- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:71.6-71.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者借神话与荷马的例证阐明,哲学家之所以卓越,不在于专门技艺本身,而在于洞察当为与否以及把握时机的明智与美德,并借此暗中讽刺了罗马皇帝尼禄自炫多才多艺的虚妄智慧。
τῷ συμφερόντως ποιεῖν ἢ μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν.1 αὐτίκα οὐ δοκεῖ μοι Δαίδαλος καλῶς εἰργάσθαι ἐν Κρήτῃ τὸν Λαβύρινθον, οὗ εἰσερχόμενοι ἀπώλλυντο οἱ πολῖται αὐτοῦ καὶ αἱ πολίτιδες· οὐ γὰρ δικαίως εἰργάσατο. συμπράττων δ’ αὖ τῇ νόσῳ τῆς Πασιφάης οὐκ ὀρθῶς εἰργάσατο· οὐ γὰρ συνέφερεν οὐδὲ ἦν δίκαιον οὐδὲ καλὸν τοιαῦτα συμπράττειν οὐδὲ μηχανὰς εὑρίσκειν ἐπὶ τὰ αἰσχρὰ καὶ ἀνόσια. οὐδὲ ὡς τὸν Ἴκαρον ἐπτέρωσεν, εἰ χρὴ πιστεύειν τῷ μύθῳ, καλῶς ἐξευρεῖν φημι τήνδε τὴν μηχανήν· οὐ γὰρ δυνατὰ ἐμηχανᾶτο, πτέρυγας ἀνθρώπῳ προστιθείς.
在于有利地行事或不行事,在于知道何时该做、何地该做,并且比工匠更能看清时机与可能性。例如,在我看来,代达罗斯在克里特建造迷宫并非明智之举,他的男女同胞进入其中尽皆丧命;因为他不义地建造了它。再者,他在迎合帕西法厄的病态欲念时,亦未正当行事;因为助成此类事,或是为可耻与不敬之事谋划机巧,既无益处,亦非正义或美善。至于他为伊卡洛斯插上双翼一事,倘若应当相信神话,我也绝不说他巧妙地发明了这一机关;因为他企图做到不可能之事,将翅膀安在人身上。
οὐκοῦν διέφθειρε τὸν υἱόν. ἔοικε δὲ καὶ Ὅμηρος λοιδορεῖν τινα τέκτονα τῶν Τρώων, οὐ καλῶς ἐργασάμενον τὰς ναῦς τῷ Ἀλεξάνδρῳ, αἷς ἔπλευσεν εἰς τὴν Ἑλλάδα, οὐδὲν ἔχων αἰτιάσασθαι κατὰ τὴν τέχνην. φησὶ γάρ, ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας, ἀρχεκάκους, οὐκ ἐγκωμιάζων αὐτὸν ἐπὶ τῇ ποιήσει τῶν νεῶν, ἀλλὰ ψέγων πολὺ μᾶλλον ἢ εἰ λέγων αὐτὸν ποιῆσαι τὰς ναῦς ἢ βραδείας ἢ ἄλλο τι ἁμάρτημα ἐχούσας ᾐτιᾶτο περὶ τὴν ναυπηγίαν. ψέγει δὲ ὁμοίως καὶ κυνηγέτην τινὰ καὶ καταγελᾷ τῆς ἐμπειρίας, ὅτι εἰς οὐδὲν δέον ἐκέκτητο αὐτήν, ἀλλὰ τὰ μὲν θηρία ἠπίστατο βάλλειν, ἐν δὲ τῷ πολέμῳ οὐκ ἐτύγχανεν οὐδενός, ἀλλ’ ἀχρεῖος ἦν διὰ τὴν δειλίαν, καὶ οὔ φησιν αὐτῷ τότε βοηθῆσαι τὴν Ἄρτεμιν.
结果他害死了自己的儿子。荷马似乎也同样在斥责特洛伊人中的某位木匠,说他为亚历山大造船造得极不妥当——亚历山大正是乘着这些船航行到希腊的——尽管荷马在技艺本身上挑不出任何瑕疵。因为他说:“正是他为亚历山大建造了均衡的战船,这祸患的开端”,荷马绝非因造船之事而称赞他,反而对他大加谴责,其程度远甚于若指责他在造船上有何过失,说他把船造得迟缓或有其他缺陷。同样地,他也斥责某位猎人并嘲笑他的技艺,因为他掌握这技艺未用于任何应行之处:他懂得射杀野兽,但在战争中却未射中任何人,反因胆怯而毫无用处,荷马说当时阿耳忒弥斯并未救助他。
οὐκοῦν ἐκ τούτων δῆλον ὅτι δεῖ φρονήσεως καὶ ἀρετῆς καὶ πρὸς ἃ ἐπίστανται οἱ ἄνθρωποι καὶ πρὸς ἃ οὐκ ἐπίστανται· καὶ οὕτως ἂν ἅπαντα διαφέροι πάντων ὁ σώφρων, οἷον χρὴ εἶναι τὸν φιλόσοφον, καὶ ποιῶν τι τούτων καὶ μὴ ποιῶν, κἂν ὁπωσοῦν ποιῇ κατὰ τὴν τέχνην. ὡς δὲ τῶν ζωγράφων γράψει κρεῖττον οὐκ ὢν ζωγράφος, ἢ τῶν ἰατρῶν ἄμεινον θεραπεύσει οὐκ ὢν ἰατρός, ἢ τῶν μουσικῶν μουσικώτερον ᾅσεται οὐκ ὤν ἔμπειρος μουσικῆς ἢ μετρίως ἔμπειρος γεγονώς, ἢ τῶν ἀριθμητικῶν περὶ τοὺς ἀριθμοὺς ἢ τῶν γεωμετρῶν ἐμπειρότερος φανεῖται περὶ γεωμετρίαν ἢ περὶ φυτείαν τῶν γεωργῶν ἢ περὶ κυβερνητικὴν τῶν κυβερνητῶν, ἢ σφάξει θᾶττον τῶν μαγείρων ἢ διελεῖ δέον διελεῖν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, οὐ χρὴ διανοεῖσθαι.2
那么,从这些事情中岂不昭然可见,无论对待人们通晓之事,还是对待他们不通晓之事,皆需要明智与美德?唯有如此,节制之人——正如哲学家所应成为的那样——无论行这些事还是不行这些事,即便依照技艺无论怎样行事,都能在一切事上胜过所有人。但决不可认为,他并非画家却能比画家画得更好,并非医者却能比医者医治得更精,不通音律或仅略知皮毛却能比乐师唱得更合韵律;亦不可认为,在算术上他会显得比算术家更有经验,在几何上比几何学家更精通,在种植上比农夫更熟练,在掌舵上比舵手更在行;或者比庖人宰杀得更迅捷,比以切割为本职之人更能于当剖切时剖切得当。
καίτοι τῶν νῦν βασιλέων τις ἐπεθύμει σοφὸς εἶναι τὴν τοιαύτην σοφίαν, ὡς πλεῖστα ἐπιστάμενος· οὐ μέντοι τὰ τοιαῦτα, ἃ μὴ θαυμάζεται παρὰ τοῖς ἀνθρώποις, ἀλλὰ ἐφ’ οἷς στεφανωθῆναι ἔστι, κηρύττειν καὶ ᾅδειν πρὸς κιθάραν καὶ τραγῳδεῖν καὶ παλαίειν καὶ παγκρατιάζειν. φασὶ δὲ καὶ γράφειν καὶ πλάττειν ἱκανὸν αὐτὸν εἶναι καὶ αὐλεῖν τῷ τε στόματι καὶ ταῖς μασχάλαις ἀσκὸν ὑποβάλλοντα, ὅπως διαπεφευγὼς ᾖ τὸ αἰσχρὸν τὸ τῆς Ἀθηνᾶς. οὔκουν ὑπῆρχε σοφός;
然而,当今诸王中的某位却渴望拥有这等智慧而成为智者,通晓尽可能多的事物——不过并非那些在人前不受赞叹之事,而是能够受冠冕奖赏之事:充任宣告官、伴着齐特拉琴歌唱、演悲剧、角力以及进行全能格斗。人们还说他擅长绘画与雕塑,甚至能用口吹奏,并将皮囊置于腋下鼓气吹管,以此避开阿典娜所蒙受的丑态。那么,他岂不就是智者了吗?
- 71.6τῷ συμφερόντως ποιεῖν ἢ μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν
此句为方式或方面与格短语,直接回答了上一语段末尾的问句“ποῦ δ’ ἂν διαφέροι;”(那么究竟在何处胜出?)。中性单数定冠词 τῷ 同时统辖不定式 ποιεῖν、μὴ ποιεῖν 以及由 καὶ 连接的 γνῶναι,意为“通过有利地行事或不行事,以及……看清而胜出”。
- 71.8ὡς δὲ τῶν ζωγράφων γράψει κρεῖττον ... οὐ χρὴ διανοεῖσθαι
此句为倒装结构,句末的主节 οὐ χρὴ διανοεῖσθαι(不可认为)支配句首由 ὡς 引出的连带将来时直陈式动词的宾语从句(“认为他将画得更好……”等)。从句中层层并列了与画家、医者、乐师、算术家、几何学家、农夫、舵手、庖人等各种行当的比较,最后才由主节动词收束全句。
