← 金嘴狄翁

演说集

§71.1-71.5

反驳要求哲学家掌握万能技艺的观点

针对哲学家必须全知全能且能言善道的观点,作者指出像希庇阿斯和奥德修斯那样的全才技艺是不可能的,并阐明哲学家的卓越并不在于具体工匠技艺的优劣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§71.1

Εἰσὶν οἵ φασι δεῖν πάντα ἐν πᾶσιν εἶναι περιττὸν τὸν φιλόσοφον· καὶ ὁμιλῆσαι ἀνθρώποις φασὶ δεῖν εἶναι δεινότατον καὶ μηδέποτε σιγᾶν μηδὲ ἀπορεῖν λόγων τοιούτων πρὸς τοὺς παρόντας, οἳ δυνήσονται τέρπειν αὐτούς· εἰ δὲ μή, φασὶν ἰδιώτην εἶναι τὸν μὴ παρεσκευασμένον οὕτως καὶ ὀλίγου ἄξιον. ἐγὼ δέ φημι τὰ μὲν δίκαια καὶ ἀληθῆ λέγειν αὐτούς, τὰ δὲ οὔ.

有人主张,哲学家必须在一切方面、一切事上都卓越过人。他们还说,哲学家必须极其擅长与人交往,决不可沉默不语,亦不可在同座之人面前匮于能够取悦他们的言辞;否则,他们便说,未作此种准备之人只是外行,不值一提。但我以为,他们的说法有些是公正而真实的,有些则不然。

§71.2

τὸ μὲν γὰρ διαφέρειν πανταχοῦ τὸν φιλόσοφον τῶν ἄλλων δοκοῦσιν ὀρθῶς ἀξιοῦν· πλὴν εἰ μή γε1 καὶ τὰς τέχνας φασὶ δεῖν αὐτὸν ἁπάσας εἰδέναι καὶ βέλτιον κατὰ τὴν τέχνην ἅπαντα ποιεῖν τῶν δημιουργῶν, οἰκίας τε οἰκοδομούμενον καὶ πλοῖα ναυπηγούμενον καὶ χαλκεύοντα καὶ ὑφαίνοντα καὶ γεωργοῦντα· ὥσπερ ὁ Ἠλεῖος Ἱππίας ἠξίου σοφώτατος εἶναι τῶν Ἑλλήνων, οὐ μόνον ποιήματα παντοδαπὰ καὶ λόγους αὑτοῦ ποικίλους προφέρων Ὀλυμπίασί τε καὶ ἐν ταῖς ἄλλαις πανηγύρεσι τῶν Ἑλλήνων, ἀλλὰ καὶ ἄλλα ἔργα, τόν τε δακτύλιον καὶ τὴν λήκυθον καὶ στλεγγίδα καὶ τὸ ἱμάτιον καὶ τὴν ζώνην, ὡς ἅπαντα πεποιηκὼς αὐτός,2 οἷον ἀπαρχὰς τῆς σοφίας τοῖς Ἕλλησιν ἐπιδεικνύων.

因为他们要求哲学家在各方面皆超越常人,这似乎是合宜的;除非他们竟主张哲学家还必须精通一切技艺,并在造屋、造船、锻铁、织布和农耕等各方面,依照技艺行事都比工匠做得更好。这就如同厄利斯的希庇阿斯自命为希腊人中最有智慧者,他不仅在奥林匹亚和希腊人的其他盛会上展示自己各色各样的诗篇与丰富的演说,而且还展示戒指、油壶、刮身板、外袍和腰带等其他物品,声称这一切皆出自自己之手,仿佛向希腊人夸耀其智慧的初熟之果一般。

§71.3

σχεδὸν δὲ καὶ Ὅμηρος Ὀδυσσέα πεποίηκεν οὐ μόνον γνώμῃ διαφέροντα καὶ τῷ δύνασθαι περὶ πραγμάτων βουλεύεσθαι καὶ λέγειν δεινότατον ἔν τε πλήθει καὶ πρὸς ὀλίγους καὶ πρὸς ἕνα, καὶ νὴ Δία γε ἐν ἐκκλησίᾳ τε καὶ παρὰ πότον καὶ εἰ τύχοι μετά τινος βαδίζων ὁδόν, καὶ πρὸς βασιλέα καὶ πρὸς ἰδιώτην, καὶ πρὸς ἐλεύθερον καὶ πρὸς δοῦλον, καὶ αὐτὸν ἔνδοξον ὄντα καὶ βασιλέα καὶ αὖ πάλιν ἀγνοούμενον καὶ πτωχόν, καὶ πρὸς ἄνδρα τε ὁμοίως καὶ γυναῖκα καὶ κόρην, ἔτι δὲ μάχεσθαι ἐπιστάμενον, ἀλλὰ καὶ τῶν τοιούτων ἁπάντων ἔμπειρον,3 τεκτονικῆς καὶ οἰκοδομίας καὶ ναυπηγικῆς.

同样地,荷马对奥德修斯的描写亦是如此,他不仅在判断力上高人一等,极其善于对事务深谋远虑,并擅长在众人面前、少数人面前乃至一对一地陈说——凭宙斯起誓,无论是在公民大会还是在酒宴上,抑或偶然与某人同行于路途之中;无论是对君王还是平民,对自由人还是奴隶;无论是在自己名声显赫身为君王之时,还是在身份隐匿沦为乞丐之刻;无论是对男子还是对妇人与少女,并且通晓作战;而且在木工、泥瓦建筑和造船等一切诸如此类的事务上也经验丰富。

§71.4

πῶς γὰρ ἂν τὸ λέχος ἐποίησεν ἀποκόψας τόν τῆς ἐλαίας θαλλόν, εἰ μὴ τεκτονικῆς ἐπιστήμων ἦν; πῶς δ’ ἂν περιέβαλε τὸν θάλαμον, εἰ μὴ καὶ οἰκοδομῆσαι ἠπίστατο; πῶς δ’ ἂν εἰργάσατο τὴν σχεδίαν οὐκ ὢν ἔμπειρος ναυπηγίας; τὰ δὲ περὶ φυτείαν καὶ γεωργίαν εὐθὺς ἐκ παίδων ἐσπουδακὼς φαίνεται παρὰ τοῦ πατρὸς δένδρα αἰτῶν καὶ ἀμπέλους· ἄλλως τε καὶ τοῦ πατρὸς γεωργοῦ ὄντος πάνυ ἐπιμελοῦς τε καὶ ἐμπείρου εἰκὸς ἦν αὐτὸν ταῦτα μὴ ἀγνοεῖν, ὅπου γε καὶ προκαλεῖται τὸν Εὐρύμαχον καὶ ἀμῆσαι καὶ ἀρόσαι. ἀλλά φησι καὶ τῶν τοιούτων ἔμπειρος εἶναι, μαγειρικῆς τε καὶ οἰνοχοΐας καὶ τῆς ἄλλης ἁπάσης διακονίας, ἅ φησι τοὺς χείρονας τοῖς ἀγαθοῖς διακονεῖσθαι. ταῦτα μὲν οὖν ἴσως Ἱππίας καὶ Ὀδυσσεὺς δεινὼ ἤστην· ἐγὼ δέ φημι τὸν φιλόσοφον τὰς μὲν τέχνας οὐχ οἷόν τε εἶναι πάσας εἰδέναι ʽχαλεπὸν γὰρ καὶ μίαν ἀκριβῶς ἐργάσασθαἰ ποιῆσαι δ’ ἂν ἅπαντα βέλτιον ὅ,τι ἄν τύχῃ ποιῶν τῶν ἄλλων ἀνθρώπων,4 καὶ τὰ κατὰ τὰς τέχνας, ἂν ἄρα ἀναγκασθῇ ποτε ἅψασθαι τοιούτου τινός, οὐ κατὰ τὴν τέχνην διαφέροντα — τοῦτο γὰρ οὐχ οἷόν τε, τοῦ τέκτονος τὸν ἰδιώτην ἄμεινον ποιῆσαί τι κατὰ τὴν τεκτονικὴν ἢ τοῦ γεωργοῦ τὸν οὐκ ὄντα γεωργίας ἔμπειρον ἐν τῷ ποιεῖν τι τῶν γεωργικῶν ἐμπειρότερον φανῆναι — ποῦ δ’ ἂν διαφέροι;

试问,若非通晓木工,他砍下橄榄树枝后如何能造成那张床铺?若不知建筑,他又如何能将那寝室砌墙围绕?若不精于造船,他又如何能造成那张木筏?至于种植与农耕,他显然自幼年起便倾心于此,曾向父亲索要果树与葡萄藤;况且其父本就是一位极其勤勉且经验丰富的农夫,他自然不应对此懵然无知,乃至他甚至向欧律马科斯挑战比赛收割与犁地。不仅如此,他还自称擅长烹饪、斟酒以及一切其他杂务服侍——即他所说的下等人为贵人所做的那类服侍。 或许希庇阿斯与奥德修斯确实精通这些。但我认为,哲学家绝不可能通晓所有技艺——因为即便要精工细作于一门技艺亦属不易;然而,无论哲学家碰巧从事何事,即便迫不得已要去碰触技艺方面的事情,他做起一切来都会比其他人更好,尽管并非在专业技艺本身上胜出——因为这是不可能的,即一个外行在木工上比木匠做得更好,或是一个不通农事之人做起农活来显得比农夫更熟练。那么,他究竟会在何处高人一等呢?

语法注4 条
  1. 71.2πλὴν εἰ μή γε

    用以对前文主句“他们要求哲学家高人一等是正确的(ὀρθῶς ἀξιοῦν)”提出保留或例外的习惯用法,意为“除非……”。小词 γε 起强调限定作用,突出了这一极端假设(即主张哲学家在各门专业手工技艺上都要超越工匠)。

  2. 71.2ὡς ἅπαντα πεποιηκὼς αὐτός

    主格分词 πεποιηκώς 搭配强调主语自身的主格代词 αὐτός 以及 ὡς,表示主语希庇阿斯自己的主观宣称或自夸(“自称这一切皆出自自己之手”)。

  3. 71.3πεποίηκεν οὐ μόνον γνώμῃ διαφέροντα ... ἀλλὰ καὶ τῶν τοιούτων ἁπάντων ἔμπειρον

    动词 πεποίηκεν(“刻画为、描写为”)以 Ὀδυσσέα 为宾语,并统领由 οὐ μόνον ... διαφέροντα ... ἀλλὰ καὶ ... ἔμπειρον 构成的并列宾语补足成分。尽管其间插入了多重并列介词短语和分词短语(如 ἔν τε πλήθει...、καὶ πρὸς βασιλέα... 等描述各种交际情境的句法成分),核心句式依然是“荷马不仅将奥德修斯刻画为见识与言辞卓越之人,而且刻画为通晓手工技艺之人”。

  4. 71.5ποιῆσαι δ’ ἂν ἅπαντα βέλτιον ὅ,τι ἂν τύχῃ ποιῶν τῶν ἄλλων ἀνθρώπων

    承接前文主句动词 φημί 的不定式间接引语结构。带有潜在小词 ἄν 的不定式 ποιῆσαι ἄν 相当于直接引语中的潜在祈愿语气(“他都会做得更好”)。从句 ὅ,τι ἂν τύχῃ ποιῶν 进一步限定 ἅπαντα(“无论碰巧在做什么事”),而比较级副词 βέλτιον 则支配表示比较的属格 τῶν ἄλλων ἀνθρώπων(“比其他人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:71.1-71.5