- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:75.6-75.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论述了法律拥有胜过亲族的正义与仁爱,能以荣誉酬报善行,维系私人关系与公共秩序,并强调了它在战时保护使节与死者以及维系城邦存续方面不可替代的作用。
τοσαύτης δὲ δικαιοσύνης καὶ φιλανθρωπίας μεστός ἐστιν, ὥστε καὶ τοῖς ἀτυχοῦσι χρησιμώτερος καθέστηκε τῶν γένει προσηκόντων καὶ τοῖς ἀδικουμένοις ἰσχυρότερος τῆς αὐτῶν ἐκείνων ῥώμης καὶ πατράσιν υἱέων εὐνούστερος καὶ παισὶ γονέων καὶ ἀδελφοῖς ἀδελφῶν. πολλοὶ γοῦν ὑπὸ τῶν φιλτάτων ἀδικούμενοι πρὸς τοῦτον καταφεύγουσιν. ἔτι δὲ καὶ μηδὲν ὑπὸ μηδενὸς εὖ πεπονθὼς ὁ νόμος πᾶσιν ὧν ἂν εὐεργετήσωσιν ἑτέρους ἐκτίνει τὰς χάριτας,1 καὶ γονεῦσι παρὰ παίδων τὰς ὁμοίας κομιζόμενος καὶ τοῖς ἰδίᾳ τινῶν εὐεργέταις παρὰ τῶν εὖ παθόντων καὶ τοῖς κοινῇ φιλοτιμουμένοις παρὰ τῆς πόλεως.
法律充满了如此多的正义与仁爱,以至于对不幸者而言,它比血亲更为有用;对受害者而言,它比受害者自身的力量更为强大;对父亲而言,它比儿子更为慈爱;对子女而言,它胜过父母;对兄弟而言,它胜过兄弟。无论如何,许多遭至亲之人侵害的人都会逃向它寻求庇护。此外,法律虽未受过任何人的恩惠,却对人们所施与他人的善行悉数报偿,不仅为父母向子女索取同等的回报,为私下施恩之人向受惠者索取报答,也为公而忘私者向城邦索取嘉奖。
κάλλιστα δὲ τὰ ἆθλα τῶν εὐεργεσιῶν πεποίηκε, στεφάνους καὶ κηρύγματα καὶ προεδρίας ἐξευρών· ἃ τοῖς μὲν παρέχουσιν οὐδεμίαν φέρει δαπάνην, τοῖς δὲ τυγχάνουσι τοῦ παντὸς ἄξια καθέστηκεν. ὅ,τι δ’ ἂν ἐθέλῃ τῶν εὐτελεστάτων, εὐθὺς τοῦτο μέγα καὶ τίμιον ἐποίησεν. οὗτός ἐστιν ὁ τὸν κότινον οὕτως μέγα καὶ τηλικαύτης ἄξιον σπουδῆς ἀποδείξας καὶ τὰ σέλινα καὶ τὴν πίτυν καὶ τὸν τοῦ θαλλοῦ στέφανον· οὗτος ὁ τὰ τρία ῥήματα, οἷς ἕκαστος κηρύττεται τῶν ἀγαθῶν, πολλοῖς ἀποφήνας τοῦ ζῆν τιμιώτερα.
它还为善行设立了至美之奖赏,创制了冠冕、宣告和前排席位;这些对提供者而言不费分文,对获得者而言却抵得过一切。在最微贱的事物中,凡是它所愿者,它立刻就能使其变得崇高而尊贵。正是它让野橄榄冠显得如此伟大并值得竭力竞逐,芹叶冠、松枝冠与橄榄枝冠亦是如此;正是它让宣扬每一位善士的三句赞词,对许多人而言比生命本身还要珍贵。
οὗτός ἐστιν ὁ τὰς πανηγύρεις συνάγων, ὁ τοὺς θεοὺς τιμῶν, ὁ τὴν ἀρετὴν αὔξων· οὗτος ὁ τὴν θάλατταν καθαίρων, ὁ τὴν γῆν ἥμερον ποιῶν, ὁ τοῦ Διὸς θετὸς υἱός, ὁ τὴν ἀήττητον καὶ ἀνυπέρβλητον ἰσχὺν ἔχων· τοσοῦτον ἁπάντων σωφροσύνῃ καὶ πίστει διαφέρων, ὥστε καὶ γυναικῶν κοινωνίαν καὶ παρθένων ὥραν καὶ παίδων ἀκμὴν τούτῳ πάντες πεπιστεύκαμεν. ἔτι δὲ καὶ παρθένου τῆς Δίκης οὔσης μόνος αὐτῇ διὰ σωφροσύνην σύνεστιν.
正是它汇聚节庆集会,尊崇诸神,增进美德;正是它净化大海,开垦大地使其温驯,它是宙斯的养子,拥有不可战胜、无可匹敌的力量。它在节制与信实上如此超群绝伦,以至于我们所有人都将妻子的结合、少女的妙龄与男童的青春托付于它。再者,正义之神虽为处女,却唯独法律因其节制而得以常伴左右。
οὗτος ἐπίκουρος γήρως, διδάσκαλος νεότητος, πενίας συνεργός, φύλαξ πλούτου, τῇ μὲν εἰρήνῃ σύμμαχος, τῷ δὲ πολέμῳ ἐναντίος. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ πλεῖστον ἰσχύει. τὸν γοῦν παρὰ τῶν ἐχθίστων κήρυκα πεμπόμενον οὗτός ἐστιν ὁ σῴζων καὶ διαφυλάττων, παντὸς θώρακος καὶ πάσης ἀσπίδος ἰσχυρότερον αὐτῷ δοὺς ὅπλον τὸ κηρύκειον· ἔστι δὲ τοῦ νόμου σύμβολον. διὰ τοῦτον τοὺς ἀποθανόντας οὐδεὶς ἔτι κρίνει πολεμίους οὐδὲ τὴν ἔχθραν καὶ τὴν ὕβριν εἰς τὰ σώματα αὐτῶν ἐπιδείκνυνται.
它是迟暮之年的护卫,青春年少的导师,贫困者的协力者,富足者的守望者,和平的盟友,战事的对头。不仅如此,即使在战争本身之中,它也施展着最大的威力。无论如何,正是它拯救并保全从死敌那里派来的使者,赐予他比任何胸甲与坚盾都更为强大的武器——使节杖;而这正是法律的象征。因着它的缘故,再没有人将阵亡者视作仇敌,也不对他们的遗体施加仇怨与凌辱。
τοσούτῳ δὲ ταῖς πόλεσι χρησιμώτερός ἐστιν ἤπερ τὰ πηδάλια ταῖς ναυσίν, ὥστε ἡ μὲν ἀποβαλοῦσα τοὺς οἴακας ναῦς οὐκ ἂν ἀπόλοιτο μὴ χειμῶνος καταλαβόντος,2 πόλιν δ’ οὐκ ἔνι σωθῆναι τοῦ νόμου λυθέντος, οὐδ’ ἂν μηδὲν ἔξωθεν συμβαίνῃ δεινόν. ὥσπερ δὲ ὑπὸ τῆς ἐν αὐτῷ διανοίας διοικεῖται καὶ σῴζεται τῶν ἀνθρώπων ἕκαστος, ἡ δὲ ταύτης διαφθορὰ μανίαν καὶ παρακοπὴν φέρει, παραπλησίως, ἄν τις ἀνέλῃ τὸν νόμον ἐκ τοῦ βίου, καθάπερ οἶμαι τὸν νοῦν ἀπολωλεκὼς εἰς παντελῆ μανίαν καὶ ταραχὴν περιστήσεται.3
法律对于城邦的用处,甚至远远超过舵橹之于舟船:失去舵橹的船只只要不遭遇风暴,或许尚不至于倾覆,但一旦法律废弛,即便外部没有任何凶险发生,城邦也绝不可能得救。正如人人生来皆由内在的理智所掌管与维系,而理智的败坏则带来癫狂与错乱,同样地,如果有人将法律从人生中抽离,依我之见,他便会如同丧失了神智之人一般,沦入彻底的狂乱与骚乱之中。
- 75.6πᾶσιν ὧν ἂν εὐεργετήσωσιν ἑτέρους ἐκτίνει τὰς χάριτας
关系代名词 ὧν 因格吸引(attraction)而呈属格。在语法上,它原本应作为动词 εὐεργετήσωσιν 的同族宾格或内宾格(即 ἅ),但受到所省略的先行词(如表示回报缘由的属格 τούτων)的吸引而变作属格 ὧν。
- 75.10μὴ χειμῶνος καταλαβόντος
这是一个带有否定词 μή 的属格独立结构,充当与主句潜在式希求法 οὐκ ἂν ἀπόλοιτο 相呼应的假设条件从句(相当于 εἰ μὴ χειμὼν καταλάβοι,“只要风暴不曾袭来”)。否定词使用 μή 而非 οὐ 正说明了其条件句性质。
- 75.10καθάπερ οἶμαι τὸν νοῦν ἀπολωλεκὼς εἰς παντελῆ μανίαν καὶ ταραχὴν περιστήσεται
分词 ἀπολωλεκώς 为阳性单数主格,与从句条件 ἄν τις ἀνέλῃ 中不定代词 τις 所承接的动作主体(泛指的人)保持一致。比喻从句 καθάπερ ... ἀπολωλεκώς(“正如丧失理智之人一般”)作状语插入,修饰主要动词 περιστήσεται(“沦入/陷于”)。
