- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:77_78.31-77_78.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
承接前文,讲者引用达那厄的黄金、帕克托罗斯河以及阿尔克迈翁滑稽敛财的典故,论证智者绝不嫉妒他人的财富或公众赞誉。进而,他将权贵门前摇尾乞怜的伪哲学家比作喀耳客的走兽与被阉割者,指出真正的自由人绝不放弃自主与真言,反而会哀怜那些自甘堕落之人。
οὐδ’ εἴ τῳ χρυσίον αὐτόματον ἐκ τοῦ οὐρανοῦ τὸν κόλπον ἐμπλήσειεν, ὥσπερ τῇ Δανάῃ δή ποτε λέγουσιν ἐν οἰκήματι χαλκῷ φυλαττομένῃ χρυσίον ἐξαίφνης ἄνωθεν εἰσρυῆναι, οὐδὲ εἰ χειμάρρους αὐτῷ ποθεν ἐπέλθοι χρυσὸν πολὺν καὶ ἄθρουν καταφέρων, ὥσπερ ἰλύν· καθάπερ οἶμαί φασι Κροίσῳ πρότερον τὸν Πακτωλὸν διὰ μέσων ἀφικνούμενον Σάρδεων ἕτοιμα χρήματα κομίζειν, πλείω φόρον τε καὶ δασμὸν ἢ ξύμπασα Φρυγία καὶ Λυδία καὶ Μαίονές τε καὶ Μυσοὶ καὶ ξύμπαντες οἱ νεμόμενοι τὴν ἐντὸς Ἅλυος.
即便天降黄金自然装满某人的衣襟,正如人们所说,从前达那厄被关在铜室中时,黄金突然自天而降涌入一般;即便山洪不知从何处向他奔涌而来,如泥沙般裹挟着大量堆积的黄金——正如我想,相传从前帕克托罗斯河穿过萨迪斯中央流向克洛伊索斯,带来现成的财富,其赋税与进贡超过整个弗里吉亚、吕底亚、迈奥尼亚人、密细亚人以及居住在哈吕斯河以内的所有人所贡的总和,他也绝不会嫉妒。
οὐδέ γε τὸν λαβόντα παρὰ Κροίσου τὴν δωρεὰν ἐκεῖνον Ἀλκμέωνα ἐζήλωσεν οὔτε Σόλων οὔτε ἄλλος οὐδεὶς τῶν τότε σοφῶν ἀνδρῶν, ᾧ φασι τὸν Λυδὸν ἐπιτρέψαι τοὺς θησαυροὺς ἀνοίξαντα φέρειν αὐτὸν ὁπόσον βούλεται τοῦ χρυσοῦ. καὶ τὸν εἰσελθόντα πάνυ ἀνδρείως ἐμφορήσασθαι τῆς βασιλικῆς δωρεᾶς, χιτῶνά τε ποδήρη καταζωσάμενον καὶ τὸν κόλπον ἐμπλήσαντα γυναικεῖον καὶ βαθὺν καὶ τὰ ὑποδήματα ἐξεπίτηδες μεγάλα καὶ κοῖλα ὑποδησάμενον, τέλος δὲ τὴν κόμην διαπάσαντα καὶ τὰ γένεια τῷ ψήγματι καὶ τὸ στόμα ἐμπλήσαντα καὶ τὰς γνάθους ἑκατέρας μόλις ἔξω βαδίζειν, ὥσπερ αὐλοῦντα τὴν τῆς Σεμέλης ὠδῖνα,1 γέλωτα καὶ θέαν Κροίσῳ παρέχοντα καὶ Λυδοῖς.
当年无论是梭伦,还是那时其他任何智者,都不曾羡慕过从克洛伊索斯那里接受馈赠的阿尔克迈翁。据说吕底亚国王准许他打开宝库,任由他自己搬走所愿的黄金。进入宝库后,他极其“英勇”地狂吞这桩王室赏赐:他束起垂至脚踝的长袍,塞满女人般深垂的衣褶,故意穿上宽大凹陷的鞋子,最后在头发和胡须上撒满金屑,嘴里和两腮也塞得满满当当,步履蹒跚地挪出库门,仿佛吹着笛子伴奏塞墨勒的临盆阵痛,成为克洛伊索斯和吕底亚人的笑料与奇观。
καὶ ἦν τότε Ἀλκμέων οὐδεμιᾶς ἄξιος δραχμῆς, ὡς εἶχεν ἱστάμενος.2 οὔτε οὖν ἐπὶ τούτοις, ὡς ἔφην, ζηλοτυπήσειεν ἄν, οὔτε εἴ τινα βλέποι θαυμαζόμενόν τε καὶ ὑμνούμενον ὑπὸ ἀνθρώπων μυρίων ἢ δισμυρίων, εἰ δὲ βούλει, κροτούμενον καὶ ταινιούμενον, κορωνιῶντα καὶ γαυριῶντα, καθάπερ ἵππον ἐπὶ νίκῃ, παραπεμπόμενον ὑπὸ πλειόνων ἢ ὁπόσοι προπέμπουσι τοὺς νυμφίους· αὐτὸς δὲ ἀδοξότερος μὲν εἴη τῶν πτωχῶν, ἐρημότερος δὲ τῶν ἐν ταῖς ὁδοῖς ἐρριμμένων, μηδενὸς δὲ ἀξιούμενος παρὰ μηδενὶ λόγου, καθάπερ Μεγαρέας ποτέ φασι, διὰ τὸ μὴ δύνασθαι θεραπεύειν μηδὲ πρὸς χάριν ὁμιλεῖν, ἅτε αὐστηρὸς ὢν τὴν φύσιν καὶ ἀληθείας φίλος, οὐδὲν ἀποκρυπτόμενος — οὐδὲ οὕτως πείσεται τὸ τῶν κεραμέων τε καὶ τεκτόνων καὶ ἀοιδῶν3 οὐδὲ καμφθήσεταί ποτε δι’ ἔνδειαν ἢ δι’ ἀτιμίαν οὐδὲ μεταβαλεῖ τὸν αὑτοῦ τρόπον, κόλαξ καὶ γόης ἀντὶ γενναίου καὶ ἀληθοῦς φανείς.
而当时阿尔克迈翁就那样站着,根本不值一枚德拉克马。因此正如我所说,贤者既不会为这些财富心生妒意;也不会在看见某人受到一两万人的倾慕与赞颂时——如果你愿意这么说,受到鼓掌、戴上头带,像获胜的骏马一样昂首傲立,被比护送新郎还要多的人簇拥前行——产生嫉妒。哪怕他自己比乞丐更名声扫地,比流落街头的人更孤独,不被任何人放在眼里,正如人们所说墨伽拉人从前那样,这是因为他无法逢迎讨好,不能顺着人意说话,性情严正且为真理之友,毫无遮掩——即便如此,他也绝不会患上陶匠、木匠和诗人们的那种妒忌之病,绝不会因匮乏或侮辱而屈服,也绝不会改变自己的品行,由高尚真诚之人沦为谄媚者和骗子。
καίτοι τί ποτε βούλονται τῶν μακαρίων τινὲς θεραπεύεσθαι πρὸς ἀνθρώπων ἐλευθέρων εἶναι φασκόντων καὶ τοὺς καλουμένους φιλοσόφους ἐπὶ θύραις αὑτῶν ὁρᾶσθαι ταπεινοὺς καὶ ἀτίμους, καθάπερ ἡ Κίρκη ἐβούλετο τὴν οἴκησιν αὐτῆς φυλάττεσθαι ὑπὸ λεόντων δειλῶν καὶ κατεπτηχότων; οὔκουν οὐδὲ ἐκεῖνοι λέοντες ὄντες ἐφύλαττον αὐτήν, ἀλλὰ δύστηνοι ἄνθρωποι καὶ ἀνόητοι, διεφθαρμένοι διὰ τρυφὴν καὶ ἀργίαν.
然而,那些自命幸福的权贵究竟为何要让自称自由人的人来逢迎自己,为何要让所谓的哲学家们卑躬屈膝、受尽屈辱地在自家的门前被人看见?这正如喀耳刻期望自己的住所由胆怯瑟缩的狮子守卫一样。然而那些守卫她的并非真正的狮子,而是因骄奢与怠惰而堕落的悲惨愚人。
οὐκοῦν ὅταν ἴδῃ τις τῶν φιλοσόφων τινὰ καλουμένων περὶ τὰς αὐλὰς καὶ πρόθυρα σαίνοντα καὶ ταπεινὸν ἐκείνων ἄξιον ἀναμνησθῆναι τῶν λεόντων, κυσὶν ὁμοίων πεινῶσι καὶ δειλοῖς, ὠρυομένων ὀξύτατον,4 ἅτε ὑπὸ φαρμάκων διεφθαρμένων. ἀλλὰ δή ἐστιν οὐκ οἶδ’ ὁποῖόν τι ἡ τοιαύτη ἐπιθυμία. μυρίοι μὲν γάρ εἰσιν, οἵ ἑκόντες καὶ πάνυ προθύμως θεραπεύουσι τοὺς πλουσίους καὶ δυνατοὺς καὶ μεστὰ πάντα κολάκων ἐστὶ τῶν μετ’ ἐμπειρίας καὶ τέχνης αὐτὸ πραττόντων.
因此,每当有人看到某些所谓的哲学家在宫廷与门廊四周摇尾乞怜、卑躬屈膝时,便值得联想到那些狮子——它们如同饥饿而怯懦的野狗,由于被药剂毁坏而发出极其凄厉的号叫。然而这种欲求真是不知所谓。因为甘愿且极其热切地逢迎富人和权贵的人数以万计,到处都充斥着依凭经验和手腕干这一行的谄媚之徒。
ὥστε οὐκ ἀπορίᾳ τοῦδε τοῦ χρήματος ζητοῦσι παρὰ τῶν οὐ πεφυκότων, ἀλλ’ ἔστιν ὅμοιον τοῦτο ἑτέρῳ ἐπιχειρήματι τῶν σφόδρα ἀκολάστων, οἵ γυναικῶν ἀφθόνων οὐσῶν δι’ ὕβριν καὶ παρανομίαν ἐπιθυμοῦσιν ἐκ τῶν ἀνδρῶν γυναῖκας σφίσι γενέσθαι καὶ λαβόντες παῖδας ἐξέτεμον. ὅθεν πολὺ κάκιον καὶ δυστυχέστερον γένος ἐγένετο, ἀσθενέστερον τοῦ γυναικείου καὶ θηλύτερον.
因此,他们并非因为缺乏这种货色才去向那些天性不合的人索求,但这恰似那些极度荒淫之徒的另一种行径:在妇女充裕的情况下,他们出于骄横与不法,竟妄图从男人中为自己制造女人,抓来男童将其阉割。由此产生了一种更为低劣不幸的族类,比女人更为虚弱且女性化。
ἀλλ’ ὅ γε πρὸς ἀλήθειαν ἀνδρεῖος καὶ μεγαλόφρων οὐκ ἄν ποτε πάθοι τοιοῦτον οὐδὲν οὐδ’ ἂν πρόοιτο τὴν ἐλευθερίαν τὴν αὑτοῦ καὶ τὴν παρρησίαν τιμῆς τινος ἀτίμου χάριν ἢ δυνάμεως ἢ χρημάτων, οὐδ’ ἂν φθονοῖ τοῖς μεταβαλλομένοις τε καὶ μεταμφιεννυμένοις ἐπὶ τοιαύταις δωρεαῖς, ἀλλ’ ἡγοῖτ’ ἂν ὁμοίους τοῖς μεταβάλλουσιν ἐξ ἀνθρώπων εἰς ὄφεις ἢ ἄλλα θηρία· ἐκείνους μὲν οὐ ζηλῶν οὐδὲ βασκαίνων αὐτοῖς τῆς τρυφῆς, ἀλλὰ τοὐναντίον ὀλοφυρόμενος καὶ ἐλεῶν, ὅταν ἐπὶ δώροις, ὥσπερ οἱ παῖδες, ἀποκείρωνται, καὶ ταῦτα τὰς πολιάς·
但真正勇敢且心怀高远的人,绝不会遭遇任何此类不幸,绝不会为了某种耻辱的荣誉、权势或钱财而放弃自己的自由与直言不讳的权利,也绝不会嫉妒那些为了这等馈赠而改头换面、易服变节之人,反倒会认为他们如同从人变成蛇或其他野兽的怪物——既不羡慕他们,也不妒忌他们的奢华,反倒在看到他们为了礼物像孩童一般任人剃发、而且剃掉的竟是斑白头发时,悲叹并怜悯他们。
- 77_78.32ὥσπερ αὐλοῦντα τὴν τῆς Σεμέλης ὠδῖνα
短语 τὴν τῆς Σεμέλης ὠδῖνα 作分词 αὐλοῦντα 的内因宾格(或表示乐曲曲目/主题的宾格)。它指管乐手在吹奏表现塞墨勒分娩狄奥尼索斯时痛苦阵痛的戏剧性乐调(如酒神颂)时鼓起双腮的情态,生动比喻了阿尔克迈翁口中和双颊塞满碎金时的怪诞面貌。
- 77_78.33ὡς εἶχεν ἱστάμενος
习语 ὡς εἶχεν(“就照原来的样子,保持那种状态”)修饰分词 ἱστάμενος。此处生动描摹出阿尔克迈翁将衣物和嘴里塞满黄金后愣在原地、动弹不得的那副滑稽可笑的姿态。
- 77_78.33τὸ τῶν κεραμέων τε καὶ τεκτόνων καὶ ἀοιδῶν
该冠词短语作动词 πείσεται(πάσχω 的将来时)的内因宾格,暗指赫西俄德《工作与时日》第25-26行著名的格言(“陶匠嫉妒陶匠,木匠嫉妒木匠,乞丐嫉妒乞丐,诗人嫉妒诗人”),意指“经受/患上陶匠、木匠和诗人们特有的嫉妒之情”。
- 77_78.35ἄξιον ἀναμνησθῆναι τῶν λεόντων, κυσὶν ὁμοίων πεινῶσι καὶ δειλοῖς, ὠρυομένων ὀξύτατον
非人称结构 ἄξιον(省略 ἐστί)加上不定式 ἀναμνησθῆναι(“值得联想起……”),其后带属格补足语 τῶν λεόντων。随后的修饰成分中,ὁμοίων 为属格形容词修饰 τῶν λεόντων(其自身支配与格 κυσὶν... πεινῶσι καὶ δειλοῖς),而 ὠρυομένων 则同样是属格复数分词,直接与 τῶν λεόντων 一致,描绘喀耳刻住处的被施法走兽的情状。
