← 金嘴狄翁

演说集

§76.1-76.5

不成文习俗优于成文法的论证

演说者将成文法与习俗进行对比,从自愿共识、难以废止、铭刻于心灵、乃至在战时依然有效及受神明庇护等角度,论证习俗优越于成文法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§76.1

Ἔστι δὲ τὸ ἔθος γνώμη μὲν τῶν χρωμένων κοινή, νόμος δὲ ἄγραφος ἔθνους ἢ πόλεως, δίκαιον δὲ ἑκούσιον, κατὰ ταὐτὰ πᾶσιν ἀρέσκον, εὕρημα δὲ ἀνθρώπων οὐδενός, ἀλλὰ βίου καὶ χρόνου. τῶν μὲν οὖν ἄλλων νόμων ἕκαστος ἅπαξ δοκιμασθεὶς ἔλαβε τὴν ἰσχύν· τὸ δὲ ἔθος ἀεὶ δοκιμάζεται. καὶ νόμος μὲν οὐδεὶς ῥᾳδίως ὑπὸ πάντων ἐγκριθήσεται· ταῖς γὰρ τῶν πλειόνων δόξαις κυροῦται· ἔθος δὲ οὐκ ἐνῆν γενέσθαι μὴ προσδεχθὲν ὑπὸ πάντων.1 κἀκεῖνος ἀπειλῶν καὶ βιαζόμενος μένει κύριος, ὑπὸ δὲ τῶν ἐθῶν πειθόμενοι καὶ καλὰ καὶ συμφέροντα κρίνομεν αὐτά.

习俗是使用者共同的意愿,是部族或城邦的不成文法,是自愿的正义,以相同的方式取悦所有人;它不是任何单个人的发明,而是生活与时间的产物。其他各项法律一经审定便获得了效力,而习俗则始终在被审定之中。没有任何法律能轻易得到所有人的赞同——因为它是依多数人的意见而确立的;而习俗若非为所有人接受,便根本不可能形成。法律依靠威胁与强迫保持其权威,而我们则是被习俗说服,判定其既美好又有利。

§76.2

διό μοι δοκεῖ τις ἂν προσεικάσαι τὸν μὲν ἔγγραφον νόμον τῇ δυνάμει τῆς τυραννίδος· φόβῳ γὰρ ἕκαστον καὶ μετὰ προστάγματος διαπράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρωπίᾳ τῆς βασιλείας. βουλόμενοι γὰρ αὐτῷ πάντες καὶ δίχα ἀνάγκης ἕπονται. καὶ νόμους μὲν ἴσμεν πολλοὺς ἀνῃρημένους ὑπὸ τῶν θέντων αὐτούς, ὡς πονηρούς· ἔθος δὲ οὐκ ἂν οὐδεὶς ῥᾳδίως δείξειε λελυμένον. καὶ μὴν τῷ παντὶ ῥᾷόν ἐστιν2 ἀνελεῖν ὅ,τι βούλει τῶν ἐγγράφων ἢ τῶν ἐθῶν. τὰ μὲν γὰρ ἂν ἀπαλείψῃς ἅπαξ, ἡμέρᾳ μιᾷ λέλυται· συνήθειαν δὲ πόλεως οὐκ ἔστιν ἐν πάνυ πολλῷ καταλῦσαι χρόνῳ. κἀκεῖνοι μὲν ἐν σανίσιν ἢ στήλαις φυλάττονται· τῶν δὲ ἕκαστον ἐν ταῖς ἡμετέραις ψυχαῖς. ἀσφαλεστέρα δὲ καὶ κρείττων ἡ τοιαύτη φυλακή. καὶ μὴν ὁ μὲν ἔγγραφος νόμος αὐστηρός ἐστι καὶ ἀπηνής, ἔθους δὲ οὐδὲν ἥδιον. ἔπειτα τοὺς νόμους παρ’ ἄλλων πυνθανόμεθα, τὰ δὲ ἔθη πάντες ἐπιστάμεθα.

因此在我看来,人们不妨将成文法比作僭政的威势——因为它是通过恐惧并伴随着法令去推行每一件事的——而毋宁将习俗比作王道的仁爱;因为所有人都是自愿且无需强迫地遵从它。我们知道,许多法律曾被其制定者视为恶法而废止,但没有人能轻易指出有哪一种习俗被废除了。再者,要废除你所希望的成文法中的任何一条,都远比废除习俗要容易得多。因为前者一旦被抹去,一日之内便告废止;然而城邦的习惯,即便历经极为漫长的时间也无法消除。成文法被保存在木板或石碑上,而习俗则每一条都保存在我们的灵魂之中;这样的保存更为稳固且更胜一筹。成文法严峻而苛刻,而习俗则最令人心悦。此外,法律是我们向他人探询得知的,而习俗则是我们所有人都通晓的。

§76.4

κἀκείνων μέν εἰσιν οὐ σαφῶς ἔνιοι γεγραμμένοι καὶ διαστρέφονται πολλάκις ὑπὸ τῆς τῶν ῥητόρων δυνάμεως· τῶν δὲ ἐθῶν οὐδὲν ἀμφίβολον οὐδὲ σκολιόν, οὐδ’ ἂν περιγένοιτ̓ αὐτῶν λόγος. κἀκείνων μὲν ἀεὶ δεῖ μνημονεύειν, εἰ μέλλοιμεν αὐτοῖς ἐμμένειν· τοῦ δὲ ἔθους οὐκ ἔστιν οὐδὲ βουλομένους ἐπιλαθέσθαι·3 τοιαύτην γὰρ ἔχει φύσιν ὥστε ἀεὶ ὑπομιμνήσκειν αὑτοῦ. καθόλου δὲ τοὺς μὲν νόμους φαίη τις ἂν ποιεῖν δούλων πολιτείαν, τὰ δὲ ἔθη τοὐναντίον ἐλευθέρων. ἐκεῖνοι μὲν γὰρ ποιοῦσιν εἰς τὰ σώματα κολάσεις· παραβαινομένου δὲ ἔθους τὴν ζημίαν εἶναι συμβέβηκεν αἰσχύνην.4 ὥστε ἐκεῖνος μὲν φαύλων, οὗτος δὲ ἀγαθῶν ἐστι νόμος. εἰ γὰρ ἅπαντες ἦσαν ἀγαθοί, δῆλον ὅτι τῶν ἐγγράφων ἡμῖν οὐδὲν ἂν ἔδει νόμων. ἔτι δὲ τῶν μὲν νόμων εἰσὶν οἱ βασιλεῖς ἐπάνω καὶ πολλὰ πράττουσι παρ’ αὐτούς, τοῖς δὲ ἔθεσι κἀκεῖνοι κατακολουθοῦσιν.

成文法中有一些书写得并不明晰,常被演说家的能力所曲解;而习俗中没有任何含糊或曲折之处,任何言辞也无法压倒它们。如果我们打算遵守成文法,就必须时刻铭记它们;但对于习俗,即便人们想忘记也是不可能的,因为它具有始终提醒人们想起自身的本性。总而言之,人们可以说法律造就了奴隶的政制,而习俗相反造就了自由人的政制。因为法律是对肉体施加惩罚,而习俗被违犯时,其惩罚恰恰是羞耻。所以,前者是恶人的法律,后者是善人的法则。因为如果所有人都是善人,显然我们将完全不需要成文法。此外,君王凌驾于法律之上并做出许多违背法律的事,但对于习俗,即便君王也一体遵循。

§76.5

καὶ τῶν μὲν ἐγγράφων οὐδὲν ἐν τοῖς πολέμοις ἰσχύει, τὰ δὲ ἔθη φυλάττεται παρὰ πᾶσι, κἄν εἰς ἐσχάτην ἔχθραν προέλθωσιν. τὸ γοῦν μὴ κωλύειν τοὺς νεκροὺς θάπτειν οὐδαμῇ γέγραπται· πῶς γὰρ ἂν ὑπήκουον οἱ κρατοῦντες τοῖς τῶν ἡττωμένων ἐπιτάγμασιν; ἀλλ’ ἔθος ἐστὶ τὸ ποιοῦν τῆς φιλανθρωπίας ταύτης τοὺς κατοιχομένους τυγχάνειν. ὁμοίως τὸ τῶν κηρύκων ἀπέχεσθαι καὶ μόνοις τούτοις πολλὴν ἀσφάλειαν εἶναι βαδίζουσιν. τῶν μὲν οὖν νόμον παραβαινόντων οὐδεὶς ἂν ἐπιδείξειεν οὐδένα5 οἶμαι φανερῶς ὑπὸ τῶν θεῶν κεκολασμένον· Λακεδαιμόνιοι δ’ ἐπεὶ παρέβησαν τὸ κηρύκων ἔθος, τοὺς παρὰ βασιλέως ἐλθόντας ἀνελόντες, ἐκολάσθησαν ὑπ’ αὐτοῦ τοῦ δαιμονίου.

在战争中,成文法毫无效力,但习俗在所有人之间都得到遵守,纵使他们陷入极端的敌对之中。无论如何,不得阻碍掩埋死者这一条并未写在任何地方;因为胜者怎会听从败者的指令呢?相反,是习俗使得逝者获得了这份人道待遇。同样,不侵犯使节、唯有他们前行时享有极大安全,也是由于习俗。破坏法律之人,我想没有人能指出有谁受到过神明公开的惩罚;但拉栖代梦人违背了有关使节的习俗、杀害了来自波斯王的使节时,却受到了神明本身的惩治。

语法注5 条
  1. 76.1ἔθος δὲ οὐκ ἐνῆν γενέσθαι μὴ προσδεχθὲν ὑπὸ πάντων

    οὐκ ἐνῆν 作无人称用法,与不定式 γενέσθαι 连用,意为“不可能形成”。带有否定词 μή 的分词 προσδεχθέν 充当条件状语,意为“若非为所有人接受”。

  2. 76.2τῷ παντὶ ῥᾷόν ἐστιν

    与格 τῷ παντὶ 修饰比较级 ῥᾷον,用作表示差异程度的与格,充当副词短语,意为“远为”、“完全”。

  3. 76.4τοῦ δὲ ἔθους οὐκ ἔστιν οὐδὲ βουλομένους ἐπιλαθέσθαι

    οὐκ ἔστιν 用作无人称(“不可能……”)。不定式 ἐπιλαθέσθαι 支配属格宾语 τοῦ ἔθους,而宾格分词 βουλομένους(“即便有意如此的人”)充当不定式的逻辑主语,整个结构意为“即便人想要忘记习俗也是不可能的”。

  4. 76.4παραβαινομένου δὲ ἔθους τὴν ζημίαν εἶναι συμβέβηκεν αἰσχύνην

    παραβαινομένου ἔθους 是属格独立结构(“当习俗被违背时”)。主节由 συμβέβηκεν 引导宾格加不定式结构(Accusative with Infinitive),其中 τὴν ζημίαν 为主语,αἰσχύνην 为表语宾格(“其惩罚便恰恰是羞耻”)。

  5. 76.5τῶν μὲν οὖν νόμον παραβαινόντων οὐδεὶς ἂν ἐπιδείξειεν οὐδένα

    否定主语 οὐδείς 与否定宾语 οὐδένα 构成希腊语标准的多重否定加强语气(“没有人能指出任何一个人……”)。τῶν παραβαινόντων 是依附于 οὐδένα 的部分属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:76.1-76.5