← 金嘴狄翁

演说集

§75.1-75.5

作为万物之王的法律与最可靠的谋士

作者将法律界定为人生之指南以及人类与诸神的王者,论证法律是一视同仁、绝无私利与模棱两可的最可靠谋士,它维系着城邦秩序并庇护所有遵奉者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§75.1

Ἔστι δὲ ὁ νόμος τοῦ βίου μὲν ἡγεμών, τῶν πόλεων δὲ ἐπιστάτης κοινός, τῶν δὲ πραγμάτων κανὼν δίκαιος, πρὸς ὃν ἕκαστον ἀπευθύνειν δεῖ τὸν αὑτοῦ τρόπον· εἰ δὲ μή, σκολιὸς ἔσται καὶ πονηρός. οἱ μὲν οὖν τοῦτον φυλάττοντες ἔχονται τῆς σωτηρίας·1 οἱ δὲ παραβαίνοντες πρῶτον μὲν αὑτοὺς ἀπολλύουσιν, ἔπειτα καὶ τοὺς ἄλλους, παράδειγμα καὶ ζῆλον αὐτοῖς ἀνομίας καὶ βίας παρέχοντες. ὥσπερ δὲ τῶν πλεόντων οἱ τοῦ πυρσοῦ μὴ διαμαρτάνοντες, οὗτοι μάλιστα σῴζονται καὶ τοὺς λιμένας εὑρίσκουσιν, οὕτως οἱ κατὰ τὸν νόμον ζῶντες ἀσφαλέστατα πορεύονται διὰ τοῦ βίου καὶ τῆς καταγωγῆς τῆς δεούσης τυγχάνουσιν.

法律乃是人生的引领者、城邦共同的掌管者,以及各项事物的公正常规,人人都必须依循它来端正自身的品行;若非如此,其品行便会变得歪斜与卑劣。因此,遵奉它的人便紧握着拯救;而逾越它的人,首先毁灭自身,接着也毁灭他人,向他们树立了无法与暴力的榜样和竞逐的对象。正如航海之人中,凡不曾错失烽火导引者,便最能获救并寻得港湾,依循法律生活的人也能最安全地度过一生,并得享应当归宿的泊地。

§75.2

ἀνθρώπῳ μὲν οὖν ἤδη τις συμβούλῳ χρησάμενος μετενόησεν, οὐ μέντοι νόμῳ. τοσούτῳ δὲ τῶν τειχῶν ταῖς πόλεσι χρησιμώτερός ἐστιν, ὥστε ἀτείχιστοι μὲν πολλαὶ τῶν πόλεων διαμένουσι, νόμου δὲ χωρὶς οὐκ ἔστιν οὐδεμίαν οἰκεῖσθαι πόλιν. οὐ μόνον δὲ συμφέρει τοῖς θνητοῖς, ἀλλὰ καὶ τοῖς θεοῖς. ὁ γοῦν κόσμος ἀεὶ τὸν αὐτὸν νόμον ἀκίνητον φυλάττει καὶ τῶν αἰωνίων οὐδὲν ἂν παραβαίη τοῦτον. ὅθεν οἶμαι καὶ βασιλεὺς εἰκότως ἀνθρώπων καὶ θεῶν κέκληται, τὴν μὲν βίαν καταλύων, τὴν δὲ ὕβριν καθαιρῶν, τὴν δὲ ἄνοιαν σωφρονίζων, τὴν δὲ κακίαν κολάζων, ἰδίᾳ δὲ καὶ κοινῇ πάντας τοὺς δεομένους ὠφελῶν, τοῖς μὲν ἀδικουμένοις βοηθῶν, τοῖς δὲ ἀπορουμένοις περί τινος μηνύων τὸ δέον.

事实上,有人曾因以某个人为谋士而后悔,却未曾有人因以法律为策而懊悔。对城邦而言,它比城墙有用得多,以至于许多城邦即使不设城墙也能长存,但若没有法律,没有任何城邦可以有人居住。它不仅有益于凡人,亦有益于诸神。无论如何,宇宙始终守护着同一道不可动摇的法则,永恒之物中绝无任何存在会逾越它。因此我认为,它被理所当然地称为人类与诸神的王者,废止暴力,削平骄横,使愚昧者明理自持,惩戒恶行,无论私下还是公然皆裨益一切求助者,匡扶受害者,并向遇事困惑者指示应当行之事。

§75.3

ὅταν γάρ τις συμβάντος τινὸς αὐτῷ δυσκόλου πράγματος ζητῇ τὸ συμφέρον, οὐδὲν οἶμαι δεῖ φίλους παρακαλεῖν οὐδὲ συγγενεῖς, ἀλλὰ ἐλθόντα παρὰ τοὺς νόμους πυνθάνεσθαι. καὶ οὐκ ἂν τὸ οἰκεῖον σκοπῶν χεῖρον ἐκείνῳ παραινέσειεν οὐδὲ ἀγνοήσας τὸ βέλτιον οὐδὲ δι’ ἀσχολίαν τινὰ ἢ τὸ μὴ φροντίζειν τοὺς σκεπτομένους παραιτήσαιτ’ ἄν.2 τοὐναντίον γὰρ ἁπάντων ὁμοίως κήδεται καὶ σχολὴν ἄγει πρὸς τὰ τῶν ἄλλων πράγματα καὶ οὐδὲν ἴδιον οὐδὲ ἐξαίρετόν ἐστιν αὐτῷ.

因为每逢有人遭遇艰难困阻而寻索有益之策时,我认为绝无必要招引朋友,亦无须呼唤亲族,只需走向法律去垂询。法律既不会出于自身私利的考量而向他提供更差的劝告,也不会因不明更优之选而误导他,更不会由于缺乏闲暇或不屑顾念而谢绝求教之人。正相反,它一视同仁地关怀一切人,始终为他人的事务留有闲暇,且绝无任何私己或特异之处。

§75.4

καὶ μὴν τοσούτῳ γε τῆς παρὰ τῶν θεῶν μαντείας ὠφελιμώτερός ἐστι νόμος, ὅσῳ τοὺς μὲν χρησμοὺς ἤδη τινὲς ἠγνόησαν καὶ δοκοῦντες πράττειν κατ’ αὐτοὺς τἀναντία ἐποίησαν, ὅθεν οἶμαι συμφοραῖς ἐχρήσαντο. παρὰ τοῦ νόμου δὲ οὐδέν ἐστι σκολιὸν οὐδὲ ἀμφίβολον, ἀλλ’ ἁπλῶς ἅπαντα ἃ προσήκει τοῖς δεομένοις φράζει. ἄρχων δὲ ἁπάντων καὶ κύριος ὢν χωρὶς ὅπλων καὶ βίας κρατεῖ· τοὐναντίον γὰρ αὐτὸς καταλύει τὴν βίαν· ἀλλὰ μετὰ πειθοῦς καὶ βουλομένων προέστηκεν.3 πείσας γὰρ πρότερον καὶ δοκιμασθεὶς οὕτως γίγνεται καὶ τὴν ἰσχὺν τὴν αὑτοῦ λαμβάνει.

再者,法律比诸神赐下的占验神谕更为有益,其程度在于:曾有人误解了神谕,自以为依照神谕行事,却做出了截然相反之举,我认为他们因此遭遇了灾祸。然而出自法律的言辞绝无歪斜与模棱两可之处,而是毫无保留地向求助者讲明一切合宜之事。它身为万物的掌管者与主宰,却无需甲兵与暴力而实施统御;相反,是它自身瓦解了暴力;它乃是凭借劝导,统领着心悦诚服之人。因为它是预先通过劝服并经受检验,才得以如此确立,并获得其自身的效力。

§75.5

τηλικαύτην δὲ ἔχει δύναμιν ὥστε καὶ τοῖς θεοῖς οὗτός ἐστιν ὁ βοηθῶν. τοὺς γὰρ ἱεροσύλους καὶ τοὺς παραβαίνοντας τὴν πρὸς αὐτοὺς εὐσέβειαν κολάζει. καὶ μὴν αὐτόν γε οὐδὲ εἷς οἷός τέ ἐστιν ἀδικῆσαι. τῶν γὰρ παραβαινόντων τὸν νόμον ἕκαστος οὐκ ἐκεῖνον, ἀλλ’ ἑαυτὸν βλάπτει.

它具有如此巨大的威力,以至于就连诸神也正是由它来助益。因为凡是劫掠神庙之人,以及违犯对诸神之虔敬的人,皆受它的惩罚。再者,绝无任何人能够侵害法律自身。因为每一个违犯法律的人,所损害的并非法律,而是他自己。

语法注3 条
  1. 75.1ἔχονται τῆς σωτηρίας

    中动态动词 ἔχομαι 支配属格补足语,意为“紧抓”、“紧握”或“保有”。在此处表示恪守法律之人能够坚实地确保自身的获救与安全。

  2. 75.3παραιτήσαιτ’ ἄν

    主语承前指代被拟人化的“法律”(ὁ νόμος),παραιτέομαι 在此处意为“拒绝”、“推辞”或“谢绝”求教者。它与否定词 οὐδέ 以及 ἄν 加祈愿式(潜势用法)构成呼应,说明法律绝不会借口忙碌而回绝咨询者。

  3. 75.4καὶ βουλομένων προέστηκεν

    完成体 προέστηκα(源自 προΐστημι)支配属格,意为“主持”、“统率”或“统治”。βουλομένων 是实质化的现在分词属格,意为“心悦诚服之人”或“自愿者”,与介词短语 μετὰ πειθοῦς(伴随着劝导)相辅相成,强调法律统治的自愿性与非强迫性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:75.1-75.5