλωθέντες δι’ ἑνὸς ἀνδρὸς προδοσίαν ἐν ταὐτῷ μένοντες κατεκόπησαν·

因此,他确实愿意并渴望尽其所能援助所有人;但有时他也会受制于他人与习俗,变得完全无能为力或仅存微薄之力。在此情形下,他便用理性洗涤自己的心智,努力使其不受奴役,与少数志同道合者一起,为了自由而与享乐、虚名及所有世人抗争,这远甚于当年斯巴达人扼守狭隘隘口,以少数之众连续三日三夜抗击来自全亚洲的大军,直至因一人的背叛而被合围、坚守原地力战身亡。

§77_78.41

τὸ δὲ σῶμα ἀσκῶν καὶ συνεθίζων κατὰ τὴν ἑαυτοῦ δύναμιν πονεῖν, οὐκ ἐᾷ θρύπτεσθαι λουτροῖς τε καὶ ἀλείμμασι καὶ μύροις, μέχρι ἂν γένηται μαλακώτερον καὶ σαθρότερον, ὥσπερ κακὸν σκεῦος. ταῦτα δὲ ὁρῶντες ἔνιοι δι’ εὐήθειαν αὐτὸν ἐπιτηδεύειν καὶ ἀφροσύνην φασί, τὸ πλουτεῖν ἐάσαντα καὶ τὸ τιμᾶσθαι καὶ τὸ διὰ παντὸς ἥδεσθαι, καὶ καταφρονοῦσι καὶ μαίνεσθαι νομίζουσι καὶ ἀτιμάζουσιν.

他又锻炼身体,使其依自身能力习惯劳作,不容其因沐浴、涂油与香膏而变得骄奢糜烂,免得如残损器皿般变得软弱脆弱。见此情形,有些人便说他是出于愚钝与昏聩才如此行事,竟然放弃致富、受人尊敬以及终身享乐;他们鄙视他,视其为疯癫,并加以侮辱。

§77_78.42

ὁ δὲ οὐκ ὀργίζεται πρὸς αὐτοὺς οὐδ’ ἔχει χαλεπῶς, ἀλλ’ ἔστιν οἶμαι καὶ πατρὸς εὐνούστερος ἑκάστῳ καὶ ἀδελφῶν καὶ φίλων, καὶ δὴ καὶ τοὺς πολίτας τοὺς αὑτοῦ καὶ φίλους καὶ συγγενεῖς αἰδούμενος μέν, οὐκ ἀποκρυπτόμενος δὲ νουθετεῖ τοσούτῳ μᾶλλον ὅσον τῶν ἄλλων οἰκειοτέρους τε καὶ ἀναγκαιοτέρους νενόμικεν, ὡς οἷόν τε ἐπιτείνας τοὺς λόγους καὶ σφοδροτέραν τὴν νουθεσίαν καὶ παρακέλευσιν ποιούμενος, αὑτῷ τε κἀκείνοις.

然而,他既不对他们发怒,也不怀怨恨,反而我想他对每个人都比父亲、兄弟和朋友更为友善;正因如此,虽然他对自己的城邦同胞、朋友和亲族心怀敬意,但规劝起来却毫无隐瞒,并且越是认为他们比别人更亲近、更不可或缺,就越是尽可能加重言辞的分量,对自己和他们施以更加严厉的规劝与激励。

§77_78.43

οὐδὲ γὰρ ἰατρός, ὅτῳ ἀνάγκη πατέρα ἢ μητέρα ἢ τοὺς ἑαυτοῦ παῖδας ἰᾶσθαι νοσοῦντας ἢ καὶ αὑτὸν διὰ σπάνιν τε καὶ ἐρημίαν ἄλλων ἰατρῶν, εἰ δέοι τέμνειν ἢ καίειν, ὅτι φιλεῖ τὰ τέκνα καὶ τὸν πατέρα αἰσχύνεται καὶ τὴν μητέρα, διὰ τοῦτο ἀμβλυτέρῳ τῷ σιδήρῳ τέμοι ἂν καὶ χλιαρωτέρῳ τῷ πυρὶ καίοι,3 τοὐναντίον δὲ ὡς οἷόν τε ἰσχύοντι καὶ ἀκμαίῳ.

因为,没有任何一个医生在因缺乏其他医生而不得不为患病的父母、自己的儿女乃至自己医治时,若需开刀或烧灼,会因为疼爱子女、敬畏父母,就用更钝的铁刀去切割,或用微温的火去烧灼;恰恰相反,他必会使用尽可能锋利有效之物。

§77_78.44

τὸν γοῦν Ἡρακλέα φασίν, ἐπειδὴ οὐκ ἐδύνατο ἰάσασθαι τὸ σῶμα ὑπὸ νόσου δεινῆς κατεχόμενον, τοὺς υἱοὺς καλέσαι πρώτους κελεύοντα ὑποπρῆσαι λαμπροτάτῳ πυρί· τῶν δὲ ὀκνούντων καὶ ἀποστρεφομένων, λοιδορεῖν αὐτοὺς ὡς μαλακούς τε καὶ ἀναξίους αὑτοῦ καὶ τῇ μητρὶ μᾶλλον ἐοικότας, λέγοντα, ὡς ὁ ποιητής φησι, ποῖ μεταστρέφεσθ̓, ὦ κακοὶ καὶ ἀνάξιοι τῆς ἐμῆς σπορᾶς, Αἰτωλίδος ἀγάλματα μητρός;

据说,赫拉克勒斯在无法医治被可怕疾病折磨的身体时,首先召来儿子们,命令他们用最炽烈的烈火从下方焚烧;见他们退缩转身,便斥责他们软弱无能、不配为自己的后代,反倒更像其母亲,正如诗人所言:“你们转身往何处去,我血脉中卑劣不肖之徒,让埃托利亚母亲欣喜的化身?”

§77_78.45

οὐκοῦν αὑτῷ πρώτῳ χρὴ καὶ τοῖς φιλτάτοις καὶ ἐγγυτάτω μετὰ πλείστης παρρησίας τε καὶ ἐλευθερίας προσφέρεσθαι, μηδὲν ἀποκνοῦντα μηδὲ ὑφιέμενον ἐν τοῖς λόγοις. πολὺ γὰρ χεῖρον διεφθαρμένου σώματος καὶ νοσοῦντος ψυχὴ διεφθαρμένη, μὰ Δία οὐχ ὑπὸ φαρμάκων χριστῶν ἢ ποτῶν οὐδὲ ὑπὸ ἰοῦ τινος διεσθίοντος, ἀλλ’ ὑπό τε ἀγνοίας καὶ πονηρίας καὶ ὕβρεως καὶ φθόνου δὴ καὶ λύπης καὶ μυρίων ἐπιθυμιῶν. τοῦτο τὸ νόσημα καὶ τὸ πάθος χαλεπώτερον ἐκείνου καὶ πολὺ μείζονος καὶ λαμπροτέρου δεόμενον ἐμπρησμοῦ· ἐφ’ ἣν ἴασιν καὶ ἀπόλυσιν χρὴ παρακαλεῖν ἀπροφασίστως καὶ πατέρα καὶ υἱὸν καὶ ξυγγενῆ καὶ ἀλλότριον καὶ πολίτην καὶ ξένον.

因此,人首先应当对自己,其次应当对最亲爱、最切近的人,以极大的坦诚与自由相待,在言辞上绝不退缩退让。因为比起受损患病的肉体,受损的灵魂要糟糕得多——指宙斯起誓,这灵魂绝非被涂抹的药膏、服下的药水或腐蚀性的毒液所害,而是受害于无知、邪恶、傲慢、嫉妒、悲伤以及无数的欲念。这桩疾苦与折磨比肉体之病更难以忍受,需要更大更炽烈的烈火焚灼;无论是父亲还是儿子,亲族还是外人,同胞公民还是异邦过客,人们都应毫不推诿地呼吁他们前来接受这种医治与解脱。

语法注3 条
  1. 77_78.38τὰ μὲν πείθων καὶ παρακαλῶν, τὰ δὲ λοιδορούμενος καὶ ὀνειδίζων

    短语 τὰ μέν ... τὰ δέ 用作副词性宾格,意为“一方面……另一方面……”或“时而……时而……”,修饰分词 πείθων、παρακαλῶν 以及 λοιδορούμενος、ὀνειδίζων,表示在劝导时因势交替采取温和与严厉的手段。

  2. 77_78.38εἴ τινα δύναιτο ἐξελέσθαι

    连词 εἰ 引导带有希求法 δύναιτο 的条件从句,表达目的或企图的期待(“寄望于能否救拔某人”),体现主导动词与分词所蕴含的意图与尝试。

  3. 77_78.43ἀμβλυτέρῳ τῷ σιδήρῳ τέμοι ἂν καὶ χλιαρωτέρῳ τῷ πυρὶ καίοι

    比较级形容词 ἀμβλυτέρῳ 与 χλιαρωτέρῳ 处于冠词 τῷ 之前的述谓位置,修饰工具与格 σιδήρῳ 和 πυρί,表达述谓性的状态:“使用变钝了的刀刃切割,用温吞的火烧灼”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:77_78.38-77_78.45