- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:74.18-74.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引阿伽门农被害之事,指出人们常将不幸归咎于女性或宾客等特定身份,然而真正应当防范的是普遍存在的人性之恶。他告诫人们切勿盲信他人,并以航海为喻,论述了明智的隐居独处远比涉足险恶的人际交往更为安全。
ὁ δὲ Αἴγισθος τὸν Ἀγαμέμνονα δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. καὶ ὑπὸ μὲν τῶν Τρώων οὐδὲν ἔπαθεν ἐν δέκα ἔτεσιν, οἷς ἐπολέμει καὶ οὐδεπώποτε αὐτοῖς συνέστιος ἐγένετο· εἰς δὲ τὴν οἰκίαν ἐλθὼν διὰ τοσούτου χρόνου, θύσας τοῖς θεοῖς, καὶ τὴν αὑτοῦ τράπεζαν παραθέμενος, ὑπὸ τῆς ἰδίας γυναικὸς οὕτως ὠμῶς ἀνῃρέθη.
而埃癸斯托斯在款待阿伽门农饮宴之后,“如同人在饲料槽旁宰牛一般”杀害了他。阿伽门农与特洛伊人征战十年,期间从未与他们共处一室、围炉而坐,却未曾遭其毒手;然而在历经如此漫长的岁月回到家中、向诸神献祭、并摆设了自己的食桌之后,他竟被自己的妻子如此残忍地杀害了。
καὶ μετὰ ταῦτα κάτω περιτυχὼν τῷ Ὀδυσσεῖ μέμφεται Κλυταιμνήστραν· μηδὲ γὰρ τοὺς ὀφθαλμοὺς αὐτοῦ τελευτῶντος συγκλεῖσαι·1 πρὸς δὲ τούτοις παρακελεύεται μηδέποτε πιστεύειν γυναικί, μηδέ οἱ ἐκφάσθαι πυκινὸν ἔπος. καίτοι ἡ Κλυταιμνήστρα οὐχ ὅτι γυνὴ ἦν ταῦτα διέθηκεν αὐτόν, ἀλλ’ ὅτι πονηρά· καὶ οὐδὲν μᾶλλον οὐ χρὴ γυναικὶ ἤπιον εἶναι ἢ ἀνδρί.2
在此之后,他在冥府遇见奥德修斯时便抱怨克吕泰涅斯特拉,说她在他咽气之时甚至不曾替他合上双眼;不仅如此,他还告诫奥德修斯切莫信任女人,也休对女人倾吐肺腑之言。然而,克吕泰涅斯特拉之所以这般处置他,并非因为她是女人,而是因为她心怀邪恶;绝非说人们对待女人就应当比对待男人更不温和宽厚。
ἀλλ’ οἶμαι τῶν περιπεσόντων ἕκαστος, ὑφ’ οὗ πέπονθε κακῶς, ἐκεῖνο μάλιστα ὑφορᾶται καὶ προλέγει φυλάττεσθαι τοῖς ἄλλοις, ὁ μὲν ὑπὸ ἔχεως πληγεὶς ἔχιν, ὁ δὲ ὑπὸ σκορπίου σκορπίον· ὅν δ’ ἂν κύων δάκῃ, ὄψει βακτηρίαν ἀεὶ περιφέροντα, τὸ αὐτὸ δὴ τοῦτο καὶ πρὸς ἀνθρώπους πεπόνθασιν οἱ πολλοί. τῷ μὲν ἐκ γυναικός τι συνέβη δεινόν· οὗτος δὴ κέκραγεν· ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν γυναῖκας εἰς φῶς ἡλίου κατῴκισας; ἄλλον ὑποδεχθεὶς ξένος ἐλύπησεν, ὡς Ἀλέξανδρος τὰ τοῦ Μενελάου κτήματα καὶ τὴν γυναῖκα ὑφελόμενος. ὁ τοιοῦτος πρὸς τοὺς ξένους διαβέβληται, πρὸς ἀδελφὸν ἕτερος, ἄλλος πρὸς υἱόν.
但我以为,每个遭遇不幸的人,最提防的正是伤害了自己的那个对象,并且也告诫他人对此加以防备:被蝰蛇咬伤的人防备蝰蛇,被蝎子蜇伤的人防备蝎子;而只要有谁被狗咬过,你就会看见他总是随身携带着一根木棍。大众对待人也正是如此:某人因女人遭遇了可怕之事,他便高呼:“宙斯啊,你为何竟把女人安置在阳光之下,作为给人类的伪劣灾害?”另一个人被自己接纳的宾客所害,正如墨涅拉俄斯被拐走其财产与妻子的亚历山大所害一样;这样的人便仇视所有的宾客,另一个人仇视兄弟,又有人仇视儿子。
τὸ δὲ πρᾶγμα οὐ τοιοῦτόν ἐστιν — οὐ γὰρ ὁ ἀδελφὸς οὐδὲ ὁ συγγενὴς οὐδὲ ὁ ξένος πέφυκεν ἀδικεῖν, ἀλλ’ ὁ μοχθηρὸς ἄνθρωπος· τοῦτο δὲ μικροῦ δεῖν ἐν πᾶσίν ἐστιν — ἀλλ’ εἰ νοῦν ἔχεις, πάντας εὐλαβοῦ. ξένος· εὐλαβοῦ. μέτριος εἶναί φησι· μᾶλλον εὐλαβοῦ. τοῦτο ἀκίνητον ὑπαρχέτω.,νὴ Δἴ, ἀλλ’ ἐπιδείκνυται δεξιοῦ τινος εὔνοιαν;ʼ οὐκοῦν ἀποδέχου τοῦτον, τοῖς θεοῖς εἰδὼς χάριν, εἰ βούλει δέ, κἀκείνῳ· πρὸς δὲ τὸ μέλλον φυλάττεσθαι χρὴ αὐτόν. ὃ γάρ τις ἐπὶ τῆς τύχης εἶπε, πολὺ μᾶλλον ἂν ἐπ’ ἀνθρώπων τοῦτο ῥηθείη, τὸ μηδένα εἰδέναι περὶ μηδενός, εἰ μέχρι τῆς αὔριον διαμενεῖ τοιοῦτος.
然而事情的真相并非如此——因为无论兄弟、亲族还是宾客,生来皆非生就作恶者,邪恶之人才是;而这种恶性几乎存在于所有人身上。相反,倘若你有理智,就当防范一切人。是宾客?防范他。他自称是个本分之人?更加要防范他。让这一原则成为不可动摇的前提。“以宙斯之名,然而若是他表现出了某种好心人的善意呢?”那么就接纳他,感念神明的恩德,若是你愿意,也可以感念那人;但对于未来,仍须防范他。因为有人谈及命运时所说的那句话——“无人知晓任何人在明日之前是否仍会保持如初”——用在人类身上远为贴切。
τὰς γοῦν πρὸς αὑτοὺς παραβαίνουσι συνθήκας καὶ συμβουλεύουσιν αὑτοῖς ἕτερα, καὶ ἄλλα συμφέρειν νομίζοντες ἄλλα πράττουσιν. ὅθεν ὅταν τις ἐκ τοῦ πιστεύειν περιπέσῃ τινὶ τῶν δυσκόλων, γελοῖός ἐστιν αἰτιώμενος ἐκεῖνον, ἑαυτὸν δέον,3 καὶ θεοὺς ἐνίοτε ἐπιβοώμενος, ὑπ’ ἀνδρὸς ἀπατηθεὶς φίλου καὶ συνήθους. οἱ δὲ θεοὶ καταγελῶσιν, εἰδότες ὅτι ἑαυτὸν ἐξηπάτησεν ἐπ’ ἄλλῳ ποιησάμενος. οἱ προσπταίοντες ἐν ταῖς ὁδοῖς ἢ νὴ Δία ἐμπεσόντες εἰς πηλὸν ἢ βόθρον οὐκ ὀργίζονται τοῖς λίθοις ἢ τῷ πηλῷ· τελέως γὰρ ἂν ἦσαν ἀπόπληκτοι, δέον αὑτοὺς αἰτιᾶσθαι καὶ τὸ μὴ προσέχειν.
至少,人们连与自己订立的约定都会违背,给自己提出自相矛盾的建议,自以为某事有利却偏偏去行另一事。因此,每当有人因盲信而陷入困境时,他被身为朋友和熟识之人的男子欺骗,本该责怪自己,却去责怪他人,有时甚至呼求诸神,这实属可笑。诸神只是嘲笑,因为知道他是由于倚仗别人而欺骗了自己。在路上绊倒,或者(以宙斯之名)掉进泥淖或深坑的人,绝不会向石头或泥淖发怒;因为倘若如此,他们便彻底成了疯子,而本该责怪的是他们自己以及自身的不加留意。
τί οὖν; φήσει τις, δεῖ θηρίου βίον προαιρεῖσθαι καὶ ζῆν ἔρημον; οὐ θηρίου, ἀλλ’ ἀνδρὸς φρονίμου καὶ ζῆν ἀσφαλῶς ἐπισταμένου. πολὺ γὰρ ἀσφαλεστέρα καὶ κρείττων ἡ ἐρημία τῆς πρὸς ἀνθρώπους κοινωνίας, ἐὰν ἀδεῶς γίγνηται καὶ χωρὶς κοινῶν προσοχῆς. ὥσπερ οἶμαι τοῖς πλέουσι τὸ πέλαγος συμφέρει μᾶλλον τῆς γῆς, εἰ μή τις ἐν εὐδίᾳ πλέοι καὶ σαφῶς εἰδὼς τοὺς τόπους· ἐν μὲν γὰρ τῷ πελάγει σπάνιον εἴ που διεφθάρη ναῦς, πρὸς δὲ ταῖς ἀκταῖς καὶ περὶ τὰς ἄκρας ἰδεῖν ἔστι τὰ ναυάγια.
“那么怎样呢?”有人会说,“难道人应当选择野兽的生活,离群索居吗?”不是野兽的生活,而是一个懂得如何安全度日的明智之人的生活。因为倘若能在无惧且不受世俗烦扰的状态下生活,孤居远比与人交往更为安全与优越。我想这正如对航海之人而言,大海远比陆地更为有利,除非有人能在风平浪静且对地形了如指掌时航行;因为在大海上,船只极少在哪里毁灭,但在海岸边和海角周围,却随处可见海难的遗骸。
- 74.19μηδὲ γὰρ τοὺς ὀφθαλμοὺς αὐτοῦ τελευτῶντος συγκλεῖσαι
依赖于动词 μέμφεται(责怪)的“宾格加不定式”间接引语结构,用于说明责难的理由和内容(克吕泰涅斯特拉作为未明言的逻辑主语)。连词 γάρ 引出该原因从句,使用否定词 μηδέ 而非 οὐδέ 表明这是转述阿伽门农主观的控诉与抱怨(化用了荷马《奥德赛》11卷425行)。
- 74.19καὶ οὐδὲν μᾶλλον οὐ χρὴ γυναικὶ ἤπιον εἶναι ἢ ἀνδρί
由 οὐδὲν μᾶλλον... ἤ(并不比……更……)与否定词 οὐ χρὴ 构成的双重否定结构,意为“绝非说人们对女人就应当比对男人更不温和”(即强调恶德才是问题的根源,而非性别本身差异)。
- 74.22ἑαυτὸν δέον
非人称动词 δεῖ 的中性单数分词构成的“绝对宾格”(accusativus absolutus)。它与前文的分词短语 αἰτιώμενος ἐκεῖνον(责怪他人)相对照,带有转折与批判意味:“而他本应当责怪自己”。
