- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:73.6-73.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者列举了米尔提亚德斯、客蒙、福基翁、尼基阿斯等雅典领袖以及受僭主或私人信任者的悲惨下场,指出受人信任所伴随的危险与劳苦,但声明自己并非要责难友人那种轻视私财、坚守忠信的抉择。
Μιλτιάδης δὲ ὁ πρῶτος νικήσας τοὺς βαρβάρους μετὰ μόνων τῶν πολιτῶν καὶ τὸ Περσῶν φρόνημα καθελών, ὃ πρότερον εἶχον ὡς ἁπάντων ἀνθρώπων κρείττους ὄντες, οὗτος μετ’ οὐ πολὺν χρόνον εἰς τὸ δεσμωτήριον ὑπ’ αὐτῶν ἐνέπεσε, καὶ προσέτι ὁ υἱὸς αὐτοῦ Κίμων ἄτιμος ἦν ἂν τὸν ἅπαντα χρόνον, εἰ μὴ τὴν ἀδελφὴν Ἐλπινίκην ἐξέδωκεν ἀνδρὶ ταπεινῷ χρήματα ἔχοντι, ὃς ὑπὲρ αὐτοῦ τὴν ζημίαν κατέβαλε τὰ πεντήκοντα τάλαντα. καίτοι Κίμων ὕστερον Ἀθηναίοις Κύπρον ἐκτήσατο καὶ πεζῇ ἅμα καὶ ναυσὶν ἐνίκησε τοὺς βαρβάρους περὶ Παμφυλίαν· ἀλλ’ ὅμως τὸν τοιοῦτον αὐτὸν ὄντα καὶ τοιούτου πατρός, εἰ μὴ χρημάτων εὐπόρησεν, ἄτιμον ἂν εἴων ἐν τῇ πόλει.1 Φωκίωνα δὲ ὕστερον τὸν ὑπὲρ ὀγδοήκοντα ἔτη βιώσαντα, τούτων δὲ τὰ πλείω στρατηγήσαντα καὶ τὴν πόλιν διαφυλάξαντα ἐν τοῖς χαλεπωτάτοις καιροῖς καὶ χρηστὸν ὑπ’ αὐτῶν ἐκείνων ὀνομασθέντα, τοῦτον οὐκ ἤρκεσεν αὐτοῖς ἀποκτεῖναι μόνον, ἀλλ’ οὐδὲ νεκρὸν εἴασαν ἐν τῇ Ἀττικῇ, ἀλλ’ ὑπὲρ τοὺς ὅρους ἐξέβαλον. Νικίας δὲ ὁ Νικηράτου, ἐπιστάμενος τὴν ἐν Σικελίᾳ στρατείαν οἵα ἔσοιτο2 καὶ ἀπὸ τοῦ θεοῦ καὶ τῷ λογίζεσθαι, ὅμως ἠναγκάσθη στρατεύσασθαι νοσῶν διὰ τὴν πίστιν ταύτην. καὶ εἰ μὲν ἀποβαλὼν τὴν στρατιὰν ἢ μέρος αὐτῆς αὐτὸς γοῦν ἐσώθη, δῆλον ὅτι οἴκοι ἀφικόμενος ἀπολώλει ἂν. ἐπεὶ δὲ τοῦτο εἰδὼς προσελιπάρει πάντα τρόπον, ληφθεὶς ὑπὸ τῶν πολεμίων τοῦτο ἔπαθεν.
而米尔提亚德斯,这位仅凭本邦公民就首挫蛮族、打消了波斯人从前自视凌驾于全人类之上的骄横气焰的人,在不久之后就被他们投进了监狱;此外,他的儿子客蒙本会终生被剥夺公民权,若非他将姐妹埃尔皮妮克嫁给了一个富有却出身微贱的男子,由后者替他缴纳了五十塔兰同的罚金。然而客蒙后来为雅典人攻占了塞浦路斯,并在潘菲利亚一带于陆上和海上同时击溃蛮族;可即便如此,尽管他本人是这样一个人,又是这样一位父亲之子,若不是得到了钱财,他们本来也会任由他作为无权者留在城邦之中。 至于后来的福基翁,他活了八十多岁,其中大半岁月都在担任将军,并在最艰难的危局中保全了城邦,被他们这些人亲自冠以“善人”之名,然而他们并不满足于仅仅处死此人,甚至不允许他的尸体留在阿提卡境内,而是将其抛出了边界之外。 尼凯拉托斯之子尼基阿斯,无论从神谕还是通过理性推算,都深知西西里远征的结局将会如何,却由于这种信任,不得不在身患重病的情况下被迫出征。若是他丧失了军队或其一部分而唯独保全了自身,显而易见,一旦归国他也必死无疑;但由于他深知这一点而竭力坚持到底,最终在被敌人俘虏后落得这般下场。
καὶ ταῦτα ἐμοὶ περὶ μιᾶς πόλεως εἴρηται καὶ τῶν ἐν μιᾷ πόλει πολιτευομένων, οὐδὲ τούτων ἁπάντων. τοὺς δὲ παρὰ τοῖς τυράννοις δοκοῦντας πιστοὺς εἰ ἐπεξίοιμι οἵων δὴ τετυχήκασι, πολλῶν ἂν ἴσως μοι δεήσαι πάνυ ἡμερῶν. σχεδὸν γὰρ τό γε σωθῆναι ἐκείνους ἀδύνατόν ἐστιν. οἱ μὲν γὰρ ἂν παράσχωσι καθ’ αὑτῶν αἰτίαν, ὡς ἀδικήσαντες, διὰ τοῦτο ἀπόλλυνται καὶ οὐκ ἔστιν οὐδεμιᾶς συγγνώμης τυχεῖν· οἳ δ’ ἂν ἄνδρες ἀγαθοὶ φανῶσι καὶ διαφυλάττειν δυνάμενοι τὰ πιστευθέντα, παραχρῆμα μὲν τιμῆς τινος ἔτυχον, μετ’ οὐ πολὺ δὲ ἀπόλλυνται3 φθονούμενοι καὶ ὑποπτευόμενοι.
我谈论这些,还只是就一座城邦以及在一座城邦中参政的人而言,而且甚至还不是针对他们所有人。如果我要逐一叙述那些在僭主身边被视为忠信之人所遭遇的下场,恐怕需要非常多天。因为那些人几乎绝无幸免的可能。盖因如果他们因行事不当而留下了针对自身的口实,他们就会因此丧命,且得不到丝毫宽恕;而如果他们显现为良善之士,并能够守护受托之物,他们当场固然会获得某种荣誉,但不久之后就会因招致嫉妒与猜忌而亡身。
οὐ γὰρ δοκεῖ λυσιτελεῖν τοῖς μονάρχοις οὐδέν’ ἄνδρα ἀγαθὸν εἶναι παρ’ αὐτοῖς οὐδ’ εὐδοκιμοῦντα φαίνεσθαι παρὰ τῷ πλήθει. αἱ δὲ παρὰ τῶν ἰδιωτῶν πίστεις κινδύνους μὲν ἥττους ἴσως ἔχουσιν, ὅτι καὶ τὰ πράγματα ἐλάττω ἐστίν, ἀσχολίαν δὲ μυρίαν καὶ πόνους, καὶ πολλάκις οὐδὲ χάρις οὐδ’ ἡτισοῦν συνέπεται. πολλάκις δὲ συμβαίνει παρ’ αὐτῶν τῶν εὖ παθόντων αἰτίαν ἔχειν, ὡς οὐ δικαίως οὐδὲ καθαρῶς ἅπαντα ἀποδόντας.4
因为在君主看来,身边有任何良善之士,或有人显得在民众中享有盛誉,都是不利于自身的。另一方面,来自私人的信托固然或许危险较少,因为事情也相对较小,但其中却伴随着无尽的繁扰与劳苦,而且往往连丝毫感恩也得不到。更有甚者,往往还会遭到那些受惠者本身的指责,被污蔑为未能公正、廉洁地悉数归还。
τί δὴ βουλόμενος ταῦτα ἐγὼ διῆλθον; οὐ γὰρ δὴ νουθετῶν σε τοιαύτην νουθεσίαν οὐδὲ ἀποτρέπων τοῦ πιστὸν εἶναι. πολὺ γὰρ ἂν εἴην τοῦ Ζήθου φαυλότερος τοιαῦτα ἐπιτιμῶν, ὡς ἐκεῖνος ἐνουθέτει τὸν ἀδελφόν, οὐκ ἀξιῶν φιλοσοφεῖν αὐτὸν οὐδὲ περὶ μουσικὴν διατρίβειν, ἐάσαντα τὴν τῶν ἰδίων ἐπιμέλειαν· ἔφη δὲ αὐτὸν ἄτοπόν τινα καὶ ἀσύμφορον μοῦσαν εἰσάγειν. ὥσπερ ἂν τυχὸν εἴποι τις καὶ σὲ τοιαύτην προῃρῆσθαι πρᾶξιν, οὐκ ἀργὸν οὐδὲ φίλοινον οὐδαμῶς, χρημάτων μέντοι τῶν αὑτοῦ ἀτημελῆ ἴσως· καὶ νὴ Δία λέγοι ἂν καὶ τόδε τὸ ἔπος· ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.
那么,我究竟是出于何种用意详述这些呢?当然绝不是要给你这般的劝告,也不是要阻止你做一个讲求信义之人。因为如果我提出这般的责难,我就会比则托斯卑劣得多——正如他曾劝诫其兄长那样,认为其放弃对私产的照料,去从事哲学或流连于音乐是不体面的,并指责其引进了某种怪异且无益的缪斯。正如或许也会有人说你也选择了一种这般的行径——绝非游手好闲,也绝非嗜酒成癖,但对于自己的钱财或许漫不经心;并且凭宙斯起誓,此人或许还会念出这句诗:“由此,你将栖身于空空如也的府第。”
- 73.6ἀλλ’ ὅμως τὸν τοιοῦτον αὐτὸν ὄντα καὶ τοιούτου πατρός, εἰ μὴ χρημάτων εὐπόρησεν, ἄτιμον ἂν εἴων ἐν τῇ πόλει
宾格分词短语 τὸν τοιοῦτον αὐτὸν ὄντα καὶ τοιούτου πατρός 跨越条件从句,作主句动词 εἴων 的直接宾语(“尽管他本人是这样一个人,且出身于这样一位父亲,他们仍会任由他……”)。这种倒装(hyperbaton)将宾语前置,以加强让步语气。
- 73.7ἐπιστάμενος τὴν ἐν Σικελίᾳ στρατείαν οἵα ἔσοιτο
本应作为间接疑问从句主语的名词短语 τὴν ἐν Σικελίᾳ στρατείαν,通过先取结构(prolepsis)被置于分词 ἐπιστάμενος 的直接宾语位置(“深知关于西西里远征将会是何种情形”)。
- 73.8παραχρῆμα μὲν τιμῆς τινος ἔτυχον, μετ’ οὐ πολὺ δὲ ἀπόλλυνται
在一般性条件句的主句中,与现在时 ἀπόλλυνται 并列的不定过去时 ἔτυχον 为“格言式不定过去时”(gnomic aorist),表示规律性或普遍反复发生的情形(“当场固然会获得某种荣誉”),而非过去某一特定事件。
- 73.9αἰτίαν ἔχειν, ὡς οὐ δικαίως οὐδὲ καθαρῶς ἅπαντα ἀποδόντας
在 ὡς 从句中,分词 ἀποδόντας 的宾格与 αἰτίαν ἔχειν 的逻辑主语(受托者们)保持一致。这是由表示主观理由的 ὡς 引导的宾格分词结构,表述了针对他们本人的指控内容(“污指他们未能公正、廉洁地悉数归还”)。
