← 金嘴狄翁

演说集

§77_78.25-77_78.30

潘多拉的比喻与超越大众评价

通过众神合造潘多拉反成灾祸的神话为喻,狄奥论证了依附大众意见之生活的虚妄,并阐明真正高尚明智之人既不汲汲于世俗荣名与肉体享乐,亦绝不会对他人心怀嫉妒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77_78.25

καθάπερ ὁ μῦθός φησι τὴν Πανδώραν οὐχ ὑφ̓ ἑνὸς τῶν θεῶν πεπλασμένην, ἀλλὰ κοινῇ ὑπὸ πάντων, ἄλλο ἄλλου δωρουμένου καὶ προστιθέντος, οὐδαμῶς σοφὸν οὐδ’ ἐπ’ ἀγαθῷ πλάσμα γενόμενον, παντοδαπὸν δὲ καὶ ποικίλον τοῖς λαβοῦσιν ἀποβῆναι κακόν. ὅπου δὲ θεῶν ὄχλος καὶ δῆμος κοινῇ δημιουργῶν καὶ ἐργαζόμενος οὐχ οἷός τε ἐγένετο καλῶς τε καὶ ἀμέμπτως ἐργάσασθαι, τί ἂν φαίη τις τὸν ὑπό γε ἀνθρωπίνης δόξης πλαττόμενον καὶ δημιουργούμενον βίον τε καὶ ἄνδρα; δῆλον οὖν ὡς εἴ τις ἔφυ τῷ ὄντι φρόνιμος, οὐδὲν ἂν προσέχοι τῷ λόγῳ τῶν πολλῶν οὐδὲ θεραπεύοι τὸν παρ’ ἐκείνων ἔπαινον ἐξ ἅπαντος, ὥστε οὐδὲ μέγα οὐδὲ τίμιον οὐδὲ ἀγαθόν, ὡς ἔπος εἰπεῖν, τοῦτόν ποτε ἡγήσεται. μὴ νομίζων δὲ ἀγαθὸν βασκαίνειν ἐπ’ αὐτῷ τοῖς ἔχουσιν ἀδύνατος.1

正如神话所言,潘多拉并非由某一位神明所造,而是由全体神明共同塑造,各人馈赠并增添不同的事物,结果绝非一件智慧的造物,也非为了善好而生,反倒成为承受者各色各样且层出不穷的灾祸。倘若连一群神明、众神之众共同构想与劳作,尚且无法造出美好而无可挑剔之物,那么对于仅凭凡人的意见所塑造与构作的生命和人,人们又能说些什么呢?因此显然,若有人天生真正具备审慎,他就绝不会在意大众的言论,也不会不惜一切代价去迎合他们的赞美,以至于他绝不会把这种赞美视为什么伟大、尊贵或善好的事物,可以说完全不放在心上。而既然不认为它是善物,他便不可能因此对拥有它的人心怀嫉妒。

§77_78.26

οὔκουν τοιοῦτος ἡμῖν ὁ γενναῖος καὶ σώφρων καὶ κεκολασμένος ἀνήρ, πλούτους τε καὶ ἐπαίνους καὶ στεφάνους Ὀλυμπικούς τε καὶ Πυθικοὺς καὶ γράμματα ἐν στήλαις καὶ μαρτυρίας ἐγγράφους δήμων καὶ βασιλέων διώκων, ὅπως ἂν ᾖ περίβλεπτος καὶ φανερός, ἀλλ’ εὐσταλής τε καὶ ἄτυφος ὡς οἷόν τε χωρῶν διὰ τοῦ βίου, ταπεινὸς καὶ κεκολασμένος αὐτὸς ὑφ’ αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας, οὐθενὸς ἔξωθεν κόσμου προσδεόμενος οὐδὲ ἐπιθέτου τιμῆς οὐδὲ φαλάρων καὶ πτερῶν, ὥσπερ οἱ κακοὶ μισθοφόροι πτερὰ καὶ λόφους ἀναλαβόντες καὶ Γοργόνας ἐπὶ τῶν ἀσπίδων καὶ τοῖς δορατίοις ψοφοῦντες ἔπειτα φεύγουσιν, εἰ μικρὸς καταλάβοι κίνδυνος.

因此,我们所说的这位高尚、克制且受过自律的人,绝非那种为了引人注目与显耀,而汲汲于财富、赞誉、奥林匹亚与皮托的桂冠、石碑上的题刻以及城邦与君王的书面嘉奖之人;相反,他尽可能轻装简从、摒除虚妄地走过一生,由他自己以及他自身的理智使其谦逊而自持,无需任何外在的修饰,无需附加的荣耀,也无需鞍辔与翎羽——就如同那些劣等的雇佣兵,戴上翎毛与羽冠,在盾牌上画着戈耳工,挥舞矛枪弄出声响,可一旦遇上微小的危险便仓皇逃窜。

§77_78.27

οἵους πολλοὺς ἰδεῖν ἔστι τῶν οἰομένων εἶναι μακαρίων, ξεναγούς τινας καὶ δημαγωγοὺς καὶ σοφιστάς, ἐν θεάτροις καὶ παρὰ τοῖς μαθηταῖς καὶ κατὰ σκηνὰς ἐντὸς στρατοπέδου μεγαλαυχουμένους, ὅταν τύχωσιν ὑποπιόντες τῆς μεσημβρίας, Τρώων ἀνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθαι·2 τοὺς δὲ αὐτοὺς τούτους ἑνὸς ἀνθρώπου κατατρέχοντος καὶ διώκοντος προτροπάδην φεύγοντας, ξύμπαντας οὐ φαινομένους ἐκείνου ἀξίους.

正如有许多自以为幸福的人那般,人们可以看到一些军官、蛊惑民众的政客以及智者,在剧场里、在门徒面前、在军营的帐篷中,每当他们在正午碰巧饮了些酒,便大肆夸口自己每个人都能抵挡得住一百乃至两百个特洛伊人;然而正是这些人,在仅有一人冲杀并追击时便抱头鼠窜,所有人加在一起都显出敌不过那一人。

§77_78.28

ἀλλὰ μὴν οὐδ’ ἡδονάς τινας σίτων ἢ ἀφροδισίων ἢ γυναικὸς κάλλος ἢ παιδὸς ὥραν τεθαυμακὼς καὶ τούτων ἐπιθυμῶν καὶ μεγάλα ἡγούμενος, εὐδαιμονίζοι ἂν τοὺς τυγχάνοντας αὐτῶν, σατράπας καὶ δυνάστας καὶ νὴ Δία βαναύσους τινὰς καὶ οἰκότριβας, πεπλουτηκότας τοὺς μὲν ἀπὸ τῆς τέχνης, τοὺς δὲ τὰ τῶν δεσποτῶν ὑφαιρουμένους· αὑτὸν δὲ οἰκτείροι τῆς ἀπορίας τε καὶ ἐρημίας τούτων τῶν ἀγαθῶν καὶ ἡγοῖτο οὐ τῶν εὐτυχῶν· διὰ δὲ τοῦτο ἐκείνοις φθονοῖ καὶ ἐπιβουλεύοι πάντα τρόπον καὶ εὔχοιτ’ ἂν ἀπολέσθαι αὐτούς.

再者,他也绝不会惊叹于饮食或云雨的享乐,或是女子的美貌与少年的青春,因而欲求这些并视之为伟大之事,从而祝福那些碰巧获得它们的人——无论是总督、显贵,还是借宙斯之名而言,那些靠手艺致富或靠偷窃主人财物而暴富的工匠与家生奴隶;他绝不会哀怜自己缺乏与匮乏这些善物,自认不属于幸运之列,因而嫉妒他们,千方百计图谋陷害他们,甚至祈求他们毁灭。

§77_78.29

ἢ καὶ συγχωρήσωμεν τὸν γενναῖον ἄνδρα καὶ μεγαλόφρονα τὸ τῶν κυνῶν τε καὶ ἵππων καὶ ἄλλων θηρίων πεπονθέναι πάθος, ἃ οὐ δύναται κατέχειν ἑτέρων ἐμπιμπλαμένων τε καὶ ὀχευόντων, ἀλλὰ χαλεπαίνει καὶ ἀγανακτεῖ καὶ ὀργίζεται τοῖς ἀπολαύουσι καὶ ἕτοιμα ἐπιπηδᾶν καὶ δάκνειν καὶ κυρίττειν καὶ πάντα τρόπον ἀλλήλοις πολεμεῖν περὶ τῶν ἡδονῶν· κἀκεῖνον οὕτως ἔχειν φῶμεν, ὡς ὁμολογοῦντα τούτων εἶναί τι σπουδαῖον καὶ τὸν Σαρδανάπαλλον ἡγούμενον ζηλωτόν, ὃς ἔφη διατελέσαι τὸν βίον εὐωχούμενός τε καὶ ὑβρίζων μετὰ εὐνούχων καὶ γυναικῶν, καὶ διὰ τοῦτο ζηλοτυπεῖν αὐτὸν τὴν τῶν τράγων τε καὶ ὄνων εὐδαιμονίαν; —

难道我们还要承认,那位高尚而心胸宽广的人,竟遭受了犬、马及其他野兽的情欲折磨?那些野兽在其他同类饱食与交配时无法自制,反而对享受者心生怨怼、愤慨并暴怒,随时准备为了享乐而扑咬、抵触并以各种方式互相争斗;难道我们要说他也处于这种境地,仿佛承认这些东西中有什么值得认真对待的,并将声称自己一生都在与太监和女人宴饮狂欢中度过的萨达那帕拉视为令人艳羡之人,因而去嫉妒公山羊和驴子的幸福吗?

§77_78.30

Μὴ γὰρ οὐδὲ εὐσεβὲς ᾖ3 τὰ τοιαῦτα περὶ τοῦ μετρίου καὶ πεπαιδευμένου διανοηθῆναί ποτε ἀνδρός. — Δ. Οὐκοῦν εἰ μήτε διὰ δόξαν μήτε διὰ χρήματα μήτε δι’ ἡδονὰς βρώσεων ἢ πόσεων ἢ μίξεων αὑτὸν ἢ ἄλλον οἴεται μακάριον μηδὲ ὅλως εἶναί τι τῶν τοιούτων περιμάχητον ἢ τίμιον, οὐκ ἂν διαφέροιτο περὶ αὐτῶν οὐδ’ ἂν φθονήσειεν οὐδενὶ ἐκείνων, οὐ μᾶλλον ἢ τῆς ψάμμου τῆς ἐπὶ τοῖς αἰγιαλοῖς ἢ τῶν κυμάτων τοῦ ψόφου τε καὶ ἤχου τοῖς πρὸς τῇ θαλάττῃ οἰκοῦσιν·

对话者:对于一位有节制且受过良好教养的人,哪怕动念去这样想他,恐怕都是不虔敬的。 狄奥:因此,如果他既不因虚名,也不因财富,又不因饮食或媾和的享乐而认为自己或他人是幸福的,且根本不认为这类事物有任何值得争夺或尊贵之处,他就绝不会为之发生纷争,也绝不会嫉妒拥有那些事物的任何人,正如〔他〕绝不会因海滩上的沙粒或是海浪的轰鸣喧嚣而去嫉妒居住在海滨之人一样。

语法注3 条
  1. 77_78.25μὴ νομίζων δὲ ἀγαθὸν βασκαίνειν ἐπ’ αὐτῷ τοῖς ἔχουσιν ἀδύνατος

    分词 μὴ νομίζων 作原因状语(“因不认为其为善物”)。形容词 ἀδύνατος 此处采用了人称结构,与句子的主语(明智之人)在性、数、格上保持一致(阳性单数主格),而非无人称句型(ἀδύνατόν ἐστιν),表示“他不可能去嫉妒”。

  2. 77_78.27Τρώων ἀνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθαι

    此处套用了荷马《伊利亚特》第8卷第233行的典故。将来时不定词 στήσεσθαι 依附于前文的分词 μεγαλαυχουμένους,构成间接引语的不定词从句,表示自夸的内容。主语 ἕκαστος 采用主格作为分配同位语,而非宾格。

  3. 77_78.30Μὴ γὰρ οὐδὲ εὐσεβὲς ᾖ

    独立句中的 μή 搭配虚拟式(ᾖ),是古典希腊语中表示谨慎论断或隐忧、顾虑的惯用结构(“恐怕……甚至是不虔敬的吧”)。小辞 γάρ 表明承接对方问话并给出确认性的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:77_78.25-77_78.30