- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:72.7-72.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了人们敌视和挑衅哲人的原因,在于他们怀疑哲人鄙视自己的世俗生活方式,并如同畏惧侍童仆役的孩子一般戒备哲人的规劝与斥责。此外也指出,有些人并无恶意,而是抱着寻求智慧的好奇心,期待听到类似苏格拉底与第欧根尼那样的明智之语而走近哲人。
τοὺς μέντοι φιλοσόφους ὑπονοοῦσιν, ὡς καταφρονοῦντας αὐτῶν καὶ καταγιγνώσκοντας πολλὴν ἀμαθίαν καὶ δυστυχίαν, καὶ ὅτι φανερῶς μὲν οὐ καταγελῶσιν, ἰδίᾳ δὲ παρ’ αὑτοῖς οὕτως ἔχουσιν, ὡς πάντας ἀθλίους ὄντας τοὺς ἀπαιδεύτους, ἀρξαμένους ἀπὸ τῶν πλουσίων1 δὴ καὶ μακαρίων δοκούντων, οὓς αὐτοὶ ζηλοῦσι καὶ σμικρὸν διαφέρειν οἴονται τῶν θεῶν εὐδαιμονίας ἕνεκεν· καὶ ὅτι ἀτιμάζουσι καὶ διαγελῶσι τοὺς πολυτελῶς ἐσθίοντάς τε καὶ πίνοντας καὶ καθεύδειν μαλακῶς βουλομένους καὶ μετὰ γυναικῶν ἑκάστοτε ὡραίων καὶ παίδων ἀναπαύεσθαι καὶ πολλὰ χρήματα ἔχειν καὶ θαυμάζεσθαι ὑπὸ τοῦ πολλοῦ ὄχλου καὶ περιβλέπεσθαι· ὧν οὐδὲν ἡγοῦνται μεῖζον οὐδὲ κάλλιον.
然而,他们猜疑哲人们,认为他们鄙视自己,判定自己陷于极大的无知与不幸之中;并且认为哲人们虽然表面上并不公开嘲笑,私底下却持有这种看法:凡未受教化之人皆是不幸的,这始于那些看似富有且受神祝福的人——民众自己正羡慕这些人,且因幸福的缘故认为他们与神明相差无几——;哲人们还轻视并讥笑那些奢饮暴食之人、那些贪图软榻安睡之人、那些每次都与俏丽女子及少年一同歇息之人、那些拥有巨富且受大众钦佩和瞻望之人——民众认为没有什么比这些事物更伟大或更美好了。
διὰ δὴ ταύτην τὴν ὑποψίαν δυσχεραίνουσι τοὺς μὴ ταὐτὰ σφίσι θαυμάζοντας μηδὲ τιμῶντας μηδὲ τὴν αὐτὴν περὶ τῶν μεγίστων ἔχοντας διάνοιαν. οὐκοῦν προκαταλαμβάνουσιν αὐτοὶ λοιδοροῦντες καὶ τωθάζοντες, ὡς ἀθλίους καὶ ἀνοήτους, εἰδότες ὅτι εἰ μὲν τούτους ἀποφανοῦσιν ἄφρονας καὶ μαινομένους, ἅμα καὶ αὑτοὺς ἀποδείξουσι σωφρονοῦντας καὶ νοῦν ἔχοντας· εἰ δὲ παραχωρήσουσιν, ὡς τούτων ἃ χρὴ γιγνωσκόντων2 καὶ πολλοῦ ἀξίων, ἅμα καὶ αὑτοὺς ὁμολογήσουσι δυστυχεῖς καὶ ἀναισθήτους καὶ οὐδὲν εἰδότας ἁπλῶς ὧν προσήκει ἀνθρώπους ἐλευθέρους εἰδέναι.
正是出于这种猜疑,他们对那些不与自己崇拜并看重相同事物、对最重大之事不持相同见解的人深感厌恶。因此,他们自己先下手为强,辱骂并嘲弄他们是不幸和愚拙之人,因为他们深知,若能证明这些哲人是愚蠢而癫狂的,同时也就能表明自己是有节制和理智的;但若向他们让步,承认他们懂得该懂之事且大有价值,同时也就会承认自己是不幸、麻木的,对于自由人应当知道的事物完全一无所知。
ἔτι δὲ ἐὰν μέν τινα ἴδωσιν ὡς ναύτην ἐσταλμένον, ἴσασι τοῦτον πλευσούμενον, κἂν ὡς γεωργὸν ἕτερον, γεωργήσοντα· τόν γε μὴν ποιμένος ἔχοντα στολὴν ἴσασι καὶ τοῦτον ὅτι ἄπεισιν ἐπὶ τὰ πρόβατα καὶ περὶ ἐκεῖνα διατρίψει, ὥστε ὑπ’ οὐδενὸς λυπούμενοι τούτων ἐῶσιν αὐτούς· ὅταν δέ τινα ἴδωσι τὸ σχῆμα ἔχοντα τὸ τοῦ φιλοσόφου, λογίζονται ὅτι οὗτος οὔτε πρὸς τὸ πλεῖν οὔτε πρὸς γεωργίαν οὔτε προβάτων ἕνεκεν οὕτως ἔσταλται, ἀλλ’ ἐπ’ ἀνθρώπους παρεσκεύασται,3 ὡς νουθετήσων τε καὶ ἐξελέγξων καὶ οὐδέν τι θωπεύσων οὐδένα αὐτῶν οὐδὲ φεισόμενος οὐδενός, τοὐναντίον δὲ κολάσων ὡς ἂν δύνηται αὐτοὺς μάλιστα τῷ λόγῳ καὶ ἐπιδείξων οἷοί εἰσιν.
此外,他们若看到有人作水手打扮,便知此人将去航海;若见另一人作农夫打扮,便知此人将去耕作;而对于身穿牧人服装者,他们也知此人将去往羊群并在那里消磨时光,因此既然不受这些人中任何一人的烦扰,便听凭他们自便。但每当他们看到有人具有哲人的体态装束时,他们便断定此人如此装束既非为了航海,亦非为了农事或为了羊群,而是针对人们作好了准备,意在规劝与驳斥,绝不奉承他们中的任何一人,亦不宽恕任何人,反而要尽可能用言语惩治他们,揭露他们到底是怎样的人。
οὔκουν δύνανται ἡδέως ὁρᾶν αὐτούς, ἀλλὰ προσκρούουσι καὶ διαμάχονται, ὥσπερ οὐδ’ οἱ παῖδες ἡδέως ὁρᾶν δύνανται οὓς ἂν ἴδωσι παιδαγωγῶν σχῆμα ἔχοντας καὶ παρεσκευασμένους οὕτως ὡς ἐπιπλήξοντας αὐτοῖς καὶ οὐκ ἐπιτρέψοντας ἁμαρτάνειν οὐδὲ ῥᾳθυμεῖν. εἰ γάρ τοι καὶ τοῖς παισὶν ἐξῆν τῶν τοιούτων καταγελᾶν καὶ ὑβρίζειν, οὐδὲν ἂν πρότερον τούτου ἐποίουν. οὐ μέντοι ἅπαντες ἀπὸ ταύτης τῆς διανοίας προσέρχονται καὶ ἐνοχλοῦσιν, ἀλλ’ ἔστι γένος ἀνθρώπων πολυπραγμονοῦν τοιαύτην πολυπραγμοσύνην καὶ τρόπον τινὰ οὐ πονηρόν·
所以他们无法欣然看待哲人,反而横加抵触、争执不休,正如孩子们一旦看到具有教仆装束且准备训诫他们、不准他们犯错或怠惰的人,也无法欣然看待一样。因为倘若孩子们也被允许嘲弄和侮辱这样的人,他们绝不会先去做别的事。然而,并非所有人都是出于这种心思走上前去纠缠的,而是有一类人,他们怀着这样一种好奇心去探究,而且在某种意义上并不怀有恶意。
οὗτοι προσίασιν οὓς ἂν ἡγῶνται φιλοσόφους ἀπὸ τῆς στολῆς, ὡς ἀκουσόμενοί τι παρ’ αὐτῶν σοφόν, ὃ οὐκ ἂν παρ’ ἑτέρου ἀκούσειαν, πυνθανόμενοι καὶ περὶ Σωκράτους, ὅτι σοφός τε ἦν καὶ διελέγετο τοῖς προσιοῦσι λόγους φρονίμους, καὶ περὶ Διογένους, ὅτι καὶ αὐτὸς πρὸς ἅπαντα εὐπόρει λόγου καὶ ἀποκρίσεως. καὶ τὰ μὲν τούτου καὶ διαμνημονεύουσιν οἱ πολλοί, τὰ μέν τινα ἴσως εἰπόντος αὐτοῦ, τὰ δὲ καὶ ἄλλων συνθέντων.4
这些人凭着装束走近那些他们认为是哲人的人,希望能从他们那里听到某种从别处听不到的智慧之言,因为他们听闻苏格拉底不仅聪明,而且对走近的人谈论明智之言;他们也听闻第欧根尼同样对任何事情都口若悬河、应对如流。大众往往牢记后者的言论,其中有些或许是他本人所言,有些则是旁人所杜撰的。
- 72.7ἀρξαμένους ἀπὸ τῶν πλουσίων
宾格分词 ἀρξαμένους 在性、数、格上与前项宾格短语 τοὺς ἀπαιδεύτους 一致。这是表示“从……开始/以……为首”的习用结构,在语法上顺应并依附于前文的宾格结构。
- 72.8ὡς τούτων ἃ χρὴ γιγνωσκόντων
由 ὡς 引导的属格绝对结构(τούτων γιγνωσκόντων)。作为动词 παραχωρήσουσιν(让步、承认)的补足说明,表达主观理由或让步的内容,意为“认为这些人懂得应当知道的事”。
- 72.9ἐπ’ ἀνθρώπους παρεσκεύασται
介词 ἐπί 支配宾格(ἀνθρώπους),并非表示空间场所,而是表示对抗或施加作用的对象,意为“针对人们作好了准备/准备去对付人们”,与前文的 πρὸς τὸ πλεῖν 及 πρὸς γεωργίαν 形成对照。
- 72.11τὰ μέν τινα ἴσως εἰπόντος αὐτοῦ, τὰ δὲ καὶ ἄλλων συνθέντων
该结构将属格绝对结构(εἰπόντος αὐτοῦ 与 ἄλλων συνθέντων)与起分配作用的中性复数宾格短语(τὰ μέν τινα / τὰ δέ)相结合。这些宾格分指主句宾语 τὰ ... τούτου 的一部分,并充当分词的受词,形成“有些或许是他本人说的,有些则是他人编造的”之对照。
