- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:77_78.19-77_78.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥借助俄耳甫斯的神话、健康的评判、木工的准绳,以及一位画家因顺从公众批评而画出奇形怪状之马的寓言,阐明真正的卓越只能由具备真知者来衡量,而盲目追求无知大众的赞美只会败坏自身的美德。
τί οὖν; οἴει τὸν Ὀρφέα, τὸν τῆς Μούσης υἱόν, εἰ ἀληθὴς ὁ κατ’ αὐτὸν μῦθος, μᾶλλον ἂν χαίρειν τῶν ὀρνίθων καταπετομένων πρὸς αὐτὸν ᾅδοντα καὶ τῶν θηρίων κηλουμένων ὑπὸ τῆς φωνῆς καὶ παρεστηκότων πρᾴως καὶ ἀθορύβως, ὁπότε ἄρξαιτο μελῳδεῖν, ἔτι δὲ τῶν δένδρων προσιόντων ἅμα τῷ καρπῷ τε καὶ ἄνθει, καὶ τῶν λίθων κινουμένων καὶ ξυνιόντων, ὥστε μεγάλα ἕρματα ἀθροίζεσθαι πλησίον αὐτοῦ, μᾶλλον ἐπὶ τούτοις γιγνομένοις ὁρῶντα τέρπεσθαι καὶ μεγαλαυχεῖσθαι, νομίζοντα τῆς μουσικῆς ἥκειν ἐπ’ ἄκρον, ἢ εἴπερ1 ἡ μήτηρ αὐτὸν ἡ Καλλιόπη κιθαρίζοντα ἐπῄνεσέ τε καὶ εἶπε καταψήσασα ἅμα τὴν κεφαλήν, ὡς ἱκανῶς ἔχοι μουσικῆς καὶ σοφώτατος εἴη τὰ τῆς τέχνης;
狄奥:那么如何呢?你认为缪斯之子俄耳甫斯——倘若关于他的神话是真实的——当他歌唱时飞鸟向他飞落,野兽被他的歌声迷住,每当他开始曼声吟唱便温顺肃静地侍立一旁,更有树木连同花果一同走近,石头也移动聚集,以至于在他身旁堆积成巨大的石垛;看到这些发生,自以为已登音乐之巅而为此欢喜并大肆夸耀呢,还是当他的母亲卡利俄佩在他弹奏齐特拉琴时称赞他,并抚摸着他的头说他在音乐上已造诣完备、在技艺方面至为娴熟时,他会更加欢喜呢?
ἐγὼ μὲν γὰρ οἶμαι μᾶλλον ὑπὸ Φιλάμμωνος αὐτὸν ἐθέλειν ἐπαινεθῆναι περὶ μουσικὴν ἢ εἴ τις ἦν τῶν τότε ἔμπειρος κιθαρῳδίας ἢ ξυμπάντων ἁπλῶς τῶν θηρίων τε καὶ ὀρνέων· ἀλλ̓ οὐδὲ τῶν κύκνων ἐπιβοώντων καὶ συμφθεγγομένων φροντίσαι ἂν οὐδέν, ὅτι οὐκ εἶχον τέχνην οὐδὲ ἐπιστήμην περὶ τὸ μελῳδεῖν. τί δέ; ὑγιείας μάρτυρα καὶ ἐπαινέτην βούλοιτ’ ἂν ὁ νοῦν ἔχων ἀνὴρ ἕνα λαβεῖν, ὅστις ἰατρικὸς καὶ περὶ σώματος θεραπείας ἔμπειρος, ἢ πολλὰς μυριάδας ἀνθρώπων οὐδὲν ἐπαϊόντων, οἵ, ἂν οὕτω τύχῃ, πεπρημένον ὁρῶντες αὐτὸν ὑπὸ νόσου καὶ οἰδοῦντα καὶ ὕπουλον, μακαρίζοιεν2 ὡς Πουλυδάμαντα τὸν Θετταλὸν καὶ Γλαῦκον τὸν Καρύστιον ἡγούμενοι διαφέρειν εὐεξίᾳ;
因为我确信,他宁愿在音乐方面受到菲拉蒙的称赞,或是受到当时任何精通弦歌者的称赞,也不愿受到毫无例外的一切野兽和飞鸟的赞美;即便天鹅同声高鸣附和,他也不会有丝毫在意,因为它们在歌唱方面并无技艺,亦无知识。那么这个又如何?一个有理智的人,会愿意为了自己的健康而得到一位懂医术且精于调理身体的人作为见证者与赞美者呢,还是愿意得到数以万计一无所知的常人呢?倘若碰巧遇上,这些人哪怕看到他因疾病而肿胀、浮肿溃烂,却误以为他在体格强健上媲美色萨利的波吕达玛斯或卡里斯托斯的格劳科斯,因而赞美祝福他?
ἀλλὰ εἰς μὲν αὔλησιν καὶ κιθαρῳδίαν καὶ τὸ περιεῖναι παλαίοντα ἢ πυκτεύοντα τῶν ἄλλων ἁπάντων ὁ τῶν ἐπισταμένων ἔπαινος ἥδιστος τοῖς εἰδόσι καὶ πλείστης σπουδῆς ἄξιος· εἰς δὲ φρόνησιν καὶ δικαιοσύνην καὶ ξύμπασαν ἀρετὴν ἱκανὸς εὐφρᾶναι τὸν νοῦν ἔχοντα καὶ ἀποπληρῶσαι τὴν διάνοιαν ὁ τῶν ἠλιθίων καὶ τῶν ἐπιτυχόντων; —
然而,对于吹笛、弦歌以及在摔跤或拳击中胜过所有人而言,懂行者的称赞对于深谙其道的人来说是最令人惬意且最值得认真对待的;可是在审慎、正义以及一切美德方面,难道愚人和平庸之辈的赞誉就足以使有理智的人感到欢欣并充实其心灵吗?
Οὐδαμῶς. — Δ. Καὶ πότερον οἴει τὸν ἔμπειρον τῆς τεκτονικῆς τέχνης, εὐθύ τι ἐργάσασθαι βουλόμενον, ἑνὶ προσαρμόσαντα κανόνι καὶ μιᾷ στάθμῃ σταθμησάμενον ἥδιον ἔχειν καὶ πεποιθέναι περὶ τῆς ὀρθότητος μᾶλλον ἢ πολλοῖς τε καὶ ἀνωμάλοις ξύλοις ἀπευθύνοντα καὶ καταμετροῦντα; φέρε πρὸς Διός, ἆρα ἀκήκοας ζωγράφου χαρίεντος ἔργον, γραφήν τινα προθέντος εἰς τὸ φανερὸν ἵππου θαυμαστήν τε καὶ ἀκριβῶς ἔχουσαν;
对话者:绝非如此。 狄奥:那么你认为,通晓木工技艺的人若想制成一件平直之物,是借由配合一根准绳并用一条铅垂线校准,因而更加欣悦并确信其端正呢,还是通过许多参差不齐的木料来修正度量时更是如此?请借宙斯之名告诉我,你可曾听说过一位雅致画家的作为,他曾将一幅绘制精巧且极度逼真的骏马画作公开展出?
φασὶ γὰρ αὐτὸν κελεῦσαι παραφυλάττειν τὸν παῖδα τοὺς ὁρῶντας, εἰ ψέγοιεν ἢ ἐπαινοῖεν, καὶ μνημονεύσαντα ἀπαγγεῖλαι πρὸς αὐτόν. τῶν δὲ ἕκαστον ἄλλον ἄλλο τι λέγειν περὶ τῆς γραφῆς καὶ αἰτιᾶσθαι, τὸν μέν τινα οἶμαι τὴν κεφαλήν, τὸν δὲ τὰ ἰσχία, τὸν δὲ περὶ τῶν σκελῶν, ὡς, εἰ τοιαῦτα ἐγεγόνει, πολὺ κάλλιον ἂν εἶχεν. ἀκούσαντα δὲ τὸν γραφέα τοῦ παιδός, ἐργασάμενον ἄλλην γραφὴν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ ἐπίνοιαν, κελεῦσαι θεῖναι παρὰ τὴν πρότερον. εἶναι οὖν πολὺ τὸ διαφέρον· τὴν μὲν γὰρ ἀκριβέστατα ἔχειν, τὴν δὲ αἴσχιστα καὶ γελοιότατα καὶ πᾶσι μᾶλλον ἢ ἵππῳ ἐοικέναι.
据说他命童仆留意观看者的反应,看他们是批评还是赞美,并记在心中向他回报。而众人每个人都对画作各执一词并加以挑剔,我想有人挑剔马头,有人挑剔臀部,有人则挑剔腿脚,声称如果画成这般那般就会好得多。画家从童仆那里听闻之后,便按照众人的意见与构想又作了一幅新画,并命人置于前一幅旁边。结果两者的差异极其显著:一幅工整精绝,另一幅却极其丑陋滑稽,像任何东西都不像是一匹马。
δῆλον οὖν ὡς εἰ σφόδρα προσδεήσεται τοῦ παρὰ τῶν πολλῶν ἐπαίνου, τῆς αὑτοῦ γνώμης ἡγούμενος κυριώτερον τὸν ἐκείνων ψόγον τε καὶ ἔπαινον, οὕτως ἕκαστα πράξει καὶ προθυμήσεται τοιοῦτον παρέχειν ἑαυτὸν ὁποῖον ἀξιοῦσιν οἱ πολλοί. καὶ δῆλον ὅτι ἔσται ταχὺ μάλα ἐοικὼς ἀντ’ ἐκείνου τοῦ πρότερον ἵππου, τοῦ φαύλως καὶ κατὰ τὴν τοῦ ἑνὸς εἰργασμένου τέχνην,3 τῷ θαυμαστῷ καὶ πολυτέχνῳ δημιουργήματι, μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκοντι τοὺς δημιουργούς, ὑπὸ τῆς ἁπάντων ἐπινοίας καὶ δημιουργίας συγκείμενος·
因此显然,倘若有人极度渴求来自大众的赞誉,认为他们的责难与赞美比自己的判断更具决定性,他便会在每一件事上都这般行事,并竭力使自己表现得合乎众人的要求。而显而易见的是,他既由所有人的构想与制作拼凑而成,便很快会像那个甚至连那些创作者自身都无法取悦的神奇而杂拼的造物,而不再像先前那匹仅凭一己之艺单纯雕琢出来的马了。
- 77_78.19μᾶλλον ἂν χαίρειν ... μᾶλλον ἐπὶ τούτοις γιγνομένοις ὁρῶντα τέρπεσθαι καὶ μεγαλαυχεῖσθαι ... ἢ εἴπερ
句首的 μᾶλλον ἂν χαίρειν 与随后的 μᾶλλον ... τέρπεσθαι 构成同义复述,这是由于中间插入了关于鸟兽木石聚集的长篇描写而产生的句式重拾。其核心骨架为一个比较句式:οἴει τὸν Ὀρφέα ... μᾶλλον ... τέρπεσθαι ... ἢ εἴπερ ... ἐπῄνεσε(“你认为俄耳甫斯会更因……而欢喜,还是当……称赞他时更欢喜呢?”)。
- 77_78.20οἵ, ἂν οὕτω τύχῃ, πεπρημένον ὁρῶντες αὐτὸν ὑπὸ νόσου καὶ οἰδοῦντα καὶ ὕπουλον, μακαρίζοιεν
在关系从句中,μακαρίζοιεν 用作潜能祈愿语气(与前文的 βούλοιτ’ ἄν 呼应)或相当于条件句的结果分句。插入短语 ἂν οὕτω τύχῃ(“假若碰巧如此”)添加了假设性前提,描绘了无知大众荒谬反应的假想情况。
- 77_78.24τοῦ φαύλως καὶ κατὰ τὴν τοῦ ἑνὸς εἰργασμένου τέχνην
副词 φαύλως 字面意思是“粗陋地”或“朴素地”,在此处带有一种讽刺意味(从凡夫俗子的角度来看单一、不加虚饰的艺术显得平凡),抑或取“单纯朴拙”之意。它与紧随其后的 κατὰ τὴν τοῦ ἑνὸς ... τέχνην(“遵循一人的技艺”)相连,与下文由众人意向杂拼而成的造物(πολυτέχνῳ δημιουργήματι)形成鲜明对照。
