← 金嘴狄翁

演说集

§7.89-7.99

富人算计的待客之道与诗人对财富的盲目赞美

演说者指出富人对客人的恩惠不过如高利贷般的算计,财富只会让人更加鄙吝,甚至会招来如墨涅拉俄斯遭遇的那种灾难性客人,并阐明诗人对财富的赞美仅仅反映了大众的俗见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.89

αἱ γὰρ δὴ δοκοῦσαι φιλοφρονήσεις καὶ χάριτες, ἐὰν σκοπῇ τις ὀρθῶς, οὐδὲν διαφέρουσιν ἐράνων καὶ δανείων, ἐπὶ τόκῳ συχνῷ καὶ ταῦτα ὡς τὸ πολὺ γιγνόμενα, εἰ μὴ νὴ Δίʼ ὑπερβάλλει τὰ νῦν τὰ πρότερον, ὥσπερ ἐν τῇ ἄλλῃ ξυμπάσῃ κακίᾳ.

因为确切地说,如果仔细考察,人们所认为的热忱与恩惠,与分摊集资和借贷毫无二致,而且这些往往是附带沉重利息的——除非凭宙斯起誓,如今的事超越了从前的事,正如在所有其他恶行上一样。

§7.90

ἔχω γε μὴν εἰπεῖν καὶ περὶ τῶν Φαιάκων καὶ τῆς ἐκείνων φιλανθρωπίας, εἴ τῳ δοκοῦσιν οὗτοι οὐκ ἀγεννῶς οὐδʼ ἀναξίως τοῦ πλούτου προσενεχθῆναι τῷ Ὀδυσσεῖ, μεθʼ οἵας μάλιστα διανοίας καὶ διʼ ἃς αἰτίας προυτράπησαν ἀφθόνως καὶ μεγαλοπρεπῶς χαρίζεσθαι. ἀλλὰ γὰρ πολὺ πλείω τῶν ἱκανῶν καὶ τὰ νῦν ὑπὲρ τούτων εἰρημένα.

其实,我也完全能够谈谈费阿刻斯人及其仁善之举——如果有人认为他们对待奥德修斯并非不体面,亦非有愧于其财富的话——阐明他们究竟是怀着怎样的心思,又是为了何种缘由,才促使自己如此丰厚而慷慨地施与恩惠的。然而,如今就这些问题所说的,已经远远多于所需的了。

§7.91

δῆλόν γε μὴν ὡς ὁ πλοῦτος οὔτε πρὸς ξένους οὔτε ἄλλως μέγα τι συμβάλλεται τοῖς κεκτημένοις, ἀλλὰ τοὐναντίον γλίσχρους καὶ φειδωλοὺς ὡς τὸ πολὺ μᾶλλον τῆς πενίας ἀποτελεῖν πέφυκεν. οὐδὲ γάρ, εἴ τις αὖ τῶν πλουσίων, εἷς που τάχα ἐν μυρίοις, δαψιλὴς καὶ μεγαλόφρων τὸν τρόπον εὑρεθείη, τοῦτο ἱκανῶς δείκνυσι τὸ μὴ οὐχὶ τοὺς πολλοὺς χείρους περὶ ταῦτα γίγνεσθαι τῶν ἀπορωτέρων.1

不过显而易见的是,财富无论对于外邦客人还是在其他方面,都并未给其占有者带来任何重大的益处;相反,按照其本性,财富在绝大多数情况下比贫穷更能让人变得鄙吝小气。因为,哪怕在富人当中,万中之一偶有一人展现出大方且崇高的品性,这也决不能充分证明,大多数富人在这些事上并不比更为穷困的人更为拙劣。

§7.92

ἀνδρὶ δὲ πένητι μὴ φαύλῳ τὴν φύσιν ἀρκεῖ τὰ παρόντα καὶ τὸ σῶμα μετρίως ἀσθενήσαντι, τοιούτου ποτὲ νοσήματος ξυμβάντος οἷάπερ εἴωθε γίγνεσθαι τοῖς οὐκ ἀργοῖς ἑκάστοτε ἐμπιμπλαμένοις, ἀνακτήσασθαι, καὶ ξένοις ἐλθοῦσι δοῦναι2 προσφιλῆ ξένια, χωρὶς ὑποψίας παρʼ ἑκόντων διδόμενα ἀλύπως, οὐκ ἴσως ἀργυροῦς κρατῆρας ἢ ποικίλους πέπλους ἢ τέθριππον, τὰ Ἑλένης καὶ Μενέλεω Τηλεμάχῳ δῶρα. οὐδὲ γὰρ τοιούτους ὑποδέχοιντʼ ἄν, ὡς εἰκός, ξένους, σατράπας ἢ βασιλέας, εἰ μή γε πάνυ σώφρονας καὶ ἀγαθούς, οἷς οὐδὲν ἐνδεὲς μετὰ φιλίας γιγνόμενον. ἀκολάστους δὲ καὶ τυραννικοὺς οὔτʼ ἂν οἶμαι δύναιντο θεραπεύειν ἱκανῶς ξένους οὔτʼ ἂν ἴσως προσδέοιντο τοιαύτης ξενίας.

对于一个天性不恶的穷人来说,手头的所有已足够让他在身体微感抱恙时恢复康健——假如他偶尔染上那些不无所事事且不终日饱食之人常染的疾病;并且也足够让他向到来的客人赠送亲切的款待之礼,这些礼物乃是自愿给出,毫无猜忌,亦不令人心痛;尽管这大概不会是银质的调酒缸、刺绣的华服或四马战车,即海伦和墨涅拉俄斯赠给忒勒玛科斯的那些礼物。因为穷人照理绝不会接待总督或国王这类的客人,除非是极其克制而良善之人——对他们而言,只要伴有友谊,便毫无所缺。而放纵暴虐的客人,我想他们既无力充分侍奉,大概也不需要这般宾主之交。

§7.94

οὐδὲ γὰρ τῷ Μενέλεῳ δήπουθεν ἀπέβη πρὸς τὸ λῷον, ὅτι ἠδύνατο δέξασθαι τὸν πλουσιώτατον ἐκ τῆς Ἀσίας ξένον, ἄλλος δὲ οὐδεὶς ἱκανὸς ἦν ἐν τῇ Σπάρτῃ τὸν Πριάμου τοῦ βασιλέως υἱὸν ὑποδέξασθαι.

事实上,墨涅拉俄斯由于能够接待来自亚洲的最富有的客人,且斯巴达没有其他人有能力招待普里阿摩斯国王之子,这对他而言也绝未带来更好的结果。

§7.95

τοιγάρτοι ἐρημώσας αὐτοῦ τὴν οἰκίαν καὶ πρὸς τοῖς χρήμασι τὴν γυναῖκα προσλαβών, τὴν δὲ θυγατέρα ὀρφανὴν τῆς μητρὸς ἐάσας, ᾤχετο ἀποπλέων. καὶ μετὰ ταῦτα ὁ Μενέλαος χρόνον μὲν πολὺν ἐφθείρετο πανταχόσε τῆς Ἑλλάδος, ὀδυρόμενος τὰς αὑτοῦ συμφοράς, δεόμενος ἑκάστου τῶν βασιλέων ἐπαμῦναι. ἠναγκάσθη δὲ ἱκετεῦσαι καὶ τὸν ἀδελφόν, ὅπως ἐπιδῷ τὴν θυγατέρα σφαγησομένην ἐν Αὐλίδι.

因此,那位客人洗劫了他的门户,掠夺了财物并掳走了他的妻子,撇下失去母亲的幼女,扬帆远去。此后,墨涅拉俄斯在很长一段时间里奔波于希腊各地,受尽折磨,哀叹自己的不幸,乞求每一位国王施以援手。他甚至被迫哀求自己的兄长,献出〔兄长自己的〕女儿在奥利斯受宰献祭。

§7.96

δέκα δὲ ἔτη καθῆστο πολεμῶν ἐν Τροίᾳ, πάλιν ἐκεῖ κολακεύων τοὺς ἡγεμόνας τοῦ στρατοῦ καὶ αὐτὸς καὶ ὁ ἀδελφός· εἰ δὲ μή, ὠργίζοντο καὶ ἠπείλουν ἑκάστοτε ἀποπλεύσεσθαι· καὶ πολλοὺς πόνους καὶ κινδύνους ἀμηχάνους ὑπομένων, ὕστερον δὲ ἠλᾶτο καὶ οὐχ οἷός τʼ ἦν δίχα μυρίων κακῶν οἴκαδʼ ἀφικέσθαι.

他在特洛伊作战驻留了十年之久,在那里他与兄长又不得不向军队的首领们阿谀奉承;否则,他们动辄发怒并威胁要乘船撤离;他忍受了无数的辛劳和绝境般的危险,随后又四处漂泊,历经万般苦难才得以返抵家门。

§7.97

ἆρʼ οὖν οὐ σφόδρα ἄξιον ἄγασθαι τοῦ πλούτου κατὰ τὸν ποιητὴν καὶ τῷ ὄντι ζηλωτὸν ὑπολαβεῖν, ὅ φησιν αὐτοῦ μέγιστον εἶναι ἀγαθόν, τὸ δοῦναι ξένοις,3 καὶ ἐάν ποτέ τινες ἔλθωσι τρυφῶντες ἐπὶ τὴν οἰκίαν, μὴ ἀδύνατον γενέσθαι παρασχεῖν κατάλυσιν καὶ προθεῖναι ξένια, οἷς ἂν ἐκεῖνοι μάλιστα ἥδοιντο;

那么,按照诗人的说法,极力赞美财富,并将诗人所谓的财富的最大益处——即施与外邦客人,且若有沉湎于奢华之人来到家中,不至于无法提供住处并奉上能使他们最感惬意的款待之礼——视为真正令人羡慕的事,难道不是非常值得的吗?

§7.98

λέγομεν δὲ ταῦτα μεμνημένοι τῶν ποιητῶν, οὐκ ἄλλως ἀντιπαρεξάγοντες ἐκείνοις οὐδὲ τῆς δόξης ζηλοτυποῦντες, ἣν ἀπὸ τῶν ποιημάτων ἐκτήσαντο ἐπὶ σοφίᾳ· οὐ τούτων ἕνεκα, φιλοτιμούμενοι ἐξελέγχειν αὐτούς, ἀλλὰ παρʼ ἐκείνοις μάλιστα εὑρήσειν ἡγούμενοι τὴν τῶν πολλῶν διάνοιαν, περί τε πλούτου καὶ τῶν ἄλλων, ἃ θαυμάζουσι, καὶ τί μέγιστον οἴονταί σφισι γενέσθαι ἂν ἀφʼ ἑκάστου τῶν τοιούτων.

我们提及诗人来说这些话,并非徒然要与他们作对,亦非嫉妒他们凭借诗作在智慧方面赢得的声誉;绝非出于这些缘故,以求好胜去驳斥他们,而是因为我们认为,在诗人那里最能找到大众关于财富及他们所艳羡的其他事物的看法,以及大众认为从每一类此类事物中究竟能为自己带来何种最大的益处。

§7.99

δῆλον γὰρ ὅτι μὴ συμφωνοῦντος αὐτοῖς τοῦ ποιήματος μηδὲ τὴν αὐτὴν γνώμην ἔχοντος οὐκ ἂν οὕτω σφόδρα ἐφίλουν οὐδὲ ἐπῄνουν ὡς σοφούς τε καὶ ἀγαθοὺς καὶ τἀληθῆ λέγοντας.

因为显而易见的是,若诗作不能与大众产生共鸣,亦不具有相同的观念,他们就绝不会如此热烈地喜爱它,也不会称赞诗人们既明智又善良、道出了真理。

语法注3 条
  1. 7.91τὸ μὴ οὐχὶ τοὺς πολλοὺς χείρους περὶ ταῦτα γίγνεσθαι τῶν ἀπορωτέρων

    在主句出现的否定表达(οὐδὲ... ἱκανῶς δείκνυσι)之后,表示结果或实质内容的冠词不定式(τὸ... γίγνεσθαι)使用了双重否定词 μὴ οὐχί。这种结构表达强烈的肯定含义,意即“并不能充分证明多数人不会变得更糟(即多数人确实变得更糟)”。

  2. 7.92ἀνδρὶ δὲ πένητι μὴ φαύλῳ τὴν φύσιν ἀρκεῖ τὰ παρόντα καὶ τὸ σῶμα μετρίως ἀσθενήσαντι... ἀνακτήσασθαι, καὶ ξένοις ἐλθοῦσι δοῦναι

    全句骨干为动词 ἀρκεῖ,搭配主语 τὰ παρόντα(手头之物)、与格(ἀνδρὶ πένητι... ἀσθενήσαντι)以及两个不定式(ἀνακτήσασθαι 与 δοῦναι)。分词 ἀσθενήσαντι 与 ἀνδρί 性数格一致,作时间/条件从属修饰(“当身体微恙时”),两个不定式则具体说明手头所有的财物足以用来“恢复健康”和“赠送礼物”。

  3. 7.97ὅ φησιν αὐτοῦ μέγιστον εἶναι ἀγαθόν, τὸ δοῦναι ξένοις

    关系代词 ὅ 在从句中引出间接引语(φησίν ... αὐτοῦ μέγιστον εἶναι ἀγαθόν,“诗人所称的财富的最大益处”)。该关系代词所指的具体内容由后方作为同位语置入的冠词不定式短语 τὸ δοῦναι ξένοις(“施与外邦客人”)加以解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.89-7.99