- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.100-7.108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在阐明通过诗人考察大众关于财富与贫穷之观念的合理性后,讲者结束了关于乡村生活的讨论,转而探讨城市贫民如何能够维持生计并保有尊严。
ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθους,1 οὐδʼ ἀνερωτᾶν ἅπαντας ἐν μέρει, τί γὰρ σύ, ὦ ἄνθρωπε, δέδοικας τὴν πενίαν οὕτως πάνυ, τὸν δὲ πλοῦτον ὑπερτιμᾷς, τί δʼ αὖ σὺ ἐλπίζεις κερδανεῖν μέγιστον, ἂν τύχῃς πλουτήσας ἢ νὴ Δία ἔμπορος γενόμενος ἢ καὶ βασιλεύσας; (ἀμήχανον γὰρ δὴ τὸ τοιοῦτον καὶ οὐδαμῶς ἀνυστόν) οὕτως οὖν ἐπὶ τοὺς προφήτας αὐτῶν καὶ συνηγόρους, τοὺς ποιητάς, ἐξ ἀνάγκης ἴμεν, ὡς ἐκεῖ φανερὰς καὶ μέτροις κατακεκλειμένας εὑρήσοντες τὰς τῶν πολλῶν δόξας· καὶ δῆτα οὐ πάνυ μοι δοκοῦμεν ἀποτυγχάνειν.
既然不可能把大众中的每个人单独拉出来加以盘问,也不能依次向所有人质问:“老兄,你究竟为何如此惧怕贫困,却把财富看得过高?而你又指望通过偶然致富,或者凭宙斯起誓,通过经商,乃至通过成为国王,获得什么最大的收益呢?”(因为这样的做法实在是不可能的,也是根本行不通的),所以,我们必然只得求助于他们的代言人和辩护人——诗人们,因为我们指望在诗人那里找到被公之于众且束缚在格律中的大众意见;而事实上,在我看来我们并未完全落空。
τοῦτο δὲ σύνηθες δήπου καὶ τοῖς σοφωτέροις, ὃ νῦν ἡμεῖς ποιοῦμεν· ἐπεὶ καὶ αὐτοῖς τούτοις τοῖς ἔπεσιν ἀντείρηκε τῶν πάνυ φιλοσόφων τις, ὃν οὐδείς, ἐμοὶ δοκεῖν, φαίη ἄν ποτε φιλονικοῦντα τούτοις τε ἀντειρηκέναι καὶ τοῖς ὑπὸ Σοφοκλέους εἰς τὸν πλοῦτον εἰρημένοις, ἐκείνοις μὲν ἐπʼ ὀλίγον, τοῖς δὲ τοῦ Σοφοκλέους ἐπὶ πλέον, οὐ μήν, ὥσπερ νῦν ἡμεῖς, διὰ μακρῶν, ἅτε οὐ παραχρῆμα κατὰ πολλὴν ἐξουσίαν διεξιών, ἀλλʼ ἐν βίβλοις γράφων.
况且,我们如今所做的事,对那些更有智慧的人来说也必定是惯常之举。因为甚至对这同样的诗句,一位极有威望的哲学家也曾提出反驳;在我看来,绝不会有人说他是出于争强好胜之心,才反驳这些诗句以及索福克勒斯关于财富所作的诗句的——他对前者反驳得简明,而对索福克勒斯的诗句反驳得更为详尽;然而他并未像我们如今这样长篇大论,因为他并非随心所欲、即兴发挥,而是在著书中写就。
γεωργικοῦ μὲν δὴ πέρι καὶ κυνηγετικοῦ τε καὶ ποιμενικοῦ βίου τάδε πλείω διατριβὴν ἴσως παρασχόντα τοῦ μετρίου λελέχθω,2 προθυμουμένων ἡμῶν ἁμῃγέπῃ δεῖξαι πενίαν ὡς οὐκ ἄπορον χρῆμα βίου καὶ ζωῆς πρεπούσης ἀνδράσιν ἐλευθέροις αὐτουργεῖν ἐθέλουσιν, ἀλλʼ ἐπὶ κρείττω πολὺ καὶ συμφορώτερα ἔργα καὶ πράξεις ἄγον καὶ μᾶλλον κατὰ φύσιν ἢ ἐφʼ οἷα ὁ πλοῦτος εἴωθε τοὺς πολλοὺς προτρέπειν.
关于农夫、猎人和牧人的生活,尽管所花的时间或许超过了适度之量,但且就说到这里吧,因为我们力求以某种方式表明,贫困绝非缺乏适合于愿意自食其力的自由人的生计与生活手段,反而能够引导人们从事比财富通常驱使大众所作之事远为优越、更为有益、且更符合本性的劳作与行动。
εἶεν δή, περὶ τῶν ἐν ἄστει καὶ κατὰ πόλιν πενήτων σκεπτέον ἂν εἴη τοῦ βίου καὶ τῶν ἐργασιῶν, πῶς ἂν μάλιστα διάγοντες καὶ ποῖʼ ἄττα μεταχειριζόμενοι δυνήσονται μὴ κακῶς ζῆν μηδὲ φαυλότερον τῶν δανειζόντων ἐπὶ τόκοις συχνοῖς, εὖ μάλʼ ἐπισταμένων τὸν ἡμερῶν τε καὶ μηνῶν ἀριθμόν, καὶ τῶν συνοικίας τε μεγάλας καὶ ναῦς κεκτημένων καὶ ἀνδράποδα πολλά·
好了,接下来应当考虑的是城里和市街上的穷人,关于他们的生活和营生:他们究应以何种最佳的方式度日,操持何种生计,才能够免于悲惨地生活,且不比那些以重利放贷、精通计算日数与月份的人,以及那些坐拥大栋住宅、船舶和众多奴隶的人过得更为卑下?
μήποτε σπάνια ᾖ3 τὰ ἐν ταῖς πόλεσιν ἔργα τοῖς τοιούτοις, ἀφορμῆς τε ἔξωθεν προσδεόμενα, ὅταν οἰκεῖν τε μισθοῦ δέῃ καὶ τἄλλʼ ἔχειν ὠνουμένους, οὐ μόνον ἱμάτια καὶ σκεύη καὶ σῖτον, ἀλλὰ καὶ ξύλα, τῆς γε καθʼ ἡμέραν χρείας ἕνεκα τοῦ πυρός, κἂν φρυγάνων δέῃ ποτὲ ἢ φύλλων ἢ ἄλλου ὁτουοῦν τῶν πάνυ φαύλων, δίχα δὲ ὕδατος τὰ ἄλλα σύμπαντα ἀναγκάζωνται λαμβάνειν, τιμὴν κατατιθέντες, ἅτε πάντων κατακλειομένων καὶ μηδενὸς ἐν μέσῳ φαινομένου πλήν γε οἶμαι τῶν ἐπὶ πράσει πολλῶν καὶ τιμίων. τάχα γὰρ φανεῖται χαλεπὸν τοιούτῳ βίῳ διαρκεῖν μηδὲν ἄλλο κτῆμα ἔξω τοῦ σώματος κεκτημένους, ἄλλως τε ὅταν μὴ τὸ τυχὸν ἔργον μηδὲ πάνθʼ ὁμοίως συμβουλεύωμεν αὐτοῖς, ὅθεν ἔστι κερδᾶναι·
城里的劳作对这类人来说恐怕是匮乏的,且需要外部的本钱;因为一旦人们必须支付租金来居住,且必须通过购买才能获得其他一切——不仅是衣服、器皿和粮食,甚至包括为了满足每日用火之需的木柴,哪怕有时需要的是枯枝、落叶或任何其他极其微不足道的东西;而且除了水之外,他们被迫必须通过支付金钱来获取所有其他一切,因为所有的东西都被封闭起来,除了那些陈列出售的众多昂贵商品之外,我想没有任何东西露天摆放在那里供人取用。因为对于除自身之外毫无其他财产的人来说,要维持这种生活或许显得十分艰难,尤其是当我们并不建议他们随便从事任何行当,也不建议他们一概从事所有能够获利的事情时。
ὥστε ἴσως ἀναγκασθησόμεθα ἐκβαλεῖν ἐκ τῶν πόλεων τῷ λόγῳ4 τοὺς κομψοὺς πένητας, ἵνα παρέχωμεν τῷ ὄντι καθʼ Ὅμηρον τὰς πόλεις εὖ ναιεταώσας, ὑπὸ μόνων τῶν μακαρίων οἰκουμένας, ἐντὸς δὲ τείχους οὐδένα ἐάσομεν, ὡς ἔοικεν, ἐλεύθερον ἐργάτην. ἀλλὰ τοὺς τοιούτους ἅπαντας τί δράσομεν; ἢ διασπείραντες ἐν τῇ χώρᾳ κατοικιοῦμεν, καθάπερ Ἀθηναίους φασὶ νέμεσθαι καθʼ ὅλην τὴν Ἀττικὴν τὸ παλαιόν, καὶ πάλιν ὕστερον τυραννήσαντος Πεισιστράτου;
以至于在理论上,我们或许将不得不把那些体面的穷人驱逐出城市,以便我们真正如荷马所言,让城市显得“适于居住”,仅仅由那些有福的富人居住,而在城墙之内,看来我们将不留下一名自由人劳动者。然而,对所有这些人我们又该如何处置?难道我们要将他们分散安置在乡间,正如人们所说古时的雅典人遍布于整个阿提卡居住,以及后来在庇西特拉图实行僭主统治时那样?
οὔκουν οὐδὲ ἐκείνοις ἀξύμφορος ἡ τοιαύτη δίαιτα ἐγένετο, οὐδὲ ἀγεννεῖς ἤνεγκε φύσεις πολιτῶν, ἀλλὰ τῷ παντὶ βελτίους καὶ σωφρονεστέρους τῶν ἐν ἄστει τρεφομένων ὕστερον ἐκκλησιαστῶν καὶ δικαστῶν καὶ γραμματέων, ἀργῶν ἅμα καὶ βαναύσων. οὔκουν ὁ κίνδυνος μέγας οὐδὲ χαλεπός, εἰ πάντες οὗτοι καὶ πάντα τρόπον ἄγροικοι ἔσονται· οἶμαι δʼ ὅμως αὐτοὺς οὐκ ἀπορήσειν οὐδὲ ἐν ἄστει τροφῆς.
然而,这种生活方式对他们而言也并非无益,亦未塑造出品质卑劣的公民,反而使他们彻底比后来在城中被抚养长大的民众大会成员、审判官和书记官们更为优越、更为克制,而后一批人既懒散又粗俗。因此,即便所有这些人彻底成为乡民,危险也绝非巨大或难以克服;但我依然认为,即便在城里,他们也不会缺乏维持生计之资。
- 7.100ἐπεὶ οὖν οὐκ ἔστιν ἕκαστον ἀπολαμβάνοντα ἐλέγχειν τοῦ πλήθους
宾格分词 ἀπολαμβάνοντα 与跟在无人称结构 οὐκ ἔστιν 之后的不定词 ἐλέγχειν 的逻辑主语(泛指人称)保持一致。τοῦ πλήθους 既可作分离属格依附于动词 ἀπολαμβάνω(“从大众中单独拉出”),亦可作部分属格修饰 ἕκαστον(“大众中的每个人”)。
- 7.103τάδε πλείω διατριβὴν ἴσως παρασχόντα τοῦ μετρίου λελέχθω
对于中性复数主语 τάδε,动词 λελέχθω 采用第三人称单数完成时被动命令语气(遵循中性复数主语搭配单数动词的规则)。完成时命令语气是一种惯用句式,用于表示对某一话题的收束和终结:“且就说到这里吧 / 就让这些被视作已论述完毕”。
- 7.105μήποτε σπάνια ᾖ
μήποτε 加上虚拟语气(ᾖ)构成独立句,用以表达委婉的推测、怀疑或忧虑(“恐怕……是”,“或许……”)。承接前文的 σκεπτέον ἂν εἴη(“应当考虑”),它引出了城市贫民面临的困窘处境这一议题。
- 7.107ἐκβαλεῖν ἐκ τῶν πόλεων τῷ λόγῳ
与格 τῷ λόγῳ 用作副词性表达,意为“在论辩中”、“在理论上”或“按逻辑推演”,表明这种放逐并非现实中的举动,而是思想实验及论证推导的必然结果。
