← 金嘴狄翁

演说集

§70.1-70.5

依实际行为而非言辞评判他人

狄奥举出农夫、猎人、音乐家、天文学家和商人等空有言谈而无实际行动与筹备的诸种事例,通过问答表明,判定一个人的生活与实质只能凭借其实际行为,而非空泛之言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§70.1

Δ. Φέρε, εἴ τινος ἀκούοις λέγοντος ὅτι βούλεται γεωργεῖν, μηδὲν δὲ πρὸς τοῦτο πράττοντα ὁρῴης αὐτόν, μήτε βοῦς ὠνούμενον ἤ τρέφοντα μήτε ἄροτρα κατασκευαζόμενον μήτε τὰ ἄλλα τὰ πρὸς τὴν γεωργίαν σκεύη, μηδὲ ἐνοικοῦντα ἐν ἀγρῷ αὐτὸν κεκτημένον ἢ παρ’ ἄλλου μισθωσάμενον, ἀλλ’ ἐν ἄστει τὰ πολλὰ διατρίβοντα περὶ τὴν ἀγορὰν καὶ τὸ γυμνάσιον καὶ περὶ πότους ὄντα καὶ ἑταίρας καὶ τὴν τοιαύτην ῥᾳθυμίαν, πότερον προσέξεις οἷς λέγει μᾶλλον ἢ τοῖς πραττομένοις ὑπ’ αὐτοῦ; καὶ πότερα φήσεις γεωργὸν εἶναι τὸν ἄνθρωπον καὶ ἐργάτην ἢ τῶν ἀργῶν καὶ ῥᾳθύμων; —

狄奥: 且看,倘若你听见某人说他想要务农,却看见他对此未作任何事——既不购买也不饲养耕牛,既不备办犁具,也不准备任何其他农具,既不住在自己拥有或向他人租借的田庄中,反而大多时候留连在城里的集市和体操馆周围,沉溺于酒宴、名妓以及此类游手好闲之中——你究竟是更关注他的言谈,还是更关注他的行为?你又会说这人是个农夫与劳作者,还是个游手好闲、怠惰之徒?

§70.2

Δῆλον ὅτι τῶν ἀργῶν. — Δ. Εἶεν· εἰ δὲ κυνηγέτης εἶναι λέγοι τις καὶ τὸν Ἱππόλυτον αὐτὸν ἢ Μελέαγρον ὑπερβάλλειν τῇ τε ἀνδρείᾳ καὶ τῇ φιλοπονίᾳ, μηδὲν δὲ φαίνοιτο πράττων ὅμοιον, μήτε κύνας κεκτημένος μήτε λίνα μήτε ἵππον μήτε ὅλως ἐπὶ θήραν ἐξιών, ἀλλὰ μήτε ὑπὸ ἡλίου τὸ σῶμα ἐπικεκαυμένος μήτε ψύχους ἀνέχεσθαι δυνάμενος, ἐσκιατραφημένος δὲ καὶ ἁπαλὸς καὶ μάλιστα ἐοικὼς ταῖς γυναιξίν, ἔσθ’ ὅπως ὑπολάβοις ἂν1 τἀληθῆ λέγειν τοῦτον καὶ προσήκειν τι αὐτῷ κυνηγεσίων; — Οὐκ ἔγωγε. —

—显然是怠惰之徒。 — 狄奥: 好吧。倘若有人自称是猎人,在勇敢和勤勉上甚至超过了希波吕托斯或墨勒阿革洛斯本人,却不见他做任何相应之事——既不蓄犬,也不备网,既无马匹,也根本不外出狩猎,反而身体未曾被烈日晒黑,亦不能耐受严寒,在阴凉处养尊处优,柔弱无力,极其肖似妇人——难道你有可能认为他所言属实,狩猎之事与他有任何干系吗? — 我绝不会如此认为。

§70.3

Δ. Ἄτοπον γὰρ ἀπὸ τῶν λόγων μᾶλλον, οὓς λέγει τις, ἢ ἀπὸ τῶν ἔργων εἰδέναι καὶ τεκμαίρεσθαι τὸν ἑκάστου βίον. εἰ δέ τις ἐπαγγέλλοιτο μὲν ὡς μουσικὴν ἄριστα ἐπιστάμενος καὶ περὶ τοῦτο διατρίβων, μήτε δὲ αὐτοῦ κιθαρίζοντος μηδεὶς πώποτε ἀκούσαι, ἀλλὰ μηδὲ κιθάραν ἢ λύραν ἔχοντα ὁρῴη τις, μήτε λόγον τινὰ διεξιόντα τῶν κατὰ μουσικὴν δίχα γε τῆς ἐπαγγελίας καὶ τοῦ ἐπίστασθαι φάσκειν τοῦ Ὀρφέως ἄμεινον καὶ τοῦ Θαμύρα, βλέποι δ’ αὐτὸν ἀλεκτρυόνας ἢ ὄρτυγας θεραπεύοντα καὶ τρέφοντα καὶ μετὰ τῶν τοιούτων ἀνθρώπων ὡς τὸ πολὺ διατρίβοντα, πότερον τῶν μουσικῶν τοῦτον δεῖ ὑπολαμβάνειν ἢ τούτων τῶν ἀνθρώπων, μεθ’ ὧν ἐστι καὶ οἷς ταὐτὰ ἐπιτηδεύει; — Δῆλον ὅτι τούτων. —

—狄奥: 因为,根据某人的言论而非根据其行动来认识和判定每个人的生活,乃是荒唐的。倘若有人声称自己极精通音律并以此为业,却从未有人听见他弹奏基塔拉琴,亦无人见他持有基塔拉琴或里拉琴,除了这一声明以及自夸比俄耳甫斯和萨密拉斯更懂行之外,他也从未阐述过任何有关音乐的道理,人们反而看到他照料饲养斗鸡或鹌鹑,大多时候与此类人为伍——那么究竟是应当把他视为音乐家之一,还是视为他与之厮混并有着相同营生的那些人之一呢? — 显然是后者之流。

§70.4

Δ. Ἐὰν δὲ ἀστρονόμος εἶναί τις ὑπισχνῆται καὶ σαφέστατα ἐπίστασθαι τὰς περιόδους καὶ πορείας καὶ τὰ ἀποστήματα πῶς ἔχουσι πρὸς ἄλληλα ἡλίου τε καὶ σελήνης καὶ τῶν τοιούτων ἄστρων καὶ τὰ οὐράνια πάθη, μηδὲν δὲ τοιοῦτον ᾖ προῃρημένος μηδὲ περὶ ταῦτα φροντίζων, ἀλλὰ μᾶλλον συνὼν τοῖς κυβεύουσι καὶ μετ’ ἐκείνων ἑκάστοτε ζῶν καὶ βλεπόμενος, ἀστρονόμον τοῦτον φήσεις ἢ κυβευτήν; — Οὐ μὰ τὸν Δἴ ἀστρονομίας ἡγησαίμην ἂν ἔγωγε προσήκειν αὐτῷ τι, πολὺ δὲ μᾶλλον κυβείας. —

—狄奥: 倘若有人许诺自己是天文学家,最清楚地通晓太阳、月亮以及此类星辰的周期、运行和距离彼此关系如何,以及天空中的各种现象,但他却完全没有投身于此,亦不思考这些,反而经常与掷骰赌徒厮混,时时与他们共同生活并为人所见——你会说他是天文学家还是赌徒? — 凭宙斯起誓,我绝不认为天文学与他有何干系,反而认为掷骰赌博与他的干系大得多。

§70.5

Δύο δέ τινων τοῦ μὲν λέγοντος ὅτι πλευσεῖται τὴν ταχίστην καὶ πολλὰ κερδανεῖ χρήματα ἀπὸ ἐμπορίας, μήτε δὲ ναῦς μήτε ναύτας παρεσκευασμένου μήτε φόρτον ἔχοντος μηδένα, ἀλλὰ μηδὲ προσιόντος ὅλως τῷ λιμένι μηδὲ τῇ θαλάττῃ, τοῦ δὲ πραγματευομένου2 περὶ ταῦτα καὶ πλοῖον περισκοποῦντος καὶ κυβερνήτην καὶ χρήματα ἐμβαλλομένου· πότερον αὐτῶν φήσεις ἐμπορίᾳ προσέχειν τὸν νοῦν; τὸν λέγοντα ἢ τὸν πράττοντα καὶ παρασκευαζόμενον τὰ τοῦ πλοῦ καὶ τὰ τῆς ἐμπορίας; —

—再者,有两个人,其中一人说自己将尽快扬帆出海,通过经商赚取大笔钱财,却既不备船只也不备水手,亦无任何货物,甚至根本不去靠近港口或大海;而另一人则忙于这些事务,四处物色船只和舵手,并装载资金——你会说他们中哪一个是在用心经商呢?是那个空口说白话的人,还是那个付诸实行并筹备航海与经商所需之物的人? —

语法注2 条
  1. 70.2ἔσθ’ ὅπως ὑπολάβοις ἄν

    短语 ἔστιν ὅπως(此处作 ἔσθ' ὅπως)后接带有 ἄν 的希求语气(ὑπολάβοις ἄν),构成“你难道有可能认为……吗?”之意的反问句,隐含强烈的否定意味。

  2. 70.5Δύο δέ τινων τοῦ μὲν λέγοντος ... τοῦ δὲ πραγματευομένου

    句首的属格短语 Δύο δέ τινων 指代整体,随后通过两个部分属格独立分词结构 τοῦ μὲν λέγοντος 与 τοῦ δὲ πραγματευομένου 展开对比。主句中的 πότερον αὐτῶν φήσεις... 最终用 αὐτῶν 承接这一属格,构成了典型的“整体与部分结构”(schema kath' holon kai meros)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:70.1-70.5