- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:74.1-74.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过对话形式,文段指出相较于公开的仇敌,人们更容易被朋友和亲近的血亲所坑害;由于人性内在的邪恶甚至使人无法爱惜自身,因而绝不可轻信任何人。
Δ. Ἐπίστασαί τινας ἤδη βλαβέντας ὑπὸ ἐχθρῶν; — Πῶς γὰρ οὔ; — Δ. Τί δέ; ὑπὸ τῶν καλουμένων φίλων καὶ συνήθων ἢ καὶ ὑπὸ συγγενῶν τινων, ἐνίους δὲ καὶ ὑπὸ τῶν ἔγγιστα, ἀδελφῶν ἢ υἱῶν ἢ πατέρων; — Ἔγωγε πολλούς. — Δ. Τίς οὖν ἡ αἰτία, δι᾽ ἣν οὐ μόνον οἱ ἐχθροὶ τοὺς ἐχθροὺς ἀδικοῦσιν, ἀλλὰ καὶ οἱ λεγόμενοι φίλοι ἀλλήλους καὶ νὴ Δία πολλοὶ καὶ τῶν οὕτως ἀναγκαίων; — Δῆλον ὡς ἡ κακία τῶν ἀνθρώπων, ὑφ’ ἧς ἕκαστος οἶμαι καὶ αὐτός ἐστιν αὑτῷ βλαβερός. — Δ. Πάντας ἄρα δεῖ ἐπ’ ἴσης φυλάττεσθαι καὶ μὴ πιστεύειν μηδὲν μᾶλλον, κἂν φίλος ἢ συνήθης ἢ πρὸς αἵματος εἶναι δοκῇ; — Πάντας, ὡς ὁ λόγος οὗτός φησιν. — Δ. Οὐκοῦν ὀρθῶς ἔγραψεν ὁ τοῦτο γράψας τὸ ἔπος· νᾶφε καὶ μέμνασ̓ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν;1
狄奥:你可曾知晓有人已被仇敌所害? 对话者:怎会不知? 狄奥:那么,被所谓的友人与熟人所害,或者被某些亲戚所害,甚至有些人被最亲近之人——兄弟、儿子或父亲所害呢? 对话者:我知道许多这样的例子。 狄奥:那么,究竟是何原因,不仅仇敌之间彼此加害,而且所谓的友人之间,甚至凭宙斯起誓,许多如此紧密的血亲骨肉之间也互相侵害? 对话者:显然是由于人的邪恶;我想,正是由于这种邪恶,每个人甚至对自己本身都是有害的。 狄奥:那么,难道必须对所有人一视同仁地戒备,即便有人看似是朋友、熟人或血亲,也绝不再多加信任半分吗? 对话者:对所有人皆应如此,正如这一论说所指出的那样。 狄奥:那么,写下这句诗的人岂不是说得很对:“保持清醒,切记存疑;此乃心智之筋节”?
— Ἴσως ὀρθῶς. — Δ. Καὶ μὴν δῆλος ὁ ποιητὴς οὐ πρὸς τοὺς ἐχθροὺς ταῦτα ὑποτιθέμενος, ἀλλὰ πρὸς τοὺς νομιζομένους φίλους. οὐ γὰρ δὴ ὑφ’ ὧν τις μισούμενος ἐπίσταται, τούτοις ἂν ἐξουσίαν δοίη καθ’ αὑτοῦ. πῶς ἂν οὖν διακελεύοιτο ἀπιστεῖν, οἷς μηδεὶς πιστεύει; φέρε τοίνυν κἀκεῖνο ἴδωμεν· ὑπὸ τίνων πλείους ἀπολώλασι, πότερον ὑπὸ τῶν ὁμολογουμένων ἐχθρῶν ἢ τοὐναντίον ὑπὸ τῶν προσποιουμένων εἶναι φίλων; ἐγὼ μὲν γὰρ ὁρῶ καὶ τῶν πόλεων τῶν ἁλουσῶν πλείονας ὑπὸ τῶν προδοτῶν ἀπολομένας ἢ ὑπὸ τῶν πολεμίων εἰλημμένας κατὰ κράτος καὶ τῶν ἀνθρώπων πλείους τῷ παντὶ τοῖς φίλοις καὶ τοῖς συνήθεσιν ἐγκαλοῦντας τῶν αἰτιωμένων τοὺς ἐχθροὺς ἐπὶ ταῖς συμφοραῖς·2
对话者:或许确实很对。 狄奥:而且显而易见,这位诗人提出这一忠告并非针对仇敌,而是针对被视为友人的人。因为任何人绝不会把制约自身的权力交给那些明知痛恨自己的人。既然如此,他又怎会吩咐人们去怀疑那些本就无人信任的人呢?那么,且让我们再看看这一点:因谁而亡的人更多,是因公认的仇敌,还是相反,因伪装成朋友的人?就我而言,我看到在沦陷的城邦中,因背叛者而覆灭的远多于被敌人强攻占领的;而在人类之中,就其遭遇的灾祸而言,归咎于友人与熟人的人数,完完全全多于指责仇敌的人数。
ἔτι δὲ πρὸς μὲν τοὺς πολεμίους ἅπασι τείχη καὶ φρούρια κατεσκευασμένα καὶ τούτων ἐνίοτε πολλῶν ἐτῶν μηδεμίαν χρείαν γενομένην· πρὸς δὲ τοὺς συμπολιτευομένους καὶ τῶν αὐτῶν κοινωνοῦντας ἱερῶν καὶ θυσιῶν καὶ γάμων καὶ φυλέτας ὄντας ἀλλήλων καὶ δημότας καὶ συγγενεῖς τὰ δικαστήρια3 καὶ τοὺς νόμους καὶ τὰ ἀρχεῖα. καὶ ταῦτα οὐδέποτε ἠρεμεῖ. μεσταὶ γοῦν αἱ πόλεις αἰεὶ κατηγορούντων, ἀπολογουμένων, δικαζόντων, δικαζομένων, καὶ οὐδὲ ἐν ταῖς ἱερομηνίαις ἢ ταῖς σπονδαῖς ἀλλήλων ἀπέχεσθαι δύνανται. τίθενται γοῦν ἑτέρους νόμους ὑπὲρ τῶν ἀδικημάτων τῶν ἐν ταῖς ἑορταῖς καὶ τούτους ἱεροὺς καλοῦσιν, ὥσπερ τὸ ὄνομα ὠφελοῦν. ὁ γὰρ τῆς κακίας πόλεμος διηνεκὴς ἅπασι πρὸς ἅπαντας, ἄσπονδος ὢν καὶ ἀκήρυκτος· μάλιστα δὲ οὗτος συνέστηκε τοῖς ἐγγὺς πρὸς ἀλλήλους.
此外,针对外敌,人人都筑有城墙与堡垒,而这些设施有时很多年都派不上一次用场;然而针对同邦共治之人、共享同一神圣仪式与祭祀及婚媾之人、互为同一部族成员与区民及血亲之人,却设有法庭、法律与官府。而这些设施从未停息。无论如何,城邦中总是充斥着控告者、辩护者、审判者与诉讼者,人们甚至在神圣停战之月或休战期间也无法克制相互加害。事实上,人们还针对节庆期间的罪行另立律法,并将这些称为“神圣律法”,仿佛这一名称真能带来裨益一般。因为邪恶之战对所有人而言,针对所有人都是永不休止的,是不宣而战且不可媾和的;而这场战争尤以发生在关系亲近者之间最为炽烈。
τὸν μὲν οὖν ἐν εἰρήνῃ βουλόμενον βιοῦν καὶ μετ’ ἀσφαλείας τινὸς εὐλαβεῖσθαι δεῖ τὴν πρὸς ἀνθρώπους κοινωνίαν καὶ τὴν φύσιν ἐπίστασθαι τῶν πολλῶν ἑτοίμην οὖσαν πρὸς τὸ μεταδοῦναι κακίας τινός, καὶ μηδὲ ἂν μυριάκις λέγῃ φίλος εἶναι πιστεύειν. οὐ γάρ ἐστι παρ’ αὐτοῖς βέβαιον οὐθὲν οὐδὲ ἀληθές· ἀλλ’ ὃν ἂν ἁπάντων προτιμῶσιν ἤδη καὶ τοῦ ζῆν, ἐὰν οὕτω τύχῃ, μετὰ μικρὸν ἔχθιστον νομίζουσι καὶ οὐδὲ τοῦ σώματος ἀπέχονται πολλάκις.
因此,凡欲在和平与某种安全之中度日之人,必须提防与世人的交往,深知大众的本性随时准备施加某种邪恶,即便对方一万次宣称自己是朋友,也绝不可信任。因为在他们那里没有任何可靠或真实的东西;相反,他们此刻视若珍宝、甚至重于生命之人,若情势有变,不久之后就会被他们视为死敌,且往往连其性命都不肯放过。
ὁ γοῦν ἐραστὴς τὸν ἐρώμενον ἀποσφάττει διὰ τὸ λίαν φιλεῖν, ὡς οἴεται, παροξυνθεὶς ἐκ τῆς τυχούσης αἰτίας. ἕτεροι δ’ ἑαυτοὺς ἀποκτιννύασιν, οἱ μὲν ἄκοντες δι’ ἀκρασίαν, οἱ δὲ ἑκόντες, μηδενὸς ὄντος αὐτοῖς ἀτόπου κατὰ τὸν βίον ἢ τῆς ἐν αὐτοῖς μοχθηρίας. τὰς μὲν γὰρ ἄλλας βλάβας τὰς εἰς ἑαυτὸν ἑκάστου δῆλον ὡς οὐκ ἐπεξελθεῖν ἔστιν. ποία δὴ πίστις πρὸς τοὺς τοιούτους ἢ τίς ἀσφάλεια; ἢ πῶς ἂν ἐμὲ ἀγαπήσειεν ὁ μηδ’ αὑτὸν ἀγαπῶν; τὸ γὰρ πρὸς τοὺς Ἀθηναίους ῥηθέν, ὅτε ἐν ἐσχάτοις ὄντες ἠξίουν τι περὶ Σάμου, καλῶς ἂν οἶμαι λεχθείη πρὸς τοὺς φιλίαν ὑπερχομένους τῶν φαύλων· ὃς αὐτὸς αὑτὸν οὐ φιλεῖ, πῶς ἄλλον φιλεῖ, ἢ ξένον ἢ τέκνον ἢ ἀδελφόν;
无论如何,情人自以为出于过度的爱意,因微不足道的缘由受了激怒,就会割断所爱之人的喉咙。另有些人则自寻短见——有人因放纵而身不由己,有人则是出于自愿,而在他们的生活之中,除了自身内在的恶劣品性外,并无任何反常之祸。盖因每个人对自己造成的其他伤害,显然是无法一一详述的。那么,对这般的人能有何种信任,又能有何种安全呢?或者说,一个连自己都不爱的人,又怎会爱我呢?因为当雅典人陷于穷途末路而就萨摩斯岛提出某种要求时,针对他们所说的那句话,我认为可以恰如其分地用于告诫那些逢迎钻营友谊的卑劣之徒:“一个连自己都不爱的人,又怎能爱他人,无论是宾客、子女还是兄弟?”
- 74.1νᾶφε καὶ μέμνασ̓ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν
引自诗人埃庇卡尔摩斯的著名箴言诗句,保留了多利斯方言形式 νᾶφε(雅典方言作 νῆφε,“当清醒”)和 τᾶν φρενῶν(雅典方言作 τῶν φρενῶν)。在表语短语 ἄρθρα ταῦτα 中,指示代名词 ταῦτα 指代前述两道命令的内容,并在性数上与表语名词 ἄρθρα(中性复数)保持一致。
- 74.2πλείους τῷ παντὶ τοῖς φίλοις καὶ τοῖς συνήθεσιν ἐγκαλοῦντας τῶν αἰτιωμένων τοὺς ἐχθροὺς ἐπὶ ταῖς συμφοραῖς
此句为动词 ὁρῶ 的宾语分词结构。πλείους 修饰分词 ἐγκαλοῦντας 的逻辑主语(宾格),τῷ παντὶ 为表示比较程度的与格(“完完全全/远为”)。属格短语 τῶν αἰτιωμένων 是从属于比较级 πλείους 的比较属格,意为“多于那些指责仇敌的人”。
- 74.3πρὸς μὲν τοὺς πολεμίους ἅπασι τείχη καὶ φρούρια κατεσκευασμένα ... πρὸς δὲ τοὺς συμπολιτευομένους ... τὰ δικαστήρια
基于对照(μέν ... δέ)的并列结构,承接前节动词 ὁρῶ 的宾格分词结构。前半句以宾格宾语 τείχη καὶ φρούρια 搭配补充分词 κατεσκευασμένα(完成时被动)与与格 ἅπασι(“〔我看到〕人人都筑有城墙与堡垒”),后半句则与之相呼应,列出平行的宾格宾语(τὰ δικαστήρια καὶ τοὺς νόμους καὶ τὰ ἀρχεῖα),需补出省略的分词(κατεσκευασμένα 或 ὄντα)来理解。
