← 金嘴狄翁

演说集

§74.12-74.17

血缘与誓约的脆弱及神话历史中的背叛

作者通过列举神话与历史中层出不穷的背信背誓实例,论证了血缘、誓约以及共餐之谊等外在约束根本不足凭信。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§74.12

ταύτην μόνην παρὰ τῶν πολλῶν τὴν πίστιν δεῖ λαμβάνειν, ἑτέραν δὲ οὐδεμίαν. ἡ γὰρ ἐκ τῶν λόγων καὶ τῆς συνηθείας καὶ τῶν ὅρκων καὶ τοῦ γένους καταγέλαστος.1 ὁ Ἀτρεὺς ἀδελφὸς ἦν τοῦ Θυέστου καὶ τῶν παιδαρίων, ἃ κατέκοψεν, θεῖος· ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐ μόνον ἀδελφοὶ κατὰ τὸν νόμον, ἀλλὰ καὶ ἐξ υἱοῦ καὶ μητρὸς γεγονότες τῶν ξυγγενεστάτων· ὥστ̓, εἴπερ ὠφέλει τι τὸ γένος, οὗτοι μάλιστα ἁπάντων ἀλλήλους ὤφειλον ἀγαπᾶν· ἀλλ’ ὁ πιστευθεὶς πρῶτον τὸν πιστεύσαντα ἐξέβαλε καὶ τῆς πατρίδος ἀπεστέρει καὶ μετὰ ταῦτα ἀλλήλους ἀπέκτειναν.

人们应当从大众那里接受的只有这一种保证,除此绝无其他。因为来自言语、熟识、誓言以及血缘的保证实属可笑。阿特柔斯是堤厄斯忒斯的兄弟,也是被他剁碎的幼童们的伯父;厄忒俄克勒斯与波吕涅刻斯不仅依礼法是兄弟,更是由母子所生、血缘最为切近之人;因此,倘若血缘真有何益处,这些人本该比世间所有人都要彼此相爱;然而那受信任者首先驱逐了信任他的人,剥夺了他的祖国,在此之后他们自相残杀。

§74.13

ὁ Θησεὺς τὸν Ἱππόλυτον, πατὴρ ὢν καὶ Ποσειδῶνος υἱός, διαβολαῖς πεισθεὶς ἀπέκτεινε καταρασάμενος. ὁ Πρίαμος πρότερον εὐδαιμονίᾳ διαφέρων καὶ τοσούτων ἐθνῶν καὶ τηλικούτου τόπου βασιλεύων, ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων2 διὰ τὸν υἱὸν καὶ τὴν ἀκρασίαν τὴν ἐκείνου πάντων ἀθλιώτατος ἐγένετο. καὶ οὗτοι μὲν ἐπίσημοι. πόσον δὲ οἴει πλῆθος ἐν ἑκάστῃ πόλει τῶν ἀφανῶν καὶ δημοτικῶν Ἀτρέων καὶ Θυεστῶν, τῶν μὲν καὶ ἀποκτιννύντων κρύφα, τῶν δὲ εἰς ἄλλα ἐπιβουλευόντων;

忒修斯身为父亲且是波塞冬之子,却听信谗言,立下诅咒杀害了希波吕托斯。普里阿摩斯早先享尽富贵,统治着如此多的部族与这般辽阔的领土——“上至马卡尔的居所莱斯博斯岛所环绕之地,内至弗里吉亚,以及无垠的赫勒斯滂”——却因其子及其子的放纵无度,沦为所有人中最悲惨者。这些固然是显赫的名人。然而你以为在每座城邦中,那些无名且卑微的阿特柔斯与堤厄斯忒斯又有多少呢?其中一些暗中杀人,另一些则以别的方式图谋不轨。

§74.14

Ἀερόπας μέν γε καὶ Κλυταιμνήστρας καὶ Σθενεβοίας οὐδὲ εἰπεῖν ἔστιν ὅσαι. ἀλλὰ τὰ μὲν τοῦ γένους καὶ τῆς οἰκειότητος τοιαῦτα, τὰ δὲ τῶν ὅρκων ποῖα; ὁ Πάνδαρος ὤμοσε τῷ Μενελάῳ, ὥσπερ καὶ οἱ λοιποὶ Τρῶες, ἀλλ’ οὐδὲν ἧττον ἔτρωσεν αὐτόν. Τισσαφέρνης οὐκ ὤμοσε τοῖς περὶ Κλέαρχον; τί δέ; ὁ βασιλεὺς οὐχὶ καὶ τοὺς βασιλείους θεοὺς καὶ τὴν δεξιὰν ἀπέστειλε; Φίλιππος δὲ ὁ Μακεδὼν οὐ διετέλει καθάπερ ἄλλο τι τῶν εἰς τὸν πόλεμον εὐχρήστων καὶ τὴν ἐπιορκίαν παρεσκευασμένος καὶ δυσὶ τούτοις τὰς πόλεις αἱρῶν, τῷ τε παρασπονδεῖν καὶ τῷ τοὺς προδώσοντας παρασκευάζειν; τῷ παντὶ πρὸς ἐκεῖνον τὸν τρόπον οἰκειότερον ἔχων·3 τοῖς μὲν γὰρ προδόταις ἀργύριον ἦν ἀνάγκη διδόναι, τοῖς θεοῖς δὲ περὶ ὅρκων οὐθὲν ἐτέλει.

至于阿埃洛佩、克吕泰涅斯特拉与斯忒诺玻亚之流,多得甚至无法数计。血缘与宗族之情便是如此,而誓言又当如何?潘达罗斯如同其余特洛伊人一样对墨涅拉俄斯起了誓,却照样射伤了他。提萨斐尼难道没有对克勒阿耳科斯等人发过誓吗?又如何?波斯大王难道不也派遣了王家诸神与右手作为凭据吗?而马其顿的腓力难道不是像对待战争中有用的其他军械一样,随时备好背信弃义,并凭借这两样手段攻城略地:一是撕毁盟约,二是收买叛徒?他在一切方面都更倾向于前一种方式;因为对叛徒必须付给钱财,而对诸神关于誓言之事,他无需付出分毫。

§74.15

τὸν δὲ Λύσανδρον τὸν Λακεδαιμόνιον γνώμην ἀποφαίνεσθαι λέγουσιν ὅτι τοὺς μὲν παῖδας ἀστραγάλοις καὶ σφαίραις ἐξαπατᾶν δεῖ, τοὺς δὲ ἄνδρας ὅρκοις καὶ ῥήμασιν. ἡ κερδαλῆ δὲ ἀλώπηξ ἑτέρα τίς ἐστι παρὰ Ἀρχιλόχῳ; τὸν δὲ τοῦ Γλαύκου χρησμὸν οὐκ οἴει πρότερον δεδωκέναι τοὺς πλείστους τῶν ἀνθρώπων, ὀμνύειν ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. καὶ τούτους μὲν τοὺς προειρημένους καὶ τοιούτους ἑτέρους διὰ τὰς περιστάσεις συμβέβηκεν ἐνδόξους γεγονέναι, τῶν δὲ ἀφανεστέρων Γλαύκων ἢ Πανδάρων μεσταὶ μὲν ἀγοραὶ ἀνθρώπων, μεσταὶ δὲ ἀγυιαί. διὸ μήτε τὸν Ἀπόλλωνα μήτε τὴν Ἀθηνᾶν σύμβουλον τῆς ἐπιορκίας λαμβάνουσιν.

据说斯巴达人吕山德曾发表见解称:欺骗孩童当用羊拐骨与皮球,欺骗成人则当用誓言与巧言。阿尔基罗科斯笔下“奸猾的狐狸”指的又是何人?难道你以为多数人不是早已把给格劳科斯的神谕赐给了自己:“发誓吧,因为死亡同样等待着守誓之人”?诚然,上述诸人及类似之人因其际遇而变得声名昭彰,然而在人群聚集的广场与街巷中,早已挤满了更多籍籍无名的格劳科斯与潘达罗斯。因此,他们行伪誓时甚至无须把阿波罗或雅典娜拉来作为参谋。

§74.16

ἀλλ’ ἡ συνήθεια τοῖς ἀνθρώποις μέγα δίκαιον τοῦ μηθὲν ἀδικεῖν καὶ σπονδαὶ καὶ τράπεζαι.4 τὸν Εὔρυτον ἀπέκτεινεν ὁ παρ’ αὐτῷ ξενισθείς, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ’ οὐδὲ τράπεζαν, τὴν ἣν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν. καίτοι θεὸς ἔδοξεν οὗτος ὁ τὴν τῶν θεῶν ὄπιν οὐκ αἰδεσάμενος οὐδὲ τὴν τράπεζαν καὶ τέρπεται ἐν θαλίῃ, κατέχων καλλίσφυρον Ἥβην. τὸν Ἀρχίλοχον οὐδὲν ὤνησαν οἱ ἅλες καὶ ἡ τράπεζα πρὸς τὴν ὁμολογίαν τῶν γάμων, ὥς φησιν αὐτός.

然而有人会说:“日常的熟识对人类而言是不作恶的伟大保障,奠酒与共餐的食桌亦然!” 欧律托斯被在他家中做客的宾客所杀:“残暴之徒,既不敬畏诸神的惩罚,也不敬畏主人摆在他面前的食桌;在此之后竟将主人杀害。”然而,这个既不敬畏神明之怒也不敬畏食桌之人竟被视作神祇,且“在盛宴中欢享,拥有纤足的赫柏”。正如阿尔基罗科斯亲口所言,盐与食桌在缔结婚约之事上对他毫无益处。

§74.17

ὁ Λυκάων ἀνόητος εἰς τὸν Ἀχιλλέα δεύτερον ἐμπεσών, δέον αὐτὸν ἢ μάχεσθαι προθύμως ἢ φεύγειν τάχιον,5 πὰρ γὰρ σοὶ πρώτῳ, φησί, πασάμην Δημήτερος ἀκτήν. τοιγαροῦν πρότερον, ὁπότε οὐδέπω μετειλήφει τῆς παρ’ αὐτῷ τροφῆς, εἰς Λῆμνον ἀπεμποληθεὶς ἐσώθη· τότε δὲ ληφθεὶς ἀπεσφάγη. τοσοῦτον αὐτὸν ὤνησεν ἡ Δημήτηρ. τὰς νήττας καὶ τὰς πέρδικας οὐ πρότερον θηρεύομεν, πρὶν ἂν φάγωσι παρ’ ἡμῶν.

吕卡翁也是个蠢人,当他第二次落入阿喀琉斯之手时——本该奋勇作战或者尽快逃跑——他却说:“因为我最早是在您的座前品尝了得墨忒耳的谷物。”所以早先在他尚未分食其食物时,被卖往利姆诺斯岛反而得以保全性命;而此时被捕,却被割断了喉咙。得墨忒耳给他的益处不过如此!我们不会在野鸭与鹧鸪从我们这里进食之前猎取它们。

语法注5 条
  1. 74.12ἡ γὰρ ἐκ τῶν λόγων καὶ τῆς συνηθείας καὶ τῶν ὅρκων καὶ τοῦ γένους καταγέλαστος.

    承接前句的 ταύτην μόνην... τὴν πίστιν,此处省略了主语 πίστις 与系动词 ἐστί。形容词 καταγέλαστος 用作表语,意为“从言语、熟识、誓言和血缘而来的担保是可笑的”。

  2. 74.13ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων

    引用自《伊利亚特》第24卷第544-545行。中性关系代词(作状语用)ὅσσον 修饰前行词 τηλικούτου τόπου 的范围,以莱斯博斯、弗里吉亚和赫勒斯滂为并列主语,统领动词 ἐέργει。

  3. 74.14τῷ παντὶ πρὸς ἐκεῖνον τὸν τρόπον οἰκειότερον ἔχων

    程度与格 τῷ παντί(意为“在各方面”、“全然”)修饰比较级副词 οἰκειότερον。搭配 ἔχω + 副词 + πρός + 宾格,表示腓力对于“前一种手段”(即撕毁条约行伪誓)更具倾向性。

  4. 74.16ἀλλ’ ἡ συνήθεια τοῖς ἀνθρώποις μέγα δίκαιον τοῦ μηθὲν ἀδικεῖν καὶ σπονδαὶ καὶ τράπεζαι.

    此处为省略了言语引出动词与系动词 ἐστί 的设问式反诘(hypophora),假托辩难者的反驳意见。冠词加不定词属格 τοῦ μηθὲν ἀδικεῖν 用作说明 δίκαιον 具体内容的同格或宾格性属格(“不作恶的保障”)。

  5. 74.17δέον αὐτὸν ἢ μάχεσθαι προθύμως ἢ φεύγειν τάχιον

    由无人称动词 δεῖ 的中性单数分词(δέον)构成的对格绝对独立结构(accusative absolute)。统领代词宾格 αὐτόν 及其补足不定词 μάχεσθαι 与 φεύγειν,表示理应如此却未做到的对照情境(“他本该奋勇作战或尽快逃跑”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:74.12-74.17