← 金嘴狄翁

演说集

§73.1-73.5

受人信任是否为福及公职信托的危险

演说者发问:无论在公共还是私人层面受人托付以重任和财产,对于受托者自身而言是否确为幸事;随后指出承担公职信任所带来的沉重负担,以及伯里克利与地米斯托克利等人曾遭受的不公审判与迫害危险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§73.1

Ἆρά γε τὸ πιστεύεσθαι τοῖς πιστευομένοις ἀγαθόν ἐστι καὶ τοιοῦτον οἷον τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ τιμᾶσθαι τοῖς τιμωμένοις καὶ ὑγιαίνουσι καὶ πλουτοῦσιν, αὐτοῖς ἐκείνοις τινὰ φέρον ὠφέλειαν; λέγω δὲ οἷον εἴ τις δημοσίᾳ τύχοι πιστευόμενος ὑπὸ τῆς αὑτοῦ πόλεως ἢ ἑτέρας στρατιὰν ἢ χρήματα ἢ τείχη, καθάπερ ἤδη πολλοὶ τὰ τοιαῦτα ἐπετράπησαν,1 οἱ δὲ καὶ αὐτὰς τὰς πόλεις μετὰ παίδων καὶ γυναικῶν εἰρήνης τε οὔσης καὶ πολέμου καταλαβόντος ἐνίοτε, καὶ νὴ Δία εἴ τις ὑπ’ ἀνδρὸς βασιλέως ἢ τυράννου πιστεύοιτο χρυσίον ἢ ἀργύριον ἢ ναῦς ἢ ὅπλα ἢ ἀκρόπολιν ἢ ξύμπασαν τὴν ἀρχήν, ὥσπερ Λεπτίνης μὲν παρὰ τοῦ ἀδελφοῦ πολλάκις Συρακούσας παρέλαβε, Φίλιστος δὲ παρὰ τοῦ νεωτέρου Διονυσίου, μάγοι δὲ παρὰ Καμβύσου τὰ Περσῶν βασίλεια, ὅτε εἰς Αἴγυπτον ἐστρατεύετο, παρὰ δὲ Δαρείου Μιθράνης τὴν Σάρδεων ἀκρόπολιν, Περσαῖος δὲ παρὰ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, πολὺ δὲ τούτων πρότερον Ἀτρεὺς παρ’ Εὐρυσθέως τὸ Ἄργος, ὅτε Εὐρυσθεὺς ἐπ’ Ἀθήνας ἐστρατεύετο, οὐκ ἐκδιδόντων Ἀθηναίων τοὺς Ἡρακλέους παῖδας· ὁ δὲ υἱὸς αὐτοῦ ὁ Ἀγαμέμνων, ἡνίκα ἐπὶ Τροίαν ἔπλει, μουσικῷ ἀνδρὶ ἐπίστευσε τὴν γυναῖκα καὶ τὴν οἰκίαν —

受人信任对于那些被信任者而言,难道真是一件好事,就像富有、健康以及受人尊敬对于那些受尊、健康和富有者一样,能给他们自己带来某种益处吗?我指的是,例如某人碰巧由自己的城邦或别邦在公事上受托以军队、金钱或城墙——正如许多人已经受托于此类事务,还有些人在和平时期、有时甚至在战争降临时,连同妇女儿童一起受托以整座城邦;而且凭宙斯起誓,若某人受国王或僭主信任,被委托以黄金、白银、战船、武器、卫城乃至整个统治权——正如莱普提涅斯屡次从其兄弟处接管叙拉古,菲利斯托斯从小狄奥尼修斯处接管,当冈比西斯远征埃及时麦琪僧从他那里接管波斯王宫,米特拉涅斯从大流士处接管萨耳狄斯卫城,珀耳塞奥斯从安提柯处接管阿克罗科林斯,而在这些更早之前,因雅典人不愿交出赫拉克勒斯的子嗣,欧律斯透斯远征雅典时,阿特柔斯从欧律斯透斯处接管了阿尔戈斯;而其子阿伽门农航向特洛伊时,将妻子和家室托付给了一位乐人——

§73.3

τούτους ἅπαντας φῶμεν τοὺς πιστευομένους ἀγαθόν τι ἀπολαύειν καὶ αὐτοὺς τῆς πίστεως; καὶ αὖ τοὺς ὑπὸ τῶν ἰδιωτῶν πιστευομένους ἢ γυναῖκας ἢ παῖδας ἢ τὴν οὐσίαν, καθάπερ οἶμαι πολλοὶ ἐπιτρόπους καὶ κηδεμόνας καταλείπουσιν, οἱ μὲν ἀποδημοῦντες, οἱ δὲ ἀποθνήσκοντες, οἱ δὲ παρακαταθήκας διδόασιν ἄνευ μαρτύρων, οὐ δεδιότες μὴ ἀφαιρεθῶσιν, ἔνιοι δὲ τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν2 κληρονόμους οὓς αὐτοὶ βούλονται, ἑτέρους καταλείπουσιν, ἐντειλάμενοι τὰ χρήματα ἀποδοῦναι τοῖς αὑτῶν ἐπιτηδείοις — τούτοις δὴ πᾶσι λυσιτελεῖν φῶμεν τὸ πρᾶγμα καὶ τὴν δόξαν, ἣν ἔχοντες περὶ αὐτῶν ἐπιτρέπουσιν αὐτοῖς οἱ τὰ σφέτερα ἐπιτρέποντες, μάλιστα δὲ τοῖς τελευταίοις τοῖς παρανόμως πιστεύεσθαι δοκοῦσιν· ἢ τοὐναντίον χαλεπὸν εἶναι τὸ τοιοῦτον καὶ πολλῆς ἀσχολίας καὶ φροντίδων αἴτιον, ἐνίοτέ γε μὴν καὶ κινδύνων τῶν μεγίστων; ἔξεστι δὲ σκοπεῖν εὐθὺς ἀπὸ τῶν δοκούντων εἶναι μεγίστων· οὗτοι γὰρ τῶν μὲν ἰδίων ἐξ ἀνάγκης ἀμελοῦσι καὶ χρημάτων καὶ τέκνων, προσέχουσι δὲ τοῖς κοινοῖς καὶ ἐπὶ τούτων εἰσί· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐπιβουλευόντων ταῖς πόλεσιν ἢ πολεμίων ἢ πολιτῶν τινων ἀπόλλυνται, πολλάκις δὲ ὑπ’ αὐτῶν τῶν πόλεων ἀδίκως διαβληθέντες. οἱ μὲν γὰρ οὐσίας ἀφῃρέθησαν, τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς·3 οἱ δὲ ἐξέπεσον ἐκ τῶν πατρίδων, οἱ δὲ καὶ ἀπέθανον·

难道我们能说,所有这些受人信任者自己也能从这种信任中享受到某种好处吗?再者,那些受私下之人委托以妻子、儿女或财产的人——正如我想许多人留下受托人和监护人,有人是在远行时,有人是在临终时;还有人无需证人便交付寄托物,并不担心被侵吞;还有些人在法律禁止他们指定自己中意之人为继承人时,便立他人为继承人,同时嘱咐其将财产转交给自己的至亲——难道我们真能说,这件事以及那些托付自己产业者对他们抱有而向他们托付的好评,对于所有这些人都是有利的,尤其是对这最后一类看似违法受托的人?或者恰恰相反,这种事是沉重的负担,是引起诸多奔波与忧虑的根源,有时甚至会带来极大的危险?人们可以直接从那些看似最重大的事例开始考察。因为这些人必然会疏于照管自己的私产和子女,而专心致志于公共事务,并以此为念;他们往往被谋害城邦的人——无论是外敌还是某些同邦公民——所毁灭,也往往在被不公地诽谤之后毁灭于城邦本身之手。有些人被剥夺了财产,有些人甚至落得因被判盗窃罪而蒙受耻辱,有些人被驱逐出国门,还有些人甚至付出了生命。

§73.5

ὥσπερ οὖν λέγουσι Περικλέα μὲν ἁλῶναι κλοπῆς παρὰ Ἀθηναίοις τὸν κάλλιστα καὶ ἄριστα προστάντα τῆς πόλεως, Θεμιστοκλέα δὲ ἐκπεσεῖν ὡς προδιδόντα, ὃς παραλαβὼν αὐτοὺς οὐ δυναμένους τὸ ἔδαφος τῆς πατρίδος οἰκεῖν, ἀλλὰ παραχωροῦντας τοῖς πολεμίοις αὐτοῦ τοῦ ἄστεος καὶ τῶν ἱερῶν, οὐ μόνον ταῦτα πάντα ἀπέδωκεν, ἀλλ’ ἔτι καὶ τῶν Ἑλλήνων ἡγεμόνας ἐποίησεν, ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην.4

正如人们所说,在雅典人中,曾最卓越、最完满地领导城邦的伯里克利被判定犯有盗窃罪,而地米斯托克利则以叛国罪被流放——当年雅典人甚至无法居住在祖国的土地上,只得将城市本身和圣所拱手让给敌人,正是他接手了这般处境下的他们,不仅收复了所有这一切,甚至还从自始便享有这一荣耀的拉刻代蒙人手中夺过这一荣耀,使雅典人成为全希腊的领袖。

语法注4 条
  1. 73.1τὰ τοιαῦτα ἐπετράπησαν

    主动句式 ἐπιτρέπω τινί τι(托付某人以某物)的被动化用法。原本处于与格的受托者转为主语(第三人称复数),而作为宾语的对格 τὰ τοιαῦτα 则作为保留对格保留在被动动词之后。

  2. 73.3τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν

    由表示阻碍、禁止的动词 ἀπαγορεύω 所引出的不定式前面带有赘生(pleonastic)否定词 μή 的句式,意为“法律禁止他们留下……作为继承人”。

  3. 73.4τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς

    由非人称动词 συνέβη(发生)引导的“对格加不定式”句式。分词 καταδικασθέντας 与不定式 κτήσασθαι 的主语 τοὺς δέ 保持对格一致;名词 κλοπῆς 则是跟在判定罪责的分词之后的罪名属格(genitive of the charge)。

  4. 73.5ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην

    意为“夺取”的动词 ἀφαιρέομαι 支配由人和物构成的双重对格。此处 Λακεδαιμονίους(连同修饰它的分词 ἔχοντας)表示被剥夺的人,τὴν τιμὴν ταύτην 则表示被剥夺的事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:73.1-73.5