← 金嘴狄翁

演说集

§77_78.12-77_78.18

同业嫉妒的荒谬与贤者绝不嫉妒的理由

通过军械工匠的例子指出同业工匠的匮乏将招致毁灭,以此揭示赫西俄德式嫉妒的荒谬,并论述认识美德与真正价值的明智之人绝不会嫉妒财富与来自大众的名望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77_78.12

Εἰκὸς μὲν ἦν χάριν εἰδέναι. — Δ. Καὶ μὴν θωρακοποιοί εἰσιν ἐν ταῖς πόλεσι καὶ κρανοποιοὶ καὶ δορυξόοι καὶ ἕτεροι πλείους· εἰ οὖν τούτοις λυσιτελεῖ ἕνα ἕκαστον ἐν ἑκάστῃ τῶν πόλεων εἶναι τῆς τέχνης δημιουργὸν μᾶλλον ἢ τοὺς ἱκανούς, ἡδέως ἔγωγ’ ἂν πυθοίμην. δῆλον γὰρ ὡς πολεμίων ἐπιόντων, καὶ μήτε τῶν τειχῶν ἑστηκότων μήτε ὡπλισμένων ἁπάντων, ἀναγκάζοιντ’ ἂν ἄνοπλοι καὶ ἀτείχιστοι διακινδυνεύειν.

对话者:他们感激不尽本是理所当然的。 狄奥:此外,城邦里还有胸甲匠、头盔匠、削矛匠以及许多其他工匠。那么,在各个城邦中,这项技艺的匠人每种只有一人,难道会比人数充足对他们更有利吗?对此我倒很乐意请教一番。因为显然,一旦敌人来袭,城墙尚未筑好,众人也并未全都披甲,他们就不得不赤手空拳且在毫无壁垒的情况下冒死涉险。

§77_78.13

ὥστε ἁλούσης τῆς πόλεως οὐκ ἂν ἴσως οὗτοί γε ἀποθάνοιεν, ληφθέντες δὲ καὶ δεθέντες προῖκα ἂν ἐργάζοιντο τοῖς πολεμίοις πρὸς ἀνάγκην, ἀνθ̓ ὧν πρότερον θρυπτόμενοι πολλῆς τιμῆς ἀπεδίδοντο1 τούς τε θώρακας καὶ τὰ κράνη καὶ τὰ δόρατα, καὶ γνοῖεν ἂν ὅτι οὐκ ὀρθῶς οὐδ’ ἐπ’ ἀγαθῷ ἐφθόνει καὶ ἐμήνιε διὰ τὴν τέχνην οὔτε χαλκεὺς χαλκεῖ οὔτε τέκτονι τέκτων, οὐδὲ λῷόν τε καὶ ἄμεινον ἦν αὐτῷ μόνῳ ἢ σὺν ὀλίγοις εἶναι τῆς τέχνης ἐργάτην.

以至于在城邦沦陷之时,他们自己或许未必会被处死,但被俘并被捆绑之后,却将不得不为敌人白白出劳力,以偿还他们从前傲慢自居、高价出售胸甲、头盔和长矛的代价;他们也定会明白,铁匠因技艺嫉妒铁匠并向其宣泄愤怒,木匠嫉妒木匠,既非正当,亦无益处,而一个人独自或与极少数人一起从事这项技艺,也绝非更好更有利的选择。

§77_78.14

ἀλλὰ δὴ τοῖς μὲν ἄλλοις σχεδὸν οὐκ ἀεὶ βέλτιον, ὅ φησι βούλεσθαι αὐτοὺς Ἡσίοδος, μόνοις δὲ τοῖς κεραμεῦσι καὶ μαγείροις τε καὶ βαφεῦσι καὶ πορνοβοσκοῖς. οὐκοῦν ἡ ζηλοτυπία καὶ ὁ φθόνος καὶ τὸ μηδένα ἄλλον ἐθέλειν πράττειν τὸ αὐτὸ ἔργον μαγειρικόν τε καὶ βαφικὸν καὶ κεραμευτικὸν καὶ μᾶλλον πορνοβοσκοῖς προσῆκον ἤπερ ἰατροῖς τε καὶ κυβερνήταις ἢ ἄλλο τι σπουδαιότερον πράττουσιν. εἶεν· ἀλλ’ εἰ κυβερνήταις τε καὶ ἰατροῖς καὶ οἷς νῦν δὴ ἐλέγομεν οὐ βέλτιον ἐν σπάνει τῶν ὁμοτέχνων ζῆν, ἦπου τοῖς γε φρονίμοις καὶ σοφοῖς ἀνδράσι λῷόν τε καὶ ἄμεινον ὁρᾶσθαι μόνοις; — Οὐδαμῶς.

然而事实上,赫西俄德所说的他们那种企求,对于其他人而言几乎从来不是更好的事,而仅仅适用于陶匠、厨子、染工和鸨母。由此可见,嫉妒、眼红以及不愿任何其他人从事同一行业的行径,乃是属于厨子、染工和陶匠的勾当,且比起医生、舵手或从事某种更庄重事业的人,它更适合那些鸨母。好吧;然而,如果对于舵手、医生以及我们方才提到的人而言,在同业者匮乏的环境中生活并非更好,那么对于明智聪慧之人来说,独自一人形单影只难道会是更好更有利的吗? 对话者:绝非如此。

§77_78.15

— Δ. Ὅτι πρὸς τῷ μεγαλόφρων τε εἶναι2 καὶ ἄλυπος ὁ νοῦν ἔχων καὶ φιλάνθρωπος καὶ τὴν ἀρετὴν ἐπίστασθαι συμφέρουσαν αὐτῷ τήν τε αὑτοῦ καὶ τὴν τῶν πέλας καὶ μηδέποτε ἂν ὑπὲρ τούτων μηδένα μηδὲ τῶν φαυλοτέρων ἄλλον ἄλλῳ φθονεῖν, ἃ κοινὰ ὑπάρχει πᾶσιν ἀγαθά· πρὸς τούτοις πᾶσιν οὐδὲ τῶν ἄλλων, ἐφ’ οἷς ὅ τε φθόνος γίγνεται καὶ τὸ βασκαίνειν ἀλλήλοις τοὺς πολλοὺς, οὔτε θαυμάζει τὸ παράπαν οὐδὲν οὔτε ἄξιον σπουδῆς νενόμικεν, οἷον δὴ χθὲς περὶ πλούτου ἐλέγομεν.

狄奥:因为,有理智的人除了心胸豁达、毫无怨尤且怀有博爱之心,并懂得不仅他自己的美德、就连邻人的美德也对他自身有利,且为了这些全人类共有的善,即便在较平庸的人中也绝不会有人嫉妒他人之外;在这一切之上,对于大众借以产生嫉妒并互相诅咒中伤的其余事物,他也绝不有丝毫羡慕,更不认为有任何值得认真追求之处,正如我们昨天关于财富所说的那样。

§77_78.16

ὥστε οὐδ’ ἂν φθονήσειεν οὐδενὶ χρυσοῦ ἢ ἀργύρου ἢ βοσκημάτων ἢ οἰκίας ἢ ἄλλου τῶν τοιούτων, ὑπὲρ ὧν ἐλέγομεν· ὥς φησιν ἕτερος ποιητής, οὐχ αὑτοῦ γνώμην ἀποφαινόμενος, ἀλλὰ τὴν τῶν ἀνθρώπων ἐξηγούμενος δόξαν· οἷσίν τ’ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται· ὡς μόνον καλουμένων αὐτῶν ἀφνειῶν, ἀλλ’ οὐκ ὄντων κατ’ ἀλήθειαν.3

因此,他绝不会因金银、牲畜、房屋或我们所谈论的其他此类事物而嫉妒任何人;正如另一位诗人并非陈述自己的见解,而是解释世人的看法时所说的那样:“凭借这些,他们过得体面,并被称为富足”——意即他们仅仅是被称为富足,实际上却并非如此。

§77_78.17

εἶεν· οὐκοῦν χρημάτων μὲν κρείττων ὁ γενναῖος καὶ τέλειος ἀνὴρ ἡμῖν δοκεῖ· περὶ δὲ δόξης τυχὸν ἐρίζοι ἂν καὶ φθονοῖ, οὓς ἂν τιμωμένους μᾶλλον παρὰ τῷ πλήθει βλέπῃ καὶ μειζόνων ἐπαίνων τυγχάνοντας; ἢ οὐκ ἀγνοεῖν φήσομεν ὡς ἔστιν ἡ δόξα ὁ παρὰ τῶν πολλῶν ἔπαινος· εἰ δὲ τῶν πολλῶν, δῆλον ὅτι τῶν οὐκ εἰδότων; —

好吧;那么在我们看来,高尚而完美的人对于钱财自是不屑一顾了;然而在名望方面,当他看到某些人受到大众更多尊崇并获得更高赞誉时,难道他或许也会与他们相争并心生嫉妒吗?抑或我们要说,他绝不可能不知道名望无非是来自大众的赞誉;而若是来自大众,显然便是来自无知之人的赞誉?

§77_78.18

Οὐδαμῶς τοῦτό γε εἰκὸς αὐτὸν ἀγνοεῖν. — Δ. Φέρε οὖν δοκεῖ σοι ἀγαθὸς αὐλητὴς ἥδεσθαι ἐπὶ τῇ τέχνῃ καὶ μέγα φρονεῖν ὑπὸ ἀμούσων καὶ ἀτέχνων ἐπαινούμενος, κἂν εἰ περιστάντες αὐτὸν παῖδες συφορβοὶ καὶ ποιμένες θαυμάζοιεν καὶ κροτοῖεν, ἐπαίρεσθαι ἐπ’ αὐτῷ τούτῳ καὶ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸν παῤ ἐκείνων ἔπαινον; ἀλλὰ μὴν ἐδήλωσεν ὁ Θηβαῖος αὐλητὴς οὐδὲ τῷ θεάτρῳ πάνυ προσέχων τὸν νοῦν4 οὐδὲ τοῖς κριταῖς ἀπείροις οὖσιν αὐλήσεως, καὶ ταῦτα περὶ ἄθλου καὶ νίκης ἀγωνιζόμενος· ἀλλ̓ ὅμως οὐδὲ μικρὸν ἐκβῆναι τοῦ ῥυθμοῦ τοῦ πρέποντος ἐτόλμησεν, αὑτῷ δὲ καὶ ταῖς Μούσαις αὐλεῖν ἔφη.

对话者:他断不可能不知道这一点。 狄奥:那么请告诉我,你认为一位优秀的笛手若受到缺乏教养与不通技艺之人的赞美,会在自己的技艺上沾沾自喜、自命不凡吗?或者如果一群猪倌童子和牧羊人围在他身旁惊叹鼓掌,他会因这本身而飘飘然,并把来自他们的称赞视为重于一切吗?其实,那位底比斯的笛手便表明了这一点:他甚至在为争夺奖赏与胜利而竞赛时,也根本不在意剧场中的观众,也不在意那些对吹笛毫无经验的评判员;然而他却不敢哪怕有一丝一毫偏离合宜的节律,并声称自己只是为了自己和缪斯们吹奏。

语法注4 条
  1. 77_78.13ἀνθ̓ ὧν πρότερον θρυπτόμενοι πολλῆς τιμῆς ἀπεδίδοντο

    介词短语 ἀνθ' ὧν 表示“作为……的代价/与……相反”。此处将工匠从前自矜身份、以高价出售武器的优越处境,与沦为战俘后被迫无偿劳作的悲惨境地进行鲜明对比。

  2. 77_78.15Ὅτι πρὸς τῷ μεγαλόφρων τε εἶναι

    该句以表原因的 ὅτι 从句开始,解释前一位对话者的否定回答(Οὐδαμῶς)。由 πρὸς τῷ 加不定式短语(“除了……之外/在……之上”)构成的多层结构不断累加,最终引向主句的核心动词 οὔτε θαυμάζει ... οὔτε ... νενόμικεν。

  3. 77_78.16ὡς μόνον καλουμένων αὐτῶν ἀφνειῶν, ἀλλ’ οὐκ ὄντων κατ’ ἀλήθειαν

    小词 ὡς 与属格独立结构(καλουμένων αὐτῶν ἀφνειῶν)连用,表达说话者对所引诗句(ἀφνειοὶ καλέονται)的主观阐释或理由,意为“意思是他们只是被称为富足,但在实际上并非如此”。

  4. 77_78.18ἀλλὰ μὴν ἐδήλωσεν ὁ Θηβαῖος αὐλητὴς οὐδὲ τῷ θεάτρῳ πάνυ προσέχων τὸν νοῦν

    动词 ἐδήλωσεν 在此可作不及物或绝对用法(“表明了这一点”),其具体内容由随后的分词短语(οὐδὲ ... προσέχων τὸν νοῦν)以及 ἀλλ' ὅμως 引出的行动来体现。它引出了底比斯笛手无视外行听众与裁判的典型事例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:77_78.12-77_78.18