← 金嘴狄翁

演说集

§77_78.1-77_78.5

赫西俄德论同行相妒与谋生竞争

狄奥引述赫西俄德“陶匠对陶匠怀恨”的诗句,在众人面前与对话者一同探讨同行相妒的成因,并通过厨子、染匠、皮条客等事例说明赫西俄德是以一两个典型来阐明普遍生计竞争的道理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77_78.1

Δ. Ἆρα διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐνομίσθη σοφὸς ἐν τοῖς Ἕλλησιν Ἡσίοδος καὶ οὐδαμῶς ἀνάξιος ἐκείνης τῆς δόξης, ὡς οὐκ ἀνθρωπίνῃ τέχνῃ τὰ ποιήματα ποιῶν τε καὶ ᾅδων, ἀλλὰ ταῖς Μούσαις ἐντυχὼν καὶ μαθητὴς αὐτῶν ἐκείνων γενόμενος; ὅθεν ἐξ ἀνάγκης ὅ,τι ἐπῄει αὐτῷ πάντα μουσικά τε καὶ σοφὰ ἐφθέγγετο καὶ οὐδὲν μάταιον, ὧν δῆλον ὅτι καὶ τοῦτο τὸ ἔπος ἐστίν. — Τὸ ποῖον; Δ. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.

狄奥:赫西俄德在希腊人中被视为智者,且绝非配不上这一声誉,是否正是由于这些及诸如此类的事由呢?这是因为人们认为他并非凭人的技艺作诗与歌唱,而是遇见过缪斯并成为了她们亲传的弟子;由此必然地,凡是他心中所涌现的,他所吐露的皆是充满诗才与智慧之语,绝无虚妄之言——显然,这一诗句也属于其中。 对话者:哪一句? 狄奥:“陶匠对陶匠怀恨,木匠对木匠嫉恨。”

§77_78.2

— Πολλὰ μὲν καὶ ἄλλα φανήσεται τῶν Ἡσιόδου πεποιημένα καλῶς περί τε ἀνθρώπων καὶ θεῶν σχεδόν τι καὶ περὶ μειζόνων πραγμάτων ἢ ὁποῖα τὰ λεχθέντα νῦν· ἀτὰρ οὖν καὶ ταῦτα ἀπεφήνατο μάλ’ ἀληθῶς τε καὶ ἐμπείρως τῆς ἀνθρωπίνης φύσεως. — Δ. Βούλει οὖν ἐπιμελέστερον σκοπῶμεν αὐτά;1 — Καὶ πῶς ἡμᾶς ἀνέξονται τοσοῦτος ὄχλος περὶ τοιούτων διαλεγομένους; — Δ. Τί δέ; οὐ σοφὰ καὶ περὶ σοφῶν ἥκουσιν ἀκουσόμενοι; — Φαῖεν ἄν, ὥς μοι δοκοῦσιν. — Δ. Ἀλλὰ μὴ τὸν Ἡσίοδον φαῦλον ἡγοῦνται καὶ ὀλίγου ἄξιον; — Οὐδαμῶς. — Δ. Ἀλλὰ περὶ φθόνου καὶ ζηλοτυπίας καὶ τίνες εἰσὶν οἱ πρὸς ἀλλήλους οὕτως ἔχοντες καὶ ἐπὶ τίσιν οὐ χρήσιμον αὐτοῖς ἀκροᾶσθαι; — Πάντων μὲν οὖν χρησιμώτατον. —

对话者:在赫西俄德的诗作中,关于人与神,而且几乎可说是关于比方才所提及之事更重大的题材,显见还有许多写得极好的篇章;然而,他也极其真实且谙熟人性地作出了这一论断。 狄奥:那么,你是否愿意我们更仔细地考察这些呢? 对话者:可是,这么大的一群人怎会容忍我们探讨此类事情呢? 狄奥:怎么会不容忍?难道他们来这里不是为了听取智慧之事以及关于智者的谈论吗? 对话者:依我看来,他们是会这么说的。 狄奥:难道他们认为赫西俄德低劣且微不足道吗? 对话者:绝非如此。 狄奥:那么,关于嫉妒与争胜,关于究竟是哪些人彼此抱有此种情绪以及因何缘故,聆听这些对他们来说难道不是有益的吗? 对话者:不,这正是所有事情中最有益的。

§77_78.3

Δ. Οὐκοῦν χρὴ ἤδη καὶ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. φέρε δή, δι’ ἄλλο τί φησι τούτους Ἡσίοδος εἶναι φθονεροὺς καὶ δυσκόλως ἀλλήλοις ἔχειν ἢ διότι ἧττον ἂν ἐργάζοιτο ἐκ τοῦ πράγματος ἕκαστος,2 ὅτου ἂν τύχῃ πράττων, πολλῶν ὄντων ὁμοίων; — Διὰ τί γὰρ ἄλλο; — Δ. Πότερον οὖν κεραμεῖ μὲν λυσιτελεῖ μηδένα ἄλλον εἶναι κεραμέα ἐν τῇ αὐτῇ πόλει τε καὶ κώμῃ, μαγείρῳ δὲ τοῦτο οὐ λυσιτελές, ὅπως ἐξῇ αὐτῷ ἀποδίδοσθαι ὁποῖ’ ἂν ἔχῃ τὰ κρέα τοῖς δεομένοις, ἂν καὶ πάνυ λεπτὸν ἱερεῖον ἢ πρεσβύτερον τύχῃ πριάμενος; —

狄奥:既然如此,我们现在就应当试探一下这些人了。且说,赫西俄德说这些人彼此嫉妒、互相怀有怨意,难道还能有别的什么缘由,而不是因为若有许多同行存在,每个人从其所操持的营生中获得的收益就会变少吗? 对话者:确实,还能有何别因呢? 狄奥:那么,对于陶匠而言,在同一个城邦或村落中没有别的陶匠是有利的,难道对于厨子来说这就不是有利的吗?这样他便能将自己所有的肉卖给有需要的人,哪怕他碰巧买到的是极瘦小的祭牲或较老的牲口?

§77_78.4

Δῆλον ὅτι καὶ μαγείρῳ. — Δ. Τί δέ; βαφεῖ τὴν βαφικὴν ἐργάζεσθαι τέχνην οὐ μόνῳ αὐτῷ ἄμεινον ἢ μεθ’ ἑτέρων ἀντιτέχνων, ἵνα ὁποιαοῦν ἀποδιδῶται τὰ βάμματα ταῖς γυναιξίν; ἀγαπήσουσι γὰρ ὠνούμεναι κἂν ὀλίγῳ βελτίω ἢ ὁποῖα εἰώθασιν αὐταὶ βάπτειν ἐν τοῖς ἀγροῖς ὡς ἔτυχε, καὶ οὐ ζητήσουσι δευσοποιὰ καὶ ἁλουργῆ. — Πῶς γὰρ ζητήσουσι; — Δ. Φέρε, πορνοβοσκῷ δὲ οὐ κερδαλεώτερόν τε καὶ ἄμεινον πρὸς τὴν ἐμπολὴν μόνον ἔχειν τοῦτο τὸ ὄνειδος καὶ μόνον αὐτὸν ἀκούειν κακῶς ἢ σὺν ἑτέροις, ὁμοίως μὲν ἐν πόλει τρέφοντα καὶ ἀσκοῦντα τοιοῦτον θρέμμα, ὁμοίως δὲ εἰς Πυλαίαν καὶ τὰς ἄλλας πανηγύρεις πορευόμενον καὶ περιάγοντα; — Καὶ πάνυ μοι δοκεῖ πορνοβοσκὸς εὔξασθαι ἂν ἀνδρῶν ὁμοτέχνων πολλὴν ἐρημίαν. —

对话者:显然对厨子来说也是如此。 狄奥:那么染匠呢?独自一人操持染色之技,岂不比与其他同行在一起更好吗?以便他能将不论何种质地的染物售予妇女。因为她们在购买时,只要这些染物比她们自己在田间随意染出的稍微好一点,就会感到心满意足,而不会去索求经久不褪或紫色的染物。 对话者:她们又怎会去索求呢? 狄奥:且说,对于皮条客而言,为了谋利而独自承担这份骂名并独自遭受恶名,岂不比与他人一同分担更有利、更好吗?无论是在城中豢养并训练此类雏妓,还是前往皮莱亚的集会及其他盛会沿途展示巡游? 对话者:在我看来,皮条客极有可能会祈求同业之徒全然绝迹。

§77_78.5

Δ. Ἆρ’ οὖν καὶ περὶ πάντων ἁπλῶς οὕτως ὑπελάμβανε τῶν τὰς αὐτὰς ἐργασίας ἐργαζομένων, ὡς βλαβεροὺς ὄντας ἀλλήλοις καὶ ἐμποδὼν πρὸς τὸν βίον;3 — Περὶ πάντων, ὡς τὸ εἰκός. — Δ. Ἀλλ’ οὐκ ἔπρεπεν οἶμαι καθ’ ἕκαστον ἐπεξιέναι. καὶ γὰρ ἐπ’ ἄλλοις ἔθος ἐστὶν αὐτῷ περὶ ὅλου τοῦ πράγματος φράζειν ἐφ’ ἑνὸς ἢ δυοῖν· οἷον ὅταν φῇ μηδ’ ἂν βοῦν ἀπολέσθαι τινὶ ἄνευ τῆς τοῦ γείτονος πονηρίας, οὐ δήπου φησὶν ὅτι βοῦν μὲν ἀπολέσαι ἂν γείτων πονηρὸς ἢ ἄλλῳ συγγνοίη, πρόβατον δὲ οὔκ, ἂν δύνηται λαθεῖν, οὐδὲ αἶγα τῶν καλῶν, τῶν πολὺ ἀμελγομένων καὶ διδυμοτοκουσῶν· ἀλλὰ δῆλον ὅτι ὡς πρὸς συνιέντας λέγει τοὺς ἐντυγχάνοντας τοῖς ποιήμασιν.

狄奥:那么,赫西俄德对于所有操持相同营生的人,是否也是如此径直看待,认为他们彼此有害且阻碍了对方的生计? 对话者:依照常理,对所有人皆是如此。 狄奥:但在我看来,将每一门行业逐一列举并不合宜。因为在其他事情上,他也习惯于用一两个例子来阐明整个事理。例如,当他说若非邻人作恶便连一头牛也不会走失时,他绝非在说恶邻或许会害死牛或纵容他人盗牛,但若能掩人耳目便不会动羊,也不会动产奶多、常生双胎的良种母山羊;相反,显然他是把读其诗作之人当作心领神会者来言说的。

语法注3 条
  1. 77_78.2Βούλει οὖν ἐπιμελέστερον σκοπῶμεν αὐτά;

    由第二人称单数 βούλει 直接后接第一人称复数虚拟式 σκοπῶμεν 的并列口语结构,省略从属连词 ἵνα 或 ὅπως,意为“那么你是否愿意我们考察它们……?”

  2. 77_78.3ἧττον ἂν ἐργάζοιτο ἐκ τοῦ πράγματος ἕκαστος

    由 διότι 引导的原因从句中带有 ἄν 的潜能祈愿式,表达一种假设性的推断:“因为如果同行众多,每个人从其营生中获取的收益都会变少”。短语 ἐργάζομαι ἐκ τοῦ πράγματος 意为“从营业中获利/谋生”。

  3. 77_78.5ὡς βλαβεροὺς ὄντας ἀλλήλοις καὶ ἐμποδὼν πρὸς τὸν βίον

    带 ὡς 的宾格分词短语,松散地承接主句动词 ὑπελάμβανε περὶ πάντων(“他是否就所有人认为……”)。尽管按格的一致本应与 πάντων 一致用属格(ὄντων),但 ὡς 引导的宾格分词在此表达认知的客观内容,类似于带宾格分词的宾格绝对结构或受动词意念支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:77_78.1-77_78.5