- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:70.6-70.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥将行动胜于言辞的原则延伸至哲学领域,主张应当通过衣着与生活实践上的差异来区分真正的哲学家与冒牌者,并指出唯有哲学能真正改变人的灵魂与道德品行。
Ἐγὼ μὲν τοῦτον. — Δ. Ἐπὶ παντὶ ἄρα τὸν μὲν λόγον, εἰ καθ’ αὑτὸν λέγοιτο, μηδενὸς ἔργου προσόντος, ἄκυρον ἡγήσῃ καὶ οὐ πιστόν· τὸ δ’ ἔργον αὐτὸ πιστόν τε καὶ ἀληθές, ἐὰν καὶ μὴ προάγῃ λόγος; — Οὕτως. — Δ. Πότερον οὖν γεωργίας ἐστί τινα ἔργα καὶ παρασκευὴ καὶ ναυτιλίας καὶ ἄλλα τῷ κυνηγέτῃ προσήκοντα καὶ τῷ ἀστρονόμῳ καὶ τοῖς ἄλλοις ἅπασι, φιλοσοφίας δὲ οὐδέν ἐστιν οἰκεῖον ἔργον οὐδὲ πρᾶγμα οὐδὲ παρασκευή; — Πάνυ μὲν οὖν.1 —
依我看是后者。 — 狄奥: 那么,在一切事情上,倘若言论单凭自身说出,毫无实际行动伴随,你都会认为它是无效且不可信的;而行动本身,即便没有言论在前引路,也是可信且真实的,是吗? — 正是如此。 — 狄奥: 那么,难道农事、航海有其特定的行动和准备,猎人、天文学家以及其他所有人也各有其相应的行动,唯独哲学就没有任何特有的行动、事务或准备吗? — 当然绝非如此,必定是有其特有行动的。
Δ. Ἀλλὰ ταῦτα μὲν ἄδηλα τὰ προσήκοντα τῷ φιλοσόφῳ καὶ φιλοσοφίᾳ, τὰ δὲ τῶν ἐμπόρων καὶ γεωργῶν καὶ μουσικῶν καὶ ἀστρονόμων καὶ ὧν νῦν δὴ εἶπον ἔκδηλα καὶ φανερά; — Οὔ μοι δοκεῖ. — Δ. Ἀλλὰ δὴ καὶ λόγοι τινές εἰσιν, ὧν δεῖ τὸν φιλοσοφοῦντα ἀκούειν, καὶ μαθήματα, ἃ δεῖ μανθάνειν, καὶ δίαιτα, ἣν δεῖ διαιτᾶσθαι, καὶ καθόλου βίος ἄλλος μὲν τοῦ φιλοσοφοῦντος, ἄλλος δὲ τῶν πολλῶν ἀνθρώπων· ὁ μὲν πρὸς ἀλήθειαν καὶ φρόνησιν τείνων καὶ θεῶν ἐπιμέλειαν καὶ θεραπείαν τῆς αὑτοῦ ψυχῆς, μακρὰν ἀλαζονείας καὶ ἀπάτης καὶ τρυφῆς, εὐτέλειάν τε καὶ σωφροσύνην2 —
—狄奥: 难道那些适合哲学家与哲学的事务是隐晦不明的,而商人、农夫、音乐家、天文学家以及我方才提到的那些人的事务反倒是显明易见的吗? — 我看并非如此。 — 狄奥: 不仅如此,从事哲学之人必定要听取某些道理,学习某些知识,遵循某种日常起居方式;概括而言,从事哲学之人的生活完全不同于常人:前者倾向于真理、明智、对神明的崇敬以及对自己灵魂的修养,远离虚夸、欺诈与奢靡,〔追求〕质朴与节制——
καὶ γὰρ στολὴ ἑτέρα μὲν τοῦ φιλοσοφοῦντος, ἑτέρα δὲ τῶν ἰδιωτῶν καὶ κατάκλισις καὶ γυμνάσια καὶ λουτρὰ καὶ ἡ ἄλλη δίαιτα, καὶ τὸν μὲν ἀκολουθοῦντα καὶ χρώμενον τούτοις δεῖ νομίζειν ὡς φιλοσοφίᾳ προσέχοντα τὸν νοῦν· τὸν δὲ ἐν μηδενὶ τούτων διαφέροντα μηδὲ ὅλως ἕτερον ὄντα τῶν πολλῶν οὐχ ἕνα ἐκείνων θετέον,3 κἂν μυριάκις εἴπῃ τε καὶ ἐπαγγείληται φιλοσοφεῖν ἐναντίον τοῦ δήμου τοῦ Ἀθηναίων ἢ Μεγαρέων ἢ παρὰ τοῖς Λακεδαιμονίων βασιλεῦσιν· ἀλλ’ ὠστέον τοῦτον τὸν ἄνθρωπον εἰς τοὺς ἀλαζόνας καὶ ἀνοήτους καὶ τρυφερούς.
因为从事哲学之人的装束有别于常人,其卧榻饮食之态、体育锻炼、沐浴以及其余日常起居亦各不相同;应当认为,凡遵从并实行这些规矩者,便是在用心追求哲学。至于在这些方面毫无异处、与大众毫无区别之人,哪怕他在雅典人或墨加拉人的公民大会面前,或是在斯巴达列王面前说上一万次、宣称自己从事哲学,也决不能把他算作那些哲学家中的一员;反而必须把这样的人推入狂妄、愚昧与放纵之徒的行列中。
καίτοι μουσικὸν μὲν οὐκ ἀδύνατον εἶναι μὴ πράττοντα τὰ τοῦ μουσικοῦ· ἡ γὰρ μουσικὴ οὐκ ἀναγκάζει ἀεὶ προσέχειν αὑτῇ τὸν νοῦν καὶ μηδὲν ἄλλο ποιεῖσθαι περὶ πλείονος· καὶ ἀστρονόμον ὄντα οὐδὲν ἴσως κωλύει τρέφειν ἀλεκτρυόνας ἢ κυβεύειν· οὐδὲν γὰρ ἡ ἀστρονομία ἐμποδών ἐστι τὸ μὴ τὰ δέοντα ποιεῖν·4 καὶ νὴ Δία ἱππικὸν γενόμενον ἢ κυβερνήτην ἀγαθὸν ἢ γεωμέτρην ἢ γράμματα εἰδότα οὐδὲν θαυμαστὸν παρὰ ταῖς ἑταίραις ἢ ταῖς αὐλητρίσιν ὁρᾶσθαι· τὸ γὰρ ταῦτα ἐπίστασθαι οὐδὲν ποιεῖ βελτίω τὴν τοῦ ἀνθρώπου ψυχὴν οὐδὲ ἀποτρέπει τῶν ἁμαρτημάτων·
诚然,身为音乐家却不操持音乐家之事并非不可能,因为音乐并不强求人们时时刻刻专注于它、不把任何别的事物看得更重;身为天文学家,或许也完全不妨碍他去养斗鸡或掷骰赌博,因为天文学丝毫不会阻碍人去做出非分之举。凭宙斯起誓,若是有精通马术者、优秀的舵手、几何学家或通文墨之人出入于名妓或吹笛女之侧,亦无足为奇;因为知晓这些学问丝毫不会使人的灵魂变得更善,亦不会阻止人犯下过失。
φιλοσοφίᾳ δὲ προσέχων τις καὶ μετασχὼν τούτου τοῦ μαθήματος οὐκ ἄν ποτε ἀποσταίη τῶν βελτίστων, οὐδὲ τούτων ἀμελήσας αἰσχρόν τι καὶ φαῦλον προέλοιτ’ ἂν πράττειν οὐδὲ ἀργεῖν καὶ ὀψοφαγεῖν καὶ μεθύσκεσθαι. τὸ γὰρ ταῦτα θαυμάζειν καὶ τὴν τούτων ἐπιθυμίαν ἐξαιρεῖ τῆς ψυχῆς καὶ τοὐναντίον εἰς μῖσος αὐτῶν καὶ κατάγνωσιν προάγει. τὸ δέ γε φῆσαι φιλοσοφεῖν καὶ ἀλαζονεύεσθαι καὶ αὑτὸν ἐξαπατῆσαι καὶ τοὺς ἄλλους οὐδὲν ἴσως κωλύει.
然而,若有人专心于哲学并分有这门学问,他决不会背离至善之事,亦决不会荒废这些而选择去行可耻与卑劣之事,或是游手好闲、贪馋暴食、沉湎酩酊。因为哲学将对这些事物的艳羡与欲念从灵魂中连根拔除,反倒引导灵魂去憎恶和谴责它们。然而,仅仅口头上自称从事哲学、狂妄自夸、欺骗自己与他人——这大概是没有任何东西能够阻碍的。
- 70.6Πάνυ μὲν οὖν.
针对前句带有反问语气的否定提问(“唯独哲学没有任何特有的行动吗?”),此处 πάνυ μὲν οὖν 并非附和否定,而是坚决纠正并肯定相反事实,即“绝非如此,必定是有其特有行动的”。
- 70.7εὐτέλειάν τε καὶ σωφροσύνην —
此处出现破格句(破折断句)。承接前文的主格分词短语(ὁ μὲν ... τείνων),此处的宾格短语 εὐτέλειάν τε καὶ σωφροσύνην 原本应由某个支配宾格的分词(如“追求”、“崇尚”)来统领,但句子在此中断,随之引入 καὶ γὰρ στολὴ...,语义上表示“(追求/崇尚)质朴与节制”。
- 70.8οὐχ ἕνα ἐκείνων θετέον
由动词性形容词 θετέον(源自 τίθημι,相当于 δεῖ τιθέναι)构成的无人称句,支配前文宾格短语 τὸν δὲ ... ὄντα(“不可将他归入……”)。属格 ἐκείνων 是部分属格,指代前文所述的“真正的哲学家们”。
- 70.9οὐδὲν γὰρ ἡ ἀστρονομία ἐμποδών ἐστι τὸ μὴ τὰ δέοντα ποιεῖν
表示妨碍的词组 ἐμποδών ἐστι 受到否定词 οὐδέν 修饰,其后引导冠词不定词短语(τὸ μὴ τὰ δέοντα ποιεῖν),其中 μή 并非妨碍表达后的赘余否定词,而是实际否定 τὰ δέοντα ποιεῖν。字面意思是“天文学丝毫不会妨碍人不去做应为之事”,实际表达“即便懂得天文学,也丝毫不会阻止人去为非作歹”。
