← 金嘴狄翁

演说集

§69.5-69.9

外在技艺的局限与内在美德的必要

作者批评人们汲汲于外在技艺和成文法律却忽视修养美德的愚蠢行径,指出若无内在的道德知识与自觉的正义,人类便与仅仅因恐惧惩罚而不敢掠食的野兽无异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69.5

διὰ τί ποτ’ οὖν οἱ ὀρεγόμενοι ὅπως εὐδαιμονήσουσιν οὐ προθυμοῦνται τοιούτους παρέχειν σφᾶς αὐτούς; ἃ δὲ πράττοντας οὐδὲν αὐτοὺς κωλύει κακῶς καὶ ἀθλίως ζῆν,1 πᾶσαν τούτων ἐπιμέλειαν ποιοῦνται; καίτοι ἄνευ μὲν αὐλητῶν καὶ κιθαριστῶν καὶ σκυτοτόμων καὶ παιδοτριβῶν καὶ ῥητόρων καὶ ἰατρῶν οὐκ ἀδύνατον ἀνθρώποις βιοῦν πάνυ καλῶς καὶ νομίμως, οἶμαι δ’ ἐγὼ καὶ δίχα γεωργῶν καὶ οἰκοδόμων·

那么,究竟为什么那些渴望获得幸福的人,却不热心于使自己成为这样的人呢?而对于那些即便去从事也丝毫不妨碍他们过得恶劣而凄惨的事物,他们却倾注了全部的关切? 然而,即使没有吹笛人、弹琴人、鞋匠、体能教练、演说家和医生,人们也并非不可能生活得极其优良且恪守法度,甚至我认为,即便没有农夫和建筑工匠也同样可行。

§69.6

Σκύθαι γοῦν οὐδὲν κωλύονται οἱ νομάδες μήτε οἰκίας ἔχοντες μήτε γῆν σπείροντες ἢ φυτεύοντες δικαίως καὶ κατὰ νόμους πολιτεύεσθαι· ἄνευ δὲ νόμου καὶ δικαίου μὴ κακῶς ζῆν ἀνθρώπους καὶ πολὺ τῶν θηρίων ὠμότερον οὐ δυνατόν. ἔτι δ’ ὅπου μὲν φαῦλοι σκυτοτόμοι εἰσὶ καὶ γεωργοὶ καὶ οἰκοδόμοι, οὐδὲν ἐκεῖ διὰ τοῦτο συμβαίνει χαλεπόν, ἀλλὰ τὰ ὑποδήματα καὶ πυροὶ ἐλάττους καὶ κριθαί· ὅπου δὲ ἄρχοντες χείρους καὶ δικασταὶ καὶ νόμοι, τὰ πράγματα κάκιον ἔχει τῶν ἀνθρώπων ἐκείνων καὶ ὁ βίος δυστυχέστερος καὶ στάσεις καὶ ἀδικίαι καὶ ὕβρεις καὶ ἀσέβεια πολλὴ φύεται παρ’ αὐτοῖς.

无论如何,游牧的斯基泰人既无居所,亦不耕种或栽植土地,却丝毫未受妨碍而能够公正且依循法度过城邦生活;但若没有法律与正义,人们绝不可能不陷入悲惨的生活,并且会比野兽还要残暴得多。此外,在鞋匠、农夫和建筑工匠拙劣的地方,绝不会因此发生什么严重的灾祸,无非是鞋履、小麦和大麦较为匮乏劣质而已;但在统治者、法官和法律败坏的地方,那些人的境况就更加恶劣,生活更加不幸,内讧、不义、暴行和严重的亵渎就会在他们中间滋生。

§69.7

ἔτι δὲ σκυτοτόμον μὲν αὐτὸν οὐκ ὄντα λυσιτελεῖ παρ’ ἄλλου πρίασθαι ὑποδήματα, καὶ οἰκοδομεῖν οὐκ ἐπιστάμενον ἄλλον ἐπὶ τούτῳ μισθώσασθαι, καὶ γεωργὸν μὴ ὄντα σῖτον πρίασθαι καὶ ὄσπρια· ἄδικον δὲ αὐτὸν ὄντα οὐ λυσιτελεῖ τῶν δικαίων παῤ ἄλλου τυγχάνειν οὐδὲ ἄφρονα καὶ ἀγνοοῦντα ἃ δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, μετὰ νοῦν2 ἐφ’ ἑκάστῳ πρὸς ἕτερον ἰέναι. πρὸς γὰρ τοῖς ἄλλοις ὁ μὲν ἀργυρίου δεόμενος ἢ ἱματίων ἢ οἰκίας ἢ ἄλλου του ἐπίσταταί τε καὶ ζητεῖ παρὰ τῶν ἐχόντων λαβεῖν· ὁ δὲ νοῦν οὐκ ἔχων οὐδὲ αὐτὸ τοῦτο ἐπίσταται ὅτι οὐκ ἔχει νοῦν· ἀλλ’ αὐτός φησιν ἱκανὸς εἶναι καὶ ἰσχυρίζεται τῇ ἀφροσύνῃ, πάντα πράττων καὶ λέγων ἀφρόνως, καὶ οὔ φησιν ἄδικος εἶναι οὐδὲ ἀνόητος οὐδὲ ἀκόλαστος, ἀλλ’ ὡς οἷόν τε ἱκανῶς περὶ ταῦτα ἔχειν, ὧν οὐδεμίαν πώποτε ἐπιμέλειαν ἐποιήσατο οὐδὲ ἔμαθεν οὐδὲν τούτων ἕνεκεν.

再者,自己不是鞋匠的人向他人购买鞋履是有利的,不懂建筑的人为此雇佣他人是有利的,不是农夫的人购买粮食和豆类也是有利的;但是,自己是不义之人,向他人获取正义却绝非有利,自己愚蠢且不知何者当为何者当戒,事事向他人求取明智也同样毫无益处。因为除了其他事情之外,缺少金钱、衣物、房屋或别物的人,既知自身有所匮乏,也会设法从拥有者那里获取;而缺乏心智的人,甚至连自己缺乏心智这件事情本身都不知道。相反,他自称能力充沛,在愚顽中固执己见,愚蠢地行事与言谈,否认自己不义、无知或放荡,反而坚称自己在这些方面尽可能地胜任——然而对于这些品质,他从未付出过任何关切,也未曾为此学习过任何东西。

§69.8

οὐδὲ γὰρ ἐπιστήμην εἶναι νομίζουσι, καθ’ ἣν εἴσονται τί πρακτέον αὐτοῖς ἢ τί μὴ πρακτέον καὶ πῶς βιώσονται ὀρθῶς· ἀλλὰ τοὺς νόμους αὐτοῖς ἱκανοὺς εἶναι πρὸς τοῦτο τοὺς γεγραμμένους· ὅπως δὲ πείσονται τοῖς νόμοις καὶ ἑκόντες ποιήσουσι τὰ ἐκείνοις δοκοῦντα οὐδὲν φροντίζουσιν. καίτοι τί ἧττον ὁ φόβῳ τοῦ κλέπτειν ἀπεχόμενος, ἀλλὰ μὴ μισῶν τὸ πρᾶγμα καὶ καταγιγνώσκων, κλέπτης τῶν ὑφαιρουμένων ἐστίν; εἰ μὴ καὶ τὸν ἡμέρας οὐ κλέπτοντα, ἀλλὰ νυκτὸς γενομένης, κλέπτην οὐ φήσομεν ἐν τῇ ἡμέρᾳ, ἀλλὰ δίκαιον εἶναι. ἔπειτα δέονται πολλῶν τῶν ἀπειλούντων καὶ κολαζόντων, ὡς οὐ δυνάμενοι αὐτοὶ ἀπέχεσθαι τῶν ἀδικημάτων, ἀλλὰ καὶ οἴκοι ὄντες· τοιοῦτοι δὲ ὄντες αἱροῦνται τοὺς νομοθέτας καὶ κολάζουσι τοὺς νόμους ὥσπερ εἰ ἄμουσοι ὄντες ᾑροῦντο τοὺς μουσικοὺς καὶ οὐδὲν ἐπαΐοντες περὶ γεωμετρίας τοὺς γεωμέτρας.

因为他们甚至不认为存在一门知识,依凭它人们便能知晓何者当为何者不当为,以及如何才能正确地生活;相反,他们认为那些成文法在此方面对他们而言就已足够;至于如何顺服法律并甘愿施行符合法律意旨之事,他们却毫不关心。然而,一个仅仅出于恐惧而不敢行窃、却并非厌恶并谴责此种行径的人,比起那些下手行窃之徒,难道有哪一点算不上是盗贼吗?除非我们要说,一个在白天不行窃、唯独到了夜晚才行窃的人,在白天不是盗贼,反而是正义之人。继而,他们需要许多人来恐吓与惩罚他们,仿佛他们单凭自己甚至连在家里都无法杜绝不法行为;然而他们身为这样的人,却在遴选立法者并裁夺法律,正如不懂音律之人去挑选乐师、对几何学一无所知之人去挑选几何学家一样。

§69.9

σημεῖον δὲ τῆς πονηρίας τῆς τῶν ἀνθρώπων· εἰ γὰρ ἀνέλοιεν τοὺς νόμους καὶ ἄδεια γένοιτο τοῦ τύπτειν ἀλλήλους καὶ ἀποκτείνειν καὶ ἁρπάζειν τὰ τῶν πέλας καὶ μοιχεύειν καὶ λωποδυτεῖν, τίνας ἔσεσθαι οἰητέον τοὺς ἀφεξομένους τοῦ μὴ πάνυ ῥᾳδίως τε καὶ ἑτοίμως ἅπαντα ἐξαμαρτεῖν;3 καὶ τὸ νῦν γε οὐδὲν ἧττον λανθάνομεν μετὰ κλεπτῶν καὶ ἀνδραποδιστῶν καὶ μοιχῶν ζῶντες καὶ συμπολιτευόμενοι καὶ κατὰ τοῦτο οὐδὲν βελτίους τῶν θηρίων ἐσμέν· καὶ γὰρ ἐκεῖνα ἂν φοβηθῇ ἀνθρώπους φυλάττοντας ἢ κύνας, ἀπέχεται τοῦ ἁρπάζειν.

而人类之卑劣的一个明证便在于:倘若人们废除法律,互相殴打、杀戮、劫掠邻人财物、通奸、强夺衣物均可免受惩治,那么我们能指望有谁会克制自己,不去极其轻易且毫不犹豫地犯下这一切罪行呢?即便在当下,我们也同样在不知不觉中与盗贼、贩奴者和通奸者混杂而居、共处一国,在此方面我们绝不比野兽强到哪里;因为野兽若害怕守卫的人类或猎犬,也会克制自己不去抢夺猎物。

语法注3 条
  1. 69.5ἃ δὲ πράττοντας οὐδὲν αὐτοὺς κωλύει κακῶς καὶ ἀθλίως ζῆν

    关系代词 ἃ 用作附带分词 πράττοντας 的宾语,该分词带有让步色彩(“即便从事这些事”)。关系从句的限定动词 κωλύει 以中性主格代词 οὐδέν 为主语,统辖以 αὐτούς 为主语、ζῆν 为不定词的“宾格加不定词”结构。其后主句中的指示代词属格 τούτων 作为 ἐπιμέλειαν 的补足成分,承接并复指了 ἃ 的内容。

  2. 69.7μετὰ νοῦν

    介词 μετά 搭配宾格,在此处表示追寻、探求的目标(“为了寻求明智/理智”),相当于表达探求某种目的的惯用结构,而非其常见的表示时间先后的“在……之后”。

  3. 69.9τοῦ μὴ πάνυ ῥᾳδίως τε καὶ ἑτοίμως ἅπαντα ἐξαμαρτεῖν

    由表示回避、抑制的动词 ἀπέχεσθαι(此处为分词 τοὺς ἀφεξομένους)所支配的带属格冠词的不定词(τοῦ + 不定词)中,附带了赘加的否定词 μή(虚词性 μή)。该否定词并不颠倒 ἐξαμαρτεῖν 的语义,而是呼应并强化动词本身所蕴含的阻止或抑制意味(“克制自己不去犯下一切过错”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:69.5-69.9