- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:72.1-72.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者指出人们对劳作者与异族的奇异装束毫不在意,却对作哲人打扮并蓄发留须者极尽嘲弄与攻击,并探讨民众持有这种反感态度的根源。
Διὰ τί ποτε οἱ ἄνθρωποι, ὅταν μέν τινα ἴδωσιν αὐτὸ μόνον χιτῶνα ἔχοντα, οὔτε προσέχουσιν οὔτε διαγελῶσι, λογιζόμενοι τυχὸν ὅτι ναύτης ἐστὶν ὁ ἄνθρωπος καὶ ὅτι οὐδὲν δεῖ καταγελᾶν τούτου ἕνεκα· ὁμοίως οὐδ’ εἴ τινα ἴδοιεν γεωργοῦ στολὴν ἔχοντα ἢ ποιμένος, ἐξωμίδα ἔχοντα ἢ διφθέραν ἐνημμένον ἢ κοσύμβην ὑποδεδυκότα οὐ χαλεπαίνουσιν, ἀλλ’ οὐδὲ προσποιοῦνται τὴν ἀρχήν, ἡγούμενοι προσήκειν τὴν στολὴν τῷ τοιοῦτόν τι πράττοντι. τούς γε μὴν καπήλους ἑκάστοτε ὁρῶντες πρὸ τῶν καπηλείων ἀνεζωσμένους οὐδέποτε τωθάζουσι, καταγελῷεν δ’ ἂν τοὐναντίον, εἰ μὴ οὕτως ἐνεσκευασμένοι εἶεν, ὡς οἰκείου τοῦ σχήματος ὑπάρχοντος τῇ ἐργασίᾳ, ἣν μεταχειρίζονται. ἐπειδὰν δέ τινα ἴδωσιν ἀχίτωνα ἐν ἱματίῳ κομῶντα τὴν κεφαλὴν καὶ τὰ γένεια, οὐχ οἷοί τέ εἰσι πρὸς τούτους τὴν ἡσυχίαν ἄγειν οὐδὲ σιγῇ παρέρχεσθαι, ἀλλ̓ ἐφίστανται καὶ ἐρεθίζουσι καὶ ἤτοι κατεγέλασαν ἢ ἐλοιδόρησαν1 καὶ ἐνίοτε ἕλκουσιν ἐπιλαβόμενοι, ὅταν τινὰ ὁρῶσι μὴ πάνυ ἐρρωμένον αὐτὸν μηδὲ ἄλλον μηδένα παρόντα τὸν ἐπιβοηθήσοντα, καὶ ταῦτα εἰδότες ὅτι τοῖς καλουμένοις φιλοσόφοις ξυνήθης ἐστὶν ἡ στολὴ αὕτη καὶ τρόπον τινὰ ἀποδεδειγμένη.
人们在看到某人仅穿一件短内袍时,多半考虑到这人大概是个水手、绝无理由因此嘲笑他,因而既不加注意也不予讥笑,这究竟是为什么呢?同样,他们若看到有人身着农夫或牧人的装束,穿着露单肩的短袍、披着兽皮或裹着山羊皮斗篷,也绝不生气,甚至一开始就根本不予理会,因为他们认为这衣装正适合从事此类劳动的人。此外,每当看到小客店老板们在店门前把衣服束得高高的,他们也绝不嘲弄,反而倘若他们不这般穿戴倒会加以嘲笑,因为这种装束与他们所从事的行业相宜。然而,每当他们看到有人不穿内袍、只披外衣、蓄发留须时,他们却无法对这些人保持平静,也无法默然走过,反而停下脚步进行挑衅,不是嘲笑便是辱骂,有时若见对方自己并不怎么强壮、又无其他旁人在场相助,甚至会抓住并拉扯对方;而且他们这般行径,明知这装束对所谓的哲人来说是惯常的,并且在某种意义上是公认的。
ὃ δὲ ἔτι τούτου παραδοξότερον·2 ἔνθα γὰρ ἐνίοτε βλέπουσιν ἀνθρώπους, τοὺς μέν τινας πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντας, ὡς νῦν τῶν Θρᾳκῶν τινες τῶν Γετῶν λεγομένων, πρότερον δὲ Λακεδαιμόνιοι καὶ Μακεδόνες, ἄλλους δὲ τιάραν καὶ ἀναξυρίδας, καθάπερ οἶμαι Πέρσαι τε καὶ Βάκτριοι καὶ Παρθυαῖοι καὶ ἄλλοι πολλοὶ τῶν βαρβάρων· οἱ δὲ ἔτι τούτων ἀτοπώτεροι εἰώθασιν ἐπιδημεῖν πτερὰ ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς ὀρθά, ὥσπερ Νασάμωνες — οὐκοῦν οὐδὲ τούτοις πάνυ τι τολμῶσι πράγματα παρέχειν οὐδ’ ἐνοχλεῖν προσιόντες. καίτοι Γέτας μὲν ἢ Πέρσας ἢ Νασάμωνας, τοὺς μὲν οὐ πολλοὺς βλέπουσι, τοὺς δὲ σπανίως ἐπιδημοῦντας· τῶν δὲ τοιούτων ἀνθρώπων ὀλίγου νῦν μεστὰ πάντα, καὶ σχεδὸν πλείους γεγόνασι τῶν σκυτοτόμων καὶ κναφέων καὶ τῶν γελωτοποιῶν ἢ ἄλλην ὁποίαν βούλει τέχνην ἐργαζομένων· ὥστε καὶ ἐφ’ ἡμῶν ἴσως ῥηθῆναι εἰκότως ὅτι πλεῖ πάντα ὁμοίως ἀκάτια καὶ πᾶσα βοῦς ἀροτριᾷ.
而比这还要荒谬的则是:有时在这里,他们见到一些人,有的头上戴着毛毡帽,正如现在被称为盖塔伊人的某些色雷斯人,以及早先的拉刻代蒙人和马其顿人那样;有的戴着头巾、穿着宽腿裤,正如依我之见波斯人、巴克特里亚人、帕提亚人和许多其他蛮族那样;还有比这些人更为怪异的,往往头上插着直立的羽毛前来造访,如同纳萨摩涅斯人——然而即使对这些人,他们也根本不敢制造丝毫麻烦,亦不敢上前骚扰。尽管就盖塔伊人、波斯人或纳萨摩涅斯人而言,前者他们见得不多,后者则罕有来访;可是如今,此类人却几乎充塞了所有地方,数量上几乎多于皮匠、缩绒工、弄臣或你所能想到的从事任何其他行业的人;以致于对我们而言,或许也能合情合理地说:“所有小艇都同样扬帆,所有耕牛都同样犁田。”
οὐ τοίνυν κατὰ τοῦτο μόνον ξυνήθης αὐτοῖς ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἀγάλματα ὁρῶσιν ἐν τοῖς ναοῖς, οἷον Διὸς καὶ Ποσειδῶνος καὶ ἄλλων πολλῶν θεῶν ἀγάλματα, ἐν τοιαύτῃ διαθέσει τοῦ σχήματος. παρὰ μὲν γὰρ Αἰγυπτίοις καὶ Φοίνιξι καὶ ἑτέροις τισὶ τῶν βαρβάρων οὐχ ὁ αὐτὸς τύπος τῶν ἀγαλμάτων, ὥσπερ οἶμαι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ πολὺ διαφέρων. ἐνθάδε δὲ ὁ αὐτός ἐστιν. καὶ ἀνδρῶν εἰκόνας ὁρῶσι πολιτῶν τῆς πόλεως καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐν τοῖς ἱεροῖς, στρατηγῶν καὶ βασιλέων οὕτως ἀνακειμένας, γένεια καθεικότων.
因此,这般相貌对他们来说并非仅在此一点上司空见惯,他们在神庙中看到的雕像,例如宙斯、波塞冬和许多其他神明的雕像,也是呈这般体貌样式的。因为在埃及人、腓尼基人和某些其他蛮族那里,雕像的类型并不像在希腊人这里一样,依我看是大不相同的;但在此地却是一样的。他们还在广场和圣所中看到本城男性公民的肖像,即留着长须的将领与国王们的肖像,亦是如此安立奉献的。
ἀλλὰ τί δεῖ ταῦτα λέγειν; σχεδὸν γάρ τι καὶ τῶν Ἑλλήνων οἱ πλείους ὁμοίως πρὸς τοῦτο ἔχουσι, καὶ οὐδὲν αὐτοὺς ἡ ξυνήθεια ἀποκωλύει τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν,3 ἐπειδάν τινα ἴδωσι τοιοῦτον, λέγω δὲ τῶν πολλῶν καὶ ἀδόξων, οὓς μὴ δεδοίκασιν ὡς ἱκανοὺς ἀμύνεσθαι· ἐπεὶ τούς γε τοιούτους σχεδὸν δυσωποῦνται καὶ θαυμάζουσιν. τυχὸν οὖν τοιοῦτόν ἐστι τὸ γιγνόμενον. τοὺς μὲν ναύτας καὶ τοὺς γεωργοὺς καὶ ποιμένας, ἔτι δὲ Πέρσας καὶ Νασάμωνας, οὐκ οἴονται καταφρονεῖν αὑτῶν οὐδὲ εἶναι πρὸς αὑτοὺς οὐδένα ἐκείνοις λόγον, ὅθεν οὐδὲν φροντίζουσιν.
但何须赘述这些呢?实际上大多数希腊人对此也是同样态度,习见并没有丝毫阻碍他们在见到这等人时进行嘲弄和侮辱——我指的是普通而无名的人,人们不害怕他们有能力自卫;因为若是那样有权势之人,他们几乎是心存敬畏与赞叹的。因此,所发生的事情大概是这样的:他们并不认为水手、农夫和牧人,乃至波斯人和纳萨摩涅斯人看不起自己,也不认为那些人与自己有什么关系,所以他们根本不在意。
- 72.2ἤτοι κατεγέλασαν ἢ ἐλοιδόρησαν
与现在时动词(ἐφίστανται、ἐρεθίζουσι、ἕλκουσιν)并列的不定过去时直陈式。此处并非叙述过去发生的具体事件,而是用作格言式或习惯性不定过去时(gnomic/habitual aorist),表示在此类情境下一再发生的典型行为。
- 72.3ὃ δὲ ἔτι τούτου παραδοξότερον
置于句首的主格(或针对后文整个句子的同格宾格)独立短语,用作引出新论点的过渡性惯用表达,意为“而比这更为荒谬的是”。在句法上独立于后文的主句结构。
- 72.6τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν
由中性冠词 τὸ 与双重否定词 μὴ οὐ 引导的不定式短语,作为带有否定词(οὐδὲν)的阻碍类动词(ἀποκωλύει)的宾语。这是希腊语中标准的冗余否定结构,意为“丝毫未能阻碍他们去嘲弄和侮辱”。
