- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:77_78.6-77_78.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥以航海中的水手、舵手以及城中的医生为例,指出在危难之际同行业者非但不是仇敌反而是不可或缺的救星,并援引名医德摩刻得斯治愈大流士王并拯救同行免遭处决的典故,反驳了赫西俄德关于同业必相妒的论点。
οὐκοῦν περὶ πάντων αὐτὸν ἑνὶ λόγῳ φῶμεν ἐν βραχεῖ λέγειν οὕτως τῶν ὁμοτέχνων, ὡς οὔτε φιλούντων αὑτοὺς οὔτε λυσιτελούντων ἀλλήλοις; — Πάνυ μὲν οὖν. — Δ. Φέρε δὴ πρὸς θεῶν, ἡ ναυτικὴ τέχνη ἐστίν, ἢ ἧττόν τι τῆς κεραμευτικῆς ἢ τῆς μαγειρικῆς τυγχάνοι ἂν τοῦδε τοῦ ὀνόματος; — Οὐχ ἧττον ἴσως. — Δ. Ἆρ’ οὖν ἐν νηὶ μεγάλῃ πολλὰ ἱστία ἐχούσῃ καὶ φόρτον πολὺν καὶ ἀνθρώπων ἐπιβατῶν ὅμιλον εἷς ναύτης καλῶς πράττοι ἄν, καὶ συμφέροι αὐτῷ μηδένα ἄλλον ἐν τῇ νηὶ πλεῖν μήτε μᾶλλον αὐτοῦ μήτε ἔλαττον ἐπιστάμενον τὰ ναυτικά· ἂν δὲ πολλοὶ ὦσιν, ἀσύμφοροι ἀλλήλοις ἔσονται καὶ πρὸς βλάβης, καὶ διὰ τοῦτο ἐν νηὶ μισοῦσιν ἀλλήλους οἱ πλείονες ναῦται; — Τοῦτο μὲν ἕτερον τὸ τῶν ναυτῶν.
狄奥:那么,我们是否可以一言以蔽之,说他简要地针对所有同业者作出了这样的论断,认为他们彼此既不相爱,也互无益处? 对话者:正是如此。 狄奥:请凭诸神起誓告诉我,航海术算是一门技艺吗?抑或它比陶艺或烹饪之术更不配得到这称号? 对话者:或许并不逊色。 狄奥:那么在一艘扬着多张帆、载有重货并有一大群乘客的大船上,单靠一名水手能够应付得好吗?在船上没有任何别的对航海之事比他更精通或更不精通的人一同航行,难道对他是有利的吗?若是有许多水手,他们彼此之间就会互不相容并造成危害,而多数水手在船上正是因此才互相怨恨吗? 对话者:水手的事是另一回事。
ἀλλὰ κυβερνήτης γε οἶμαι κυβερνήτην οὐκ ἂν ἥδοιτο ὁρῶν συμπλέοντα αὑτῷ. — Δ. Πότερον ὅταν χειμὼν ἰσχυρὸς ᾖ καὶ μὴ κατισχύῃ τοῖν πηδαλίοιν ἑκατέρου διὰ γῆρας ἢ διὰ βίαν τῆς θαλάττης, οὐδὲ τότε φιλεῖ κυβερνήτην ἄλλον οὐδ’ εὔχεται φαίνεσθαι τὸν διαδεξόμενον, οὐδ’ ὅταν κατακοιμηθῆναι δέηται, πολλὰς ἐφεξῆς ἀγρυπνῶν νύκτας καὶ ἡμέρας, ἀλλὰ καὶ τότε ὁμοίως μισεῖ καὶ ζημίαν αὑτοῦ νενόμικεν, εἰ κυβερνήτης ἐν τῇ νηὶ ἕτερός ἐστιν; — Οὐκ ἂν ἴσως τότε μισοῖ· πῶς γὰρ; ἀλλ’ ἡμεῖς οὐ περὶ ναυτιλίας οὐδὲ περὶ τῶν ἐν θαλάττῃ λέγομεν. —
然而依我看来,舵手若见到另一个舵手与自己同船共济,绝不会感到高兴。 狄奥:那么,当狂风暴雨大作,且他因年老或风浪凶猛而无力掌控双舵中的任一只时,难道在那时他也不会喜爱另一位舵手,不祈求出现一人来接替他吗?或者当他连续多日昼夜不眠而急需合眼睡去时,难道在那时他也会同样怨恨,并将船上有另一名舵手视为自己的损失吗? 对话者:在那种情形下,他或许不会怨恨;因为他怎会怨恨呢?但我们讨论的既非航海,亦非海上之人。
Δ. Εἶεν· οὐκοῦν ὅ γε ἰατρὸς ἐπὶ γῆς ἰᾶται καὶ τέχνην οὐδὲν ἐλάττονα ἔχει τῶν τεκτόνων. — Τί οὖν δὴ τοῦτο; — Δ. Ἆρά γε δοκεῖ σοι βούλεσθαι μόνος ἂν εἶναι1 τὴν τέχνην ἐπιστάμενος ἐν πόλει τηλικαύτῃ τὸ μέγεθος, καὶ ταῦτα πολλῶν νοσούντων; — Τί δὲ κωλύει βούλεσθαι μόνον εἶναι; τοῖς μὲν γὰρ ἄλλοις ἴσως χεῖρον οὐ δυναμένοις ὑφ’ ἑνὸς ἰατρεύεσθαι· τὸ δέ γε ἐκείνου τιμιώτερον οὕτως. οὐδὲ γὰρ εἰπεῖν ἔστιν ἡλίκων ἂν καὶ ὅσων μισθῶν τυγχάνοι μόνος ἐν τοσούτοις νοσοῦσιν ἱκανὸς ὢν ἰᾶσθαι. — Δ. Ἀλλ’ οὐ μαινόμενον ἰατρὸν λέγω σοι. —
狄奥:好吧;然而医生是在陆上治病,且拥有一门绝不下于木匠的技艺。 对话者:那又如何呢? 狄奥:在你看来,在一座如此规模的大城之中,尤其是在有众多病患的情况下,他会希望自己成为唯一通晓这门技艺的人吗? 对话者:有什么能妨碍他希望自己成为唯一的人呢?因为对于其他人而言,因无法全由一人诊治,处境或许会更糟;但他的地位却正因如此而更为尊贵。在如此多的病患中,唯有他一人有能力医治,他所能获得的酬劳是多么巨额丰厚,简直无法言表。 狄奥:但我对你所说的,可不是发疯的医生。
Τί δέ; μαινομένου σοι δοκεῖ τὸ ἐπιθυμεῖν σφόδρα τιμᾶσθαι καὶ πολλὰ χρήματα λαμβάνειν; — Δ. Ὅταν γε αὐτὸς ὑπὸ ληθάργου ἐχόμενος ἢ φρενίτιδι περιπεσὼν χαίρῃ, ὅτι οὐδένα ἔχει τὸν ἰασόμενον οὐδὲ τὸν δώσοντα μανδραγόραν πιεῖν ἢ ἄλλο φάρμακον ὑγιεινόν, ἵνα δὴ μόνος ἔχῃ τοὺς ἐν τῇ πόλει μισθούς τε καὶ τιμάς. εἰ δὲ δὴ σὺν αὐτῷ καὶ τὰ παιδία νοσοῖ καὶ ἡ γυνὴ καὶ οἱ φίλοι πάντες ἐπισφαλῶς, ἆρα καὶ τότε εὔχοιτ’ ἂν μηθένα ἄλλον ἰατρὸν εὑρεθῆναι τὸν βοηθήσοντα· ἐὰν δὲ φανῇ τις, κατὰ τὸν Ἡσίοδον κοτέειν μέλλει καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν αὑτοῦ σωτῆρα καὶ τῶν φιλτάτων;
对话者:怎么说?极度渴望受到尊崇并获取丰厚财物,在你看来难道是疯子的行径吗? 狄奥:当他自己患上嗜睡症或陷入脑炎狂乱之中,却因为没有一个人来医治自己,也没有人端来曼陀罗药水或其他益于健康的药物而暗自庆幸——只为了能在城中独揽酬劳与尊荣时,这难道还不是疯子吗?设若连同他自己在内,他的孩子、妻子以及所有的朋友都病入膏肓,难道在那时他也还会祈求找不到任何别的医生前来相救吗?而如果真有一人出现,难道他竟会按照赫西俄德所说的那样怀恨在心,将自己与至亲之人的救命恩人视为仇敌吗?
φέρε, ἐὰν δὲ συμβῇ πρᾶγμα τοιοῦτον ὁποῖόν ποτε συνέτυχε περὶ τοὺς Αἰγυπτίους ἰατρούς· ἐκεῖνοι γὰρ ἰώμενοι Δαρεῖον τὸν Πέρσην, ὡς ἔτυχεν αὐτῷ πεσόντι ἀπὸ τοῦ ἵππου μεταχωρήσας ὁ ἀστράγαλος,2 οὐχ οἷοί τε ἦσαν ἰᾶσθαι κατὰ τὴν αὑτῶν τέχνην, ἀλλ’ εἰς ἀγρυπνίας τε καὶ ἀλγηδόνας δεινὰς ἐνέβαλον αὐτόν, ἕλκοντες καὶ βιαζόμενοι τὸ ἄρθρον. τούτους μὲν οὖν ἐκέλευσε φυλάττειν, ὅπως ἀποθάνοιεν στρεβλωθέντες. πυθόμενος δ’ ἐν τοῖς αἰχμαλώτοις εἶναί τινα Ἕλληνα ἐπιχειροῦντα ἰᾶσθαι, καλέσας αὐτὸν ὑπὸ ἀμηχανίας ἐκέλευσεν, εἴ τι ἔχοι, βοηθεῖν.
且说,倘若发生了曾经临到那些埃及医生身上的那种事,又当如何?他们在医治波斯王大流士时——因为大流士从马上坠落,脚踝碰巧脱臼——无法凭自己的医术使其痊愈,反而因拉扯和强扭关节,使大流士陷入失眠与剧痛之中。于是大流士下令将他们看管起来,以便用酷刑折磨处死。但他打听到战俘中有一名希腊人试图行医,走投无路之下便召见了他,命他若有法子便施以救治。
ἦν δὲ ἄρα Δημοκήδης ὁ Κροτωνιάτης, ὅσπερ ἄριστος ἐδόκει τῶν τότε ἐν τοῖς Ἕλλησιν ἰατρῶν· ὃς καὶ παραχρῆμα μὲν καθυπνῶσαι αὐτὸν ἐποίησεν, εἶτα καταπλάττων καὶ καταιονῶν καὶ τἄλλα ἐπιμεληθεὶς ὀλίγων ἡμερῶν ὑγιῆ ἀπέδειξεν. κελεύσαντος δὲ Δαρείου λαβεῖν ὅ,τι βούλεται, τοὺς ἰατροὺς παρῃτήσατο ἀφεῖναι αὐτόν.3 καὶ μέντοι ἀφείθησαν, ἐκείνου δεηθέντος. πότερον οὖν τότε ἐφθόνουν τῷ Δημοκήδει καὶ ἐχθρὸν ἡγοῦντο, ᾗ φησιν Ἡσίοδος ἐπὶ τῶν κεραμέων ἢ τεκτόνων, λυσιτελεῖν νομίζοντες αὑτοῖς, εἰ μηδεὶς ἄλλος ἰατρὸς ἐφάνη βασιλέα ἰασάμενος, ἢ σφόδρα ἠγάπων καὶ χάριν ᾔδεσαν; —
此人原来正是克罗同的德摩刻得斯,他被公认为当时希腊人中最优秀的医生。他立刻让大流士安然入睡,随后通过敷药、热敷以及其他悉心照料,在数日之内便使大流士恢复了健康。在大流士命他任意索取奖赏时,他却请求大流士赦免那些医生。借由他的恳求,他们果然被赦免了。那么在当时,他们难道会像赫西俄德谈论陶匠或木匠那样嫉妒德摩刻得斯并将其视为仇敌,认为若没有别的医生前来医治国王对自己便是有利的吗?抑或是对他深怀爱戴与感激?
- 77_78.8βούλεσθαι μόνος ἂν εἶναι
虚词 ἄν 与不定式 βούλεσθαι(或逻辑上与 εἶναι)连用,表示潜在语气(直接引语中相当于 βούλοιτο ἄν)。表语形容词 μόνος 与不定式的逻辑主语(“医生”)同格,采用主格形式。
- 77_78.10ὡς ἔτυχεν αὐτῷ πεσόντι ἀπὸ τοῦ ἵππου μεταχωρήσας ὁ ἀστράγαλος
此处使用了 τυγχάνω 连同分词(μεταχωρήσας)的句式,意为“脚踝碰巧脱臼”。与格 αὐτῷ πεσόντι 在 ὡς 引出的从属句中充当关涉或不利与格(“对于从马上跌落的他而言”)。
- 77_78.11τοὺς ἰατροὺς παρῃτήσατο ἀφεῖναι αὐτόν
动词 παραιτέομαι 在此带被请托者的宾格 αὐτόν(指大流士)和表示请求内容的不定式 ἀφεῖναι,τοὺς ἰατροὺς 则作不定式的宾语,意为“他请求他(大流士)释放那些医生”。
