- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:72.12-72.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者提及德尔斐贤人箴言与伊索寓言,引用众鸟聚集在有智慧的猫头鹰身边的故事,讽刺当代那些徒具哲人装束却缺乏真正智慧的人,以及盲目蜂拥而至的愚民。
τῶν γε μὴν ἑπτὰ σοφῶν τὰς γνώμας ἀκούουσι καὶ ἐν Δελφοῖς ἀνατεθῆναι πρότερον, οἷον ἀπαρχάς τινας τῆς σοφίας τῆς ἐκείνων καὶ ἅμα τῆς τῶν ἀνθρώπων ἕνεκεν ὠφελείας, ὡς τῷ ὄντι δὴ θεῖα ταῦτα καὶ σχεδόν τι τῶν χρησμῶν θειότερα, οὓς ἡ Πυθία ἔχρα καθίζουσα ἐπὶ τοῦ τρίποδος, ἐμπιμπλαμένη τοῦ πνεύματος. τὸ γὰρ αὑτῷ χρησθὲν ἕκαστος ἀκούσας ἄπεισι, καὶ οὐκ ἀνατίθεται ταῦτα, ὥστε δὴ καὶ πᾶσιν ἀνθρώποις εἶναι γνώριμα· τὰ δὲ ἐκείνων δόγματα κοινὰ ἀπεδείχθη τοῖς ἀφικνουμένοις παρὰ τὸν θεόν, ὡς ὁμοίως ξυμφέρον πᾶσιν εἰδέναι καὶ πείθεσθαι.1
事实上,他们听说七贤的箴言曾被奉纳在德尔斐,作为他们智慧的初熟之果,同时也为了造福世人;这些箴言确实是神圣之物,甚至几乎比皮提亚坐在三脚架上、充盈着神气所宣示的神谕还要更加神圣。因为每个人听完针对自己颁布的神谕后便离去了,而这些神谕并未被公之于众以便为全人类所通晓;但七贤的教诲却作为公共之物展示给所有来到神明面前的人,因为让所有人知晓并遵从它们是同样有益的。
εἰσὶ δὲ οἱ καὶ τὸν Αἴσωπον οἴονται τοιοῦτόν τινα γενέσθαι, σοφὸν μὲν καὶ φρόνιμον, αἱμύλον δὲ ἄλλως καὶ ξυνθεῖναι λόγους ἱκανόν, οἵων οἱ ἄνθρωποι ἥδιστ’ ἂν ἀκούοιεν. καὶ τυχὸν οὐ παντάπασι ψευδῆ οἴονται καὶ τῷ ὄντι Αἴσωπος τοῦτον τὸν τρόπον ἐπειρᾶτο νουθετεῖν τοὺς ἀνθρώπους καὶ ἐπιδεικνύναι αὐτοῖς ἅττα ἁμαρτάνουσιν, ὡς ἂν μάλιστα ἠνείχοντο αὐτόν,2 ἡδόμενοι ἐπὶ τῷ γελοίῳ καὶ τοῖς μύθοις· ὥσπερ τὰ παιδία ταῖς τίτθαις μυθολογουμέναις προσέχουσί τε καὶ ἥδονται. ἀπὸ δὴ τῆς τοιαύτης δόξης, ὡς καὶ παρ’ ἡμῶν ἀκουσόμενοί τι τοιοῦτον οἷον Αἴσωπος ἔλεγεν ἢ ὁποῖον Σωκράτης ἢ Διογένης, προσίασι καὶ ἐνοχλοῦσι καὶ οὐ δύνανται ἀπέχεσθαι, ὃν ἂν ἴδωσιν ἐν τούτῳ τῷ σχήματι, οὐ μᾶλλον ἢ τὰ ὄρνεα, ἐπειδὰν ἴδωσι γλαῦκα· ἐφ’ ᾧ καὶ ξυνετίθει λόγον Αἴσωπος τοιοῦτον, ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιάν, ὥσπερ καὶ αὐτά, καὶ τοὺς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφ’ ὧν καὶ ᾅδειν ἔστιν εὐσημότερον· καὶ δὴ καὶ πρὸς δρῦν ταυτηνὶ ἄρτι φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερᾶς κόμης ἀπόνασθαι. ἀλλ’ οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον.
也有些人认为伊索也是这样的人:虽然聪慧而明理,但在其他方面诙谐风趣,擅长编造人们最乐意听闻的故事。或许他们的想法并非全然虚妄,伊索实际上也确实尝试以这种方式来训诫人们并向他们指出其所犯的错误,采取人们最能容忍他的方式,让他们在欢笑和寓言中自得其乐——正如孩童们专注倾听乳母讲故事并乐在其中一样。正是出于这种预想,以为从我们这里也能听到伊索曾经讲过的那类话,或者苏格拉底或第欧根尼所谈论的那类言论,于是每当他们看到身着这种装束的人,便走上前来纠缠不休,无法自制,其情状不亚于鸟类一看见猫头鹰时的举动。对此,伊索也曾编造过这样一则寓言: 众鸟聚集到猫头鹰那里,请求它离开建筑物的遮蔽处,像它们自己一样把巢移到树木上,移到树枝之间,在那里鸣唱可以更加嘹亮悦耳;并且请求它在这棵刚刚发芽的橡树长成之时,欣然栖息其上,享受那翠绿的枝叶。然而猫头鹰却劝诫鸟儿们不要这样做,也不要为一株注定会结出鸟胶、给飞禽带来毁灭的植物的萌发而欢喜。
τὰ δὲ μήτε τῆς ξυμβουλῆς ἀπεδέχετο τὴν γλαῦκα, τοὐναντίον δὲ ἔχαιρε τῇ δρυῒ φυομένῃ, ἐπειδή τε ἱκανὴ ἦν, καθίσαντα ἐπ’ αὐτὴν ᾖδεν. γενομένου δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετενόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ. καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας· ἔπειτα οἶμαι προσίασι μάτην ἐπὶ κακῷ. ἡ μὲν γὰρ ἀρχαία γλαὺξ τῷ ὄντι φρονίμη τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο. αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὀρνέων. οὐκοῦν οὐδὲ ἑαυτὰς δύνανται οὐδὲν ὠφελεῖν· οὐ γὰρ ἂν παρὰ τοῖς ὀρνιθοθήραις ἐτρέφοντο δεδεμέναι καὶ δουλεύουσαι. καὶ ἡμῶν ἕκαστος τὴν μὲν στολὴν ἔχει τὴν Σωκράτους καὶ Διογένους, τὸ δὲ φρονεῖν πολλοῦ δέομεν ὅμοιοι εἶναι3 τοῖς ἀνδράσιν ἐκείνοις ἢ ζῆν ὁμοίως αὐτοῖς ἢ λόγους τοιούτους διαλέγεσθαι. τοιγάρτοι οὐδὲν ἄλλο ἢ βλεπόμενοι ὥσπερ αἱ γλαῦκες ὄχλον πολὺν ξυνάγομεν τῷ ὄντι ὀρνέων, αὐτοί τε ὄντες ἠλίθιοι καὶ ὑφ’ ἑτέρων τοιούτων ἐνοχλούμενοι.
但鸟儿们并未采纳猫头鹰的劝告,反倒为橡树的成长而欢喜,待树木长得足够茂密时,它们便栖息其上鸣唱。然而当鸟胶生成之后,它们轻易地被人们捕获,于是懊悔不已,因其忠告而对猫头鹰深感钦佩。直到今天,它们依然这样看待它,认为它是机敏而睿智的,并因此乐于接近它,以为能从其陪伴中获得某种益处;然而据我看来,它们徒然走上前去,反倒自招祸患。因为古代的那只猫头鹰确实明智且能出谋划策;而如今的猫头鹰却仅仅徒具其羽毛、眼睛和喙,在其余各方面甚至比别的鸟类还要愚蠢。因此它们甚至连自己也无法帮助;因为若能自救,它们就不会被捕鸟人捆绑并奴役豢养了。我们之中的每个人虽然穿着苏格拉底和第欧根尼的服饰,但在思想上却远不能与那些先贤相比,远不能像他们那样生活,也谈吐不出那样的言论。因此,仅仅因为像猫头鹰一样被众人注视,我们就招引来了一大群真正的鸟类(愚民),而我们自己本是蠢人,却又受到另一群同样愚蠢之人的骚扰纠缠。
- 72.12ὡς ὁμοίως ξυμφέρον πᾶσιν εἰδέναι καὶ πείθεσθαι
ξυμφέρον 是无人称动词 συμφέρει 的中性主/宾格单数分词。与连词 ὡς 连用构成无人称独立宾格(或独立主格)结构,表示主观原因或意图:“认为所有人知晓并遵从它们是同样有益的”。
- 72.13ὡς ἂν μάλιστα ἠνείχοντο αὐτόν
连接词 ὡς 与小词 ἄν 及未完成过去时直陈式 ἠνείχοντο(源自 ἀνέχομαι)连用,表达一种潜在或虚拟的方式状语:“以人们最能容忍他的方式”。
- 72.16τὸ δὲ φρονεῖν πολλοῦ δέομεν ὅμοιοι εἶναι
τὸ φρονεῖν 是限制宾格(“在思想/智慧方面”)。句中采用了人称构式(πολλοῦ δέομεν 搭配不定词 ὅμοιοι εἶναι),替代了常见的无人称表达 πολλοῦ δεῖ,句意为“在思想方面,我们距离与那些人相像还差得远”。
