- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:74.24-74.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将人比作不可靠的夏日泊地,主张当以明智为盾防范人性的险恶,并指出外在联系与言辞誓约皆无法维系真正的友谊,历代真正的友谊罕见至极。
τοιγαροῦν, ὅταν χειμὼν καταλάβῃ, τῶν μὲν ἀπείρων ἕκαστος ἐπιθυμεῖ τῆς γῆς, ὁ δὲ κυβερνήτης ὡς πορρωτάτω φεύγει. καίτοι λιμένας μὲν εὕροι τις ἂν ἀκλύστους, οἷς ἔνεστι πιστεύσαντας ἀσφαλῶς ὁρμεῖν, ἡλίκον ἄν ποτε ἀρθῇ τὸ πνεῦμα· τῶν δὲ ἀνθρώπων οἱ μετριώτατοι τοῖς θερινοῖς ὅρμοις ἐοίκασιν, οἵτινες πρὸς τὸ παρὸν σκέπουσι· κἀκείνων γὰρ ἕκαστος πρὸς ἕν τι τῶν κατὰ τὸν βίον ἐπιεικής, οὐ μέντοι καὶ πρὸς τἄλλα ὑπάρχει. χρημάτων μὲν γὰρ ἕνεκεν οὐδέν σε ἀδικήσειεν ἄν· ἔστω γὰρ εἶναί τινα τοιοῦτον· ἀλλὰ τάχ’ ἂν ὀργῆς ἢ φιλοτιμίας καταλαβούσης οὐκ ἂν ἐπιγνοίης αὐτὸν ἀσάλευτον καὶ πιστόν· ἄλλος ὑπὸ μηδενὸς πάθους κινούμενον,1 ἐφ’ ᾧ τις ἂν πιστεῦσαι βεβαίως δύναιτο.
因此,每当风暴来袭,缺乏经验的人无不渴望靠岸,而舵手却尽可能向远方躲避。然而,人们或许还能找到无浪的港湾,无论刮起多么强烈的风,都可以在其中放心地安全停泊;可是人类中最有节制的人,也不过如同夏日的泊地,仅能提供当下的庇护。因为他们之中的每一个人,或许在生活中的某一件事上是正直的,但在其他方面却未必如此。例如在金钱方面,他或许绝不会侵害你——姑且承认有这样的人存在——但倘若愤怒或野心袭来,你恐怕就无法认出他仍是坚定而值得信赖的;你也找不到任何不为任何激情所动、让人可以坚实寄托信任的其他人。
οὐκοῦν τοῖς γε τοιούτοις ὅσον ὑπὸ ἀνάγκης καὶ τελέως ὀλίγον δεῖ χρῆσθαι, τὸ πλέον αὐτὸν ἐγρηγορότα καὶ φυλάττοντα,2 ὡς τοὺς Ἀχαιοὺς τὸν Ἕκτορά φησιν ὁ ποιητής· ὁ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων ὁμοίως ἐν τῷ βίῳ δεῖ τὴν φρόνησιν καὶ τὴν ἐπιστήμην προβεβλημένους καὶ καλυφθέντας αὐτῇ φεύγειν καὶ φυλάττεσθαι τὴν τῶν ἀνθρώπων κακίαν καὶ τὰς τέχνας καὶ τὰς ἐπιβουλάς, αἷς >εἰώθασι χρῆσθαι.
因此,人们与这样的人打交道,只应在迫于需要时极少地往来,而自己则必须在绝大部分时间里保持警觉与防范,正如诗人谈及赫克托尔对待阿开奥斯人时所说:“但他凭借战事的经验,用牛皮盾牌遮蔽着宽阔的双肩,注视着飞箭的呼啸与投枪的轰鸣。”同样,在生活中,我们必须将明智与真知作为前置的盾牌,并以其遮蔽自身,去逃避和防范人类的邪恶,以及他们惯常施展的手腕与阴谋。
καθόλου δὲ θαυμαστόν, εἰ τὸ μὲν φαγεῖν ἀπὸ τῆς αὐτῆς τραπέζης ἐμποδὼν ἔσται τῇ πονηρίᾳ καὶ νὴ Δία τὸ πιεῖν ἀπὸ τοῦ αὐτοῦ κρατῆρος καὶ τὸν αὐτὸν λύχνον ὁρᾶν· τὸ δὲ τὸν ἥλιον βλέπειν τὸν αὐτὸν καὶ ἀπὸ τῆς αὐτῆς τρέφεσθαι γῆς οὐδεὶς ὑπολογίζεται τῶν πονηρῶν· ἀλλὰ τὸ μὲν πανδοκεῖον ἢ νὴ Δία οἶκος ἕτερος ἐκ λίθων καὶ ξύλων ᾠκοδομημένος συγκίρνησιν ἀνθρώπους καὶ δύναται συνάγειν εἰς φιλίαν, ὥσπερ Ὀδυσσεὺς ἀξιοῖ· αἰδεῖσθαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν. οὕτως ἡγεῖται τὴν σκηνὴν ἀξιωτέραν αἰδοῦς, καὶ ταῦτα ἐκ ξύλων τῶν ἐν τῇ πολεμίᾳ γεγονυῖαν, ἤπερ αὐτούς. ὁ δὲ σύμπας οὐρανός, ὑφ’ ᾧ πάντες ἐσμὲν ἀρχῆθεν, οὐδὲν ὠφελεῖ πρὸς ὁμόνοιαν οὐδὲ ἡ τῶν ὅλων κοινωνία θείων οὖσα καὶ μεγάλων, ἀλλὰ τοὐναντίον ἡ τῶν μικρῶν καὶ οὐδενὸς ἀξίων.
总的说来,倘若同席进餐会成为邪恶的阻碍,甚至以宙斯之名,同饮一坛酒、同照一盏灯也是如此,而同见一个太阳、同受一方土地滋养却丝毫未被恶人放在眼里,这委实令人惊奇。相反,一座客栈,或者以宙斯之名,另一座由石头和木料建成的房屋,却能将人们结合起来,并能引导他们结下友谊,正如奥德修斯所主张的那样:“当敬畏这屋宇;因为我们是在你的屋檐之下。”他竟然认为营帐——而且是用敌国的木料建成的营帐——比人们自身更值得敬重。然而,我们从一开始皆处于其下的整个苍穹,对于和睦却毫无助益,包罗万象、神圣而伟大的万物共同体亦复如是,反倒是那些微不足道、毫无价值之物的结合在起作用。
καὶ ὁ μὲν ἴδιος ἑκάστῳ πατήρ, πολλάκις οὐδενὸς ἄξιος πρεσβύτης, μέγα δίκαιον, ὥστε μὴ ἐπιβουλεύειν ἀλλήλοις τοὺς ἐκ τοῦ αὐτοῦ γένους· ὁ δὲ κοινὸς ἁπάντων,ἀνδρῶν τε θεῶν τἐ, ἐξ οὗ πάντες γεγόναμεν, οὐ κατὰ Λάχητα ὢν οὐδὲ κατὰ Σίμωνα,3 οὐ δύναται κατασχεῖν οὐδὲ κωλῦσαι τὴν ἀδικίαν τῶν ἀνθρώπων. καὶ μὴν ὅτι γε τοῖς λόγοις οὐκ ἂν πιστεύοι τις τοῖς ὑπὲρ τῆς φιλίας, τοῦτο γὰρ λοιπόν ἐστι, φανερὸν δήπου.
再者,每个人自己的父亲,往往只是个无足轻重的老人,却是一大约束,使同族之人不至相互算计;然而那全人类与诸神共有的、我们所有人生身所自的父,绝非拉刻斯或西蒙之流,却无法制止或阻挡人类的不义。此外,人们绝不能轻信关于友谊的言辞——因为这也是剩下的论题了——这无疑是显而易见的。
γελοῖον γὰρ ἀργύριον μὲν δανείζοντα τοῖς πέλας μὴ ῥᾳδίως ἄν τινα πιστεῦσαι λόγῳ μόνῳ, ἀλλὰ μαρτύρων δεῖσθαι καὶ γραμμάτων καὶ πολλοὺς καὶ ταῦτα παραβαίνειν. τί οὖν; φησίν, οὐκ ἤδη τινὲς ἐγένοντο φίλοι τῶν πρότερον; οἷον πᾶς ἂν λέγοι τοὺς θρυλουμένους τούτους, Ὀρέστην καὶ Πυλάδην καὶ Θησέα καὶ Πειρίθουν καὶ Ἀχιλλέα καὶ Πάτροκλον; εἰ δ’ οὖν τις συγχωρήσειεν ἀληθῆ τὴν δόξαν εἶναι ταύτην, δῆλον ὡς τρεῖς ἂν εἶεν φιλίαι γεγονυῖαι ἐν τοσούτῳ χρόνῳ, ἐν ὅσῳ πλεονάκις ἂν εἴποι τὸν ἥλιον ἐκλελοιπέναι.4
因为向邻人借出银钱时,人们绝不会轻易单凭言辞而信赖对方,反而需要证人和契券,即便如此仍有许多人违约;既然如此,在友谊上轻信言辞便显得荒谬不经。“那么怎样呢?”有人会说,“难道从前就不曾有人成为朋友吗?比如人人都会提及的那些传颂一时的名侣:奥瑞斯特斯与皮拉得斯,忒修斯与珀里托俄斯,阿喀琉斯与帕特洛克罗斯?”然而,就算有人承认这种传说是真实的,显然在如此漫长的岁月里也仅仅产生了三段友谊,而人们可以说,在这段岁月里日食发生的次数都要多得多。
- 74.24ἄλλος ὑπὸ μηδενὸς πάθους κινούμενον
此处主格 ἄλλος 与宾格分词 κινούμενον 并列,属于不规则构文。承接前文 οὐκ ἂν ἐπιγνοίης αὐτὸν ἀσάλευτον(你不会认出他是坚定不移的),该句在句意上承接支配动词,并补充否定含义,作感知/发现动词的宾语(相当于 ἄλλον … κινούμενον):“[你也找不到]任何不为激情所动的其他人”。
- 74.25τὸ πλέον αὐτὸν ἐγρηγορότα καὶ φυλάττοντα
这是与支配不定式 χρῆσθαι 的无人称动词 δεῖ 相呼应的逻辑主语宾格结构。强调代词 αὐτόν 以及完成体分词 ἐγρηγορότα 和现在时分词 φυλάττοντα 采用宾格,指示动作的一般主体,而未受前文与格 τοῖς γε τοιούτοις 的同化。副词性宾格 τὸ πλέον(“大部分时间地/主要地”)修饰整个分词短语。
- 74.27οὐ κατὰ Λάχητα ὢν οὐδὲ κατὰ Σίμωνα
介词 κατά 支配宾格,表示基准、等级或比较(“并非处于拉刻斯或西蒙的标准/层次上”)。这与前文提到的凡人脆弱无能的生父形成对比,强调至高之神绝非平庸无奇的世俗老翁。
- 74.28ἐν ὅσῳ πλεονάκις ἂν εἴποι τὸν ἥλιον ἐκλελοιπέναι
由 ἐν ὅσῳ 引导的关系从句,呼应先行词 ἐν τοσούτῳ χρόνῳ。包含 ἄν 的潜能祈愿气(πλεονάκις ἂν εἴποι)统领带宾格的不定式短语(τὸν ἥλιον ἐκλελοιπέναι),构成夸张的时长对比:“在人们可以说日食发生的次数都要多得多的那样漫长的时间内”。
