← 金嘴狄翁

演说集

§74.6-74.11

表象善意之脆弱与对大众的不信任

讲话者以大海与美狄亚为例论述了表面善意与誓言的不可靠性,并主张应当像法律限制未成年人与妇女那样戒备缺乏理性的大众。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74.6

τί οὖν, ὅταν τις φιλοφρονῆται καὶ καθ’ ἱερῶν ὀμνύῃ καὶ μόνον οὐ κατατέμνειν αὑτὸν ᾖ πρόθυμος; ἀκούειν μὲν ἤδη τούτων ἐξ ἀνάγκης καὶ νὴ Δία ἴσως κατανεύειν· εἰδέναι μέντοι σαφῶς1 ὅτι μηδὲν αὐτῶν ἐστιν ἰσχυρόν. Ἠλέκτρα τὸν Ὀρέστην δακρύοντα ὁρῶσα καὶ προσαγόμενον αὐτήν, τότε μὲν ᾤετο ἄνεσίν τινα αὐτῷ γεγονέναι, τοῦ μέντοι παντάπασι πιστεύειν πολὺ ἀπεῖχεν. ὁρῶσα γοῦν μετ’ ὀλίγον παρακινοῦντά φησιν, οἴμοι, κασίγνητ̓, ὄμμα σὸν ταράσσεται, ταχὺς δὲ μετέθου.

那么,当有人表现出深情厚意、指着祭品发誓、甚至恨不得把自己切碎时,又当如何?此刻固然不得不听取这些言语,而且——凭宙斯之名——或许还会点头应允;然而必须清清楚楚地知道,其中没有任何东西是靠得住的。厄勒克特拉见到俄瑞斯忒斯流泪并将她拉近时,当时虽以为他得到了一些宽慰,然而距离完全相信他却还差得很远。无论如何,她稍后见到他神志错乱,便说道:“唉,哥哥,你的双眼混乱了,转瞬间你已判若两人。”

§74.7

τὴν θάλασσαν οὕτως ἠρεμοῦσαν πολλάκις ἰδεῖν ἔστιν, ὥστ’ οἶμαι καὶ τὸν δειλότατον καταφρονῆσαι. τί οὖν; διὰ τοῦτο πιστεύειν δεῖ καὶ μήτε ἀγκύρας ἔχοντα μήτε πηδάλιον μήτε τἄλλα τὰ πρὸς τὴν σωτηρίαν ἀνάγεσθαί ποτε; ὄψει γάρ, ἂν οὕτω τύχῃ, μετ’ ὀλίγον κατερείσαντος ἀνέμου κλύδωνα ἰσχυρὸν καὶ κύματα τροφόεντα, πελώρια ἶσα ὄρεσσι, κυρτὰ φαληριόωντα· καὶ τὸν νῦν σοι φαινόμενον πρᾷον καὶ πολλὴν ἐνδεικνύμενον εὔνοιαν καὶ σπουδὴν τῆς τυχούσης αἰτίας καταλαβούσης ἄγριον εὑρήσεις καὶ χαλεπὸν καὶ πᾶν ὁτιοῦν κακὸν ἕτοιμον ἐργάσασθαι.

人们常能见到大海如此平静,我想甚至连最懦弱的人都会对它轻视不屑。那又如何?难道因此就应当轻信,在既无锚、又无舵、也无其他求生之物的情况下扬帆出海吗?因为倘若碰巧如此,片刻之后你就会看到狂风压境,浊浪排空,“汹涌肥厚的巨浪,庞大如山岳,卷曲着翻滚白沫”。而此刻对你显得温和、展现出无限善意与殷勤的人,一旦遭遇寻常的变故,你就会发现他凶暴残酷,随时准备犯下任何罪恶。

§74.8

πόσα δοκεῖς τὴν Μήδειαν εὔξασθαι τοῖς θεοῖς ὑπὲρ τῶν τέκνων ἢ ποσάκις ἀγωνιᾶσαι νοσούντων ἢ ποσάκις ἀντ’ ἐκείνων αὐτὴν ἂν ἑλέσθαι τελευτᾶν;2 ἀλλ’ ὅμως αὐτόχειρ αὐτῶν ἐγένετο. νὴ Δία, ἐρεῖ τις, ὀργιζομένη καὶ ζηλοτυποῦσα. τοὺς πολλοὺς δὲ οὐκ ἂν οἴει ζηλοτυπῆσαι; τί δέ; φθονῆσαι; τί δέ; ἐλπίσαι; σχεδὸν γὰρ αἰεὶ καὶ συνεχῶς ἐν τούτοις εἰσίν. μὴ τοίνυν πίστευε τοῖς εὐνοεῖν φάσκουσι καὶ μηδέποτε ἂν ἐγκαταλιπεῖν τὴν πρὸς σὲ φιλίαν. ὥσπερ γὰρ αἱ τὸν ἄνεμον σημαίνουσαι ταινίαι κατὰ τὴν στάσιν αἰεὶ τοῦ πνεύματος αἰωροῦνται, νυνὶ μὲν οὕτως, πάλιν δὲ ἐπὶ θάτερα, τὸν αὐτὸν τρόπον ἡ τῶν φαύλων διάνοια πρὸς πᾶσαν φορὰν οὕτως ἔχει.

你以为美狄亚曾为孩子们向诸神做过多少次祈祷,在他们患病时焦虑过多少次,又或者多少次宁愿替他们去死?然而她最终还是亲手杀害了他们。“凭宙斯起誓,”有人会说,“她是因为愤怒和嫉妒。”可是难道你以为大众就不会嫉妒吗?再说,难道他们不会忌恨吗?再说,难道他们不会心生希冀吗?因为他们几乎始终、持续地处于这些情绪之中。因此,绝不要相信那些声称怀有善意、誓言永不背弃对你之友谊的人。因为正如指示风向的飘带总是随着风势飘荡,忽而朝向这边,忽而又转向那边一样,卑劣之人的心智面对任何冲动亦是如此。

§74.9

τοῖς δούλοις οὐδεὶς πιστεύει συντιθεμένοις διὰ τὸ μὴ κυρίους ἑαυτῶν εἶναι· πολὺ μᾶλλον οὐ χρὴ προσέχειν ταῖς τῶν τοιούτων ὁμολογίαις. τῷ παντὶ γὰρ πλεῖον ἀπέχουσι τῆς ἐλευθερίας. τοῖς νεωτέροις τοσούτων ἐτῶν νόμος οὐκ ἐᾷ συμβάλλειν ὡς ἀπίστοις οὖσιν, οὐδὲ γυναικὶ παρ’ Ἀθηναίοις συναλλάσσειν πλὴν ἄχρι μεδίμνου κριθῶν, διὰ τὸ τῆς γνώμης ἀσθενές. τῶν μέντοι πάνυ νέων οὐθὲν διαφέρουσιν οἱ φαῦλοι, μᾶλλον δὲ οὐδὲ τῶν παιδαρίων, πλὴν τῷ δύνασθαι καὶ τῇ πανουργίᾳ· διὸ μᾶλλον αὐτοῖς ἀπιστεῖν ἐκείνων προσήκει.

奴隶立约无人信任,因为他们不能做自己的主人;人们更不应当理会这等人的协议。因为他们在一切方面都更加远离自由。法律不准许低于特定年龄的人订立契约,视其为不可信者;在雅典人那里,由于妇人心智薄弱,除了一美狄姆诺斯大麦的限额之外,也不准许其进行交易。然而卑劣之人与极年幼者毫无区别,甚至可以说与小儿无异,唯独多了力量与奸诈;因此理当比防范孩童更加怀疑他们。

§74.10

μακάριον γὰρ ἂν ἦν, εἰ καθάπερ παῖδα καὶ μειράκιον καὶ νεανίσκον καὶ πρεσβύτην χρόνος ποιεῖ, καὶ φρόνιμον οὕτως ἐποίει καὶ δίκαιον καὶ πιστόν. καὶ μὴν τῶν γυναικῶν τῶν φαύλων οὐδέν εἰσι βελτίους οἱ ἄνδρες οἱ μοχθηροί. κατὰ γὰρ τὸ σῶμα διαφέρουσιν, οὐ κατὰ τὴν διάνοιαν. καθάπερ οὖν οὐδὲν ἐκείνας ἐᾷ προσίεσθαι τῶν πλείονος ἀξίων ὁ νόμος, ἀλλ’ ὥρισται μέχρι τίνος προσήκει· τὸν αὐτὸν οἶμαι τρόπον καὶ τοῖς πολλοῖς μέχρι τῶν ἐλαχίστων κοινωνητέον· πράξεων δὲ μειζόνων ἢ λόγων ἀναγκαίων ἢ τῆς ἀσφαλείας τῆς περὶ τὸν βίον οὐδέποτε.

因为倘若时间在塑造孩童、少年、青年和老者的同时,也能同样将人塑造成明智、公正与可靠之人,那该是何等幸事。而且,恶劣的男子并不比卑劣的妇人高明半分。因为他们仅仅在肉体上有所不同,在心智上并无二致。正如法律不准许妇女涉足价值更高的事务,而是规定了适度的范围一样;我认为以同样的方式,人们也只应在最微不足道的事务上与大众交往,而绝不可涉及更重大的行动、紧要的言论或关乎生命的安危。

§74.11

καὶ γὰρ εἴ ποτε ἀπέχονται τοῦ κακῶς ποιεῖν δι’ ἣν δήποτ’ αἰτίαν, ὥσπερ τὰ θηρία πολλάκις ἠρεμεῖ κοιμώμενα ἢ ἐμπεπλησμένα, τὴν μέντοι φύσιν οὐκ ἀποβέβληκε τὴν αὑτῶν, παραπλησίως δὴ κἀκεῖνοι χρόνον τινὰ οὐκ ἔβλαψαν, ἔπειτα συμβάσης προφάσεως καὶ τὸν τόκον, φασί, καὶ τὸ κεφάλαιον τῆς πονηρίας ἐκτίνουσιν. ὁ Λάκων, ἐν ὁμιλίαις τινῶν συντιθεμένων αὐτῷ καὶ ἀξιούντων παρ’ αὐτῶν λαμβάνειν ἣν ἂν προαιρῆται πίστιν ὑπὲρ τῆς φιλίας, μίαν ἔφη πίστιν εἶναι τὸ ἐὰν θέλωσιν ἀδικῆσαι μὴ δύνασθαι,3 τὰς δὲ λοιπὰς πάσας εὐήθεις καὶ τελέως ἀσθενεῖς.

因为即使他们无论出于何种缘故有时克制不作恶,正如野兽在睡眠或吃饱时往往十分安稳,却并未抛弃其本性一样;同样地,那些人即便一段时期内未曾为害,随后一旦有了借口,正如俗话所说,他们就会连本带利地偿付其奸恶。一位斯巴达人在某些人于交谈中与他订立协约、并要求他随意从他们那里索取他所期望的友谊担保时说道:唯一的担保,就是他们即便想要为非作歹也无能为力;至于其余的一切担保,全都是愚蠢且彻底软弱无力的。

语法注3 条
  1. 74.6ἀκούειν μὲν ἤδη τούτων ἐξ ἀνάγκης καὶ νὴ Δία ἴσως κατανεύειν· εἰδέναι μέντοι σαφῶς

    此处的不定式(ἀκούειν、κατανεύειν、εἰδέναι)承接前文疑问,或可视为省略了表示“应当”的非人称动词(如 δεῖ 或 προσήκει),或用作命令式不定式(infinitive for imperative),表达在现实中不得不听从应允、但在认知上必须明确存疑的规范性态度。

  2. 74.8πόσα δοκεῖς τὴν Μήδειαν εὔξασθαι τοῖς θεοῖς ὑπὲρ τῶν τέκνων ἢ ποσάκις ἀγωνιᾶσαι νοσούντων ἢ ποσάκις ἀντ’ ἐκείνων αὐτὴν ἂν ἑλέσθαι τελευτᾶν;

    动词 δοκεῖς 统辖以 τὴν Μήδειαν 为主语的并列宾格不定式短语(εὔξασθαι、ἀγωνιᾶσαι 与 ἂν ἑλέσθαι)。第三个不定式 ἂν ἑλέσθαι 带有 ἄν,在间接引语中代表反事实虚拟或潜在条件句(直接引语中相当于 εἵλετο ἄν 或 ἕλοιτο ἄν)。

  3. 74.11μίαν ἔφη πίστιν εἶναι τὸ ἐὰν θέλωσιν ἀδικῆσαι μὴ δύνασθαι

    中性单数定冠词 τό 将包含条件从句(ἐὰν θέλωσιν ἀδικῆσαι)的不定式短语(μὴ δύνασθαι)整体名词化,在间接引语中作宾格主语 μίαν πίστιν 的表语性同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:74.6-74.11