← 金嘴狄翁

演说集

§7.80-7.88

穷人的自然美德与富人的虚饰婚姻

叙述者对比质朴的婚礼反思了富人婚姻的丑态,说明自己讲述这段经历的意图在于展示穷人依从自然的崇高生活。随后他援引荷马史诗中的情节,论证真正的慷慨属于穷人而非富人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.80

κἀγὼ προσέμεινα οὐκ ἀηδῶς, ἐνθυμούμενος ἅμα τῶν πλουσίων ὁποῖά ἐστι τά τε ἄλλα καὶ τὰ περὶ τοὺς γάμους, προμνηστριῶν τε πέρι καὶ ἐξετάσεων οὐσιῶν τε καὶ γένους, προικῶν τε καὶ ἕδνων καὶ ὑποσχέσεων καὶ ἀπατῶν, ὁμολογιῶν τε καὶ συγγραφῶν, καὶ τελευταῖον πολλάκις ἐν αὐτοῖς τοῖς γάμοις λοιδοριῶν καὶ ἀπεχθειῶν.

我也欣然答应留了下来,同时思量着富人们在其他方面以及在婚礼诸事上的做派:媒人的穿梭、对财产与门第的审查、嫁妆与聘礼、承诺与欺瞒、协议与契约,乃至最终往往在婚礼本身当中爆发的谩骂与仇隙。

§7.81

ἅπαντα δὴ τοῦτον τὸν λόγον διῆλθον οὐκ ἄλλως οὐδʼ ὡς τάχʼ ἂν δόξαιμί τισιν, ἀδολεσχεῖν βουλόμενος, ἀλλʼ οὗπερ ἐξ ἀρχῆς ὑπεθέμην βίου καὶ τῆς τῶν πενήτων διαγωγῆς παράδειγμα ἐκτιθείς,1 ὃ αὐτὸς ἠπιστάμην, τῷ βουλομένῳ θεάσασθαι λόγων τε καὶ ἔργων καὶ κοινωνιῶν τῶν πρὸς ἀλλήλους, εἴ τι τῶν πλουσίων ἐλαττοῦνται διὰ τὴν πενίαν πρὸς τὸ ζῆν εὐσχημόνως καὶ κατὰ φύσιν ἢ τῷ παντὶ πλέον ἔχουσιν.

我之所以将这整个故事巨细靡遗地讲出来,绝非漫无目的,亦非如某些人可能认为的那样出于饶舌之念,而是为了将我最初作为主旨所设定的穷人生活及其度日方式的一个范例——一个我自己亲身见证的范例——展示给那些愿意观察其言辞、行为和彼此交往的人,好让他们明了穷人在体面且依从自然地生活方面,是否因贫困而有任何逊于富人之处,抑或他们在一切方面都大占优势。

§7.82

καὶ δῆτα καὶ τὸ τοῦ Εὐριπίδου σκοπῶν, εἰ κατʼ ἀλήθειαν ἀπόρως αὐτοῖς ἔχει τὰ πρὸς τοὺς ξένους, ὡς μήτε ὑποδέξασθαί ποτε δύνασθαι μήτε ἐπαρκέσαι δεομένῳ τινί, οὐδαμῇ πω τοιοῦτον εὑρίσκω τὸ τῆς ξενίας, ἀλλὰ καὶ πῦρ ἐναύοντας προθυμότερον τῶν πλουσίων καὶ ὁδῶν ἀπροφασίστους ἡγεμόνας· ἐπεί τοι τὰ τοιαῦτα καὶ αἰσχύνοιντο ἄν· πολλάκις δὲ καὶ μεταδιδόντας ὧν ἔχουσιν ἑτοιμότερον· οὐ γὰρ δὴ ναυαγῷ τις δώσει ἐκείνων οὔτε τὸ τῆς γυναικὸς ἁλουργὲς ἢ τὸ τῆς θυγατρὸς οὔτε πολὺ ἧττον τούτου φόρημα, τῶν χλαινῶν τινα ἢ χιτώνων, μυρία ἔχοντες, ἀλλʼ οὐδὲ τῶν οἰκετῶν οὐδενὸς ἱμάτιον.

事实上,考察欧里庇得斯的说法——即穷人在对待外邦客人方面当真穷乏得既不能接待,也不能救助任何求助者——我却发现他们的款待之道绝非如此。相反,他们比富人更热忱地生火,毫不推诿地为旅人领路;而富人们对此类琐事甚至会感到羞耻;并且穷人常常更甘愿与人分享其所有。因为富人绝不会把妻子或女儿的紫袍给一个遭遇海难的人,甚至连远逊于此的衣物、他们拥有的数以万计的长袍或短袍中的任何一件,哪怕是他们任何一个仆役的罩衫,都不会给予。

§7.83

δηλοῖ δὲ καὶ τοῦτο Ὅμηρος· τὸν μὲν γὰρ Εὔμαιον πεποίηκε δοῦλον καὶ πένητα ὅμως τὸν Ὀδυσσέα καλῶς ὑποδεχόμενον καὶ τροφῇ καὶ κοίτῃ· τοὺς δὲ μνηστῆρας ὑπὸ πλούτου καὶ ὕβρεως οὐ πάνυ ῥᾳδίως αὐτῷ μεταδιδόντας οὐδὲ τῶν ἀλλοτρίων, ὥς που καὶ αὐτὸς πεποίηται λέγων πρὸς τὸν Ἀντίνουν, ὀνειδίζων τὴν ἀνελευθερίαν, "οὐ σύγʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔτι μοι ἔτλης σίτου ἀπάρξασθαι, πολλῶν κατὰ οἶκον ἐόντων. "

荷马也清楚地揭示了这一点。因为他把欧迈俄斯描绘成一个虽为奴隶且贫穷,却仍以丰盛的饮食与床榻善待奥德修斯的人;而那些求婚者由于财富和傲慢,甚至不愿轻易将属于他人的东西分给他,正如荷马在诗中描写奥德修斯自己对安提诺俄斯讲话并谴责其吝啬时所说: “若是从你自己家中,你连一粒盐也不会给你的乞食者;如今你坐享他人的资财,尽管这屋里堆积如山,你却不肯分给我一小块面包。”

§7.84

καὶ τούτους μὲν ἔστω διὰ τὴν ἄλλην πονηρίαν εἶναι τοιούτους· ἀλλʼ οὐδὲ τὴν Πηνελόπην, καίτοι χρηστὴν οὖσαν καὶ σφόδρα ἡδέως διαλεγομένην πρὸς αὐτὸν καὶ περὶ τοῦ ἀνδρὸς πεπυσμένην, οὐδὲ ταύτην φησὶν ἱμάτιον αὐτῷ δοῦναι γυμνῷ παρακαθημένῳ, ἀλλʼ ἢ μόνον ἐπαγγέλλεσθαι,2 ἂν ἄρα φανῇ ἀληθεύων περὶ τοῦ Ὀδυσσέως, ὅτι ἐκείνου τοῦ μηνὸς ἥξοι, καὶ ὕστερον, ἐπειδὴ τὸ τόξον ᾔτει, τῶν μνηστήρων, οὐ δυναμένων ἐντεῖναι, χαλεπαινόντων ἐκείνῳ, ὅτι ἠξίου πρὸς αὐτοὺς ἁμιλλᾶσθαι περὶ ἀρετῆς, ἀξιοῖ δοθῆναι αὐτῷ· οὐ γὰρ δὴ περὶ τοῦ γάμου γε εἶναι κἀκείνῳ τὸν λόγον, ἀλλʼ ἐὰν τύχῃ ἐπιτείνας καὶ διαβαλὼν διὰ τῶν πελέκεων, ἐπαγγέλλεται αὐτῷ δώσειν χιτῶνα καὶ ἱμάτιον καὶ ὑποδήματα· ὡς δέον αὐτὸν τὸ Εὐρύτου τόξον ἐντεῖναι3 καὶ τοσούτοις νεανίσκοις ἐχθρὸν γενέσθαι, τυχὸν δὲ καὶ ἀπολέσθαι παραχρῆμα ὑπʼ αὐτῶν, εἰ μέλλει τυγχάνειν ἐξωμίδος καὶ ὑποδημάτων, ἢ τὸν Ὀδυσσέα, εἴκοσιν ἐτῶν οὐδαμοῦ πεφηνότα, ἥκοντα ἀποδεῖξαι, καὶ ταῦτα ἐν ἡμέραις ῥηταῖς· εἰ δὲ μή, ἐν τοῖς αὐτοῖς ἀπιέναι ῥάκεσι παρὰ τῆς σώφρονος καὶ ἀγαθῆς Ἰκαρίου θυγατρὸς βασιλίδος.

就算这些人是因为其他恶行才如此卑劣吧;然而诗人甚至并未记载,那位为人贤淑、极其欣然与他交谈并打探其丈夫下落的珀涅罗珀,曾给身披破衣坐在她身旁的奥德修斯一件罩衫,而仅仅是许诺,假如他关于奥德修斯所说的是真话——即他将在本月之内返回——她才给他衣服。随后,当他请求试弓,而那些无法拉开弓的求婚者因他竟敢与他们比试武艺而对他发怒时,她要求把弓交给他,声明他绝无求婚之意,并许诺说,如果他恰好能拉紧弓弦并穿过斧孔,她就赏给他一件短袍、一件罩衫和一双凉鞋;这就仿佛是说,他若想得到一件短袍和鞋子,就必须拉开欧律托斯的强弓,并招致如此众多青年的仇恨,甚至可能当场死于他们手中;抑或他必须在指定的日子里,证实二十年来杳无音讯的奥德修斯已经归来;否则,他就只能穿着同样的破烂衣衫,离开这位谨慎善良的伊卡里俄斯之女、一国之后。

§7.87

σχεδὸν δὲ καὶ ὁ Τηλέμαχος τοιαῦτα ἕτερα πρὸς τὸν συβώτην λέγει περὶ αὐτοῦ, κελεύων αὐτὸν εἰς τὴν πόλιν πέμπειν τὴν ταχίστην πτωχεύσοντα ἐκεῖ, καὶ μὴ πλείους ἡμέρας τρέφειν ἐν τῷ σταθμῷ· καὶ γὰρ εἰ ξυνέκειτο αὐτοῖς ταῦτα, ἀλλʼ ὅ γε συβώτης οὐ θαυμάζει τὸ πρᾶγμα καὶ τὴν ἀπανθρωπίαν, ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν4 τὰ περὶ τοὺς ξένους τοὺς πένητας, μόνους δὲ τοὺς πλουσίους ὑποδέχεσθαι φιλοφρόνως ξενίοις καὶ δώροις, παρʼ ὧν δῆλον ὅτι καὶ αὐτοὶ προσεδόκων τῶν ἴσων ἂν τυχεῖν, ὁποῖα σχεδὸν καὶ τὰ τῶν νῦν ἐστι φιλανθρωπίας τε πέρι καὶ προαιρέσεως.

忒勒玛科斯对猪倌谈起他时也几乎说了类似的话,命他尽快把奥德修斯打发到城里去乞讨,切勿在圈栏里多养他几日。因为纵使这些话是他们之间商定好的计策,但猪倌对这件事情及其冷酷却丝毫不感到诧异,这说明,如此严苛而吝啬地对待贫困的外邦人,却只对富人以款待和礼物殷勤相迎——显然是因为他们指望从富人那里获得对等的回报——乃是习以为常之事,而这与如今人们在博爱和存心方面的做法几乎毫无二致。

语法注4 条
  1. 7.81οὗπερ ἐξ ἀρχῆς ὑπεθέμην βίου καὶ τῆς τῶν πενήτων διαγωγῆς παράδειγμα ἐκτιθείς

    关系代词 οὗπερ 属于先行词 βίου 被吸收入关系从句内部的名词吸引(attraction)结构。其基础句法骨架为 παράδειγμα ἐκτιθεὶς τούτου τοῦ βίου, ὃν ἐξ ἀρχῆς ὑπεθέμην(“展示我从一开始所设立的主题的那种生活的范例”),与并列成分 καὶ τῆς τῶν πενήτων διαγωγῆς 一同作 παράδειγμα 的补足限定语。

  2. 7.84ἀλλʼ ἢ μόνον ἐπαγγέλλεσθαι

    短语 ἀλλʼ ἤ 跟随在否定表达(此处为 οὐδέ... φησίν)之后,构成“除……之外不……”或“仅仅……”的惯用句型。此处支配不定式 ἐπαγγέλλεσθαι,明确突出了珀涅罗珀并未实际赠衣,而仅仅是许诺给予的对比。

  3. 7.86ὡς δέον αὐτὸν τὸ Εὐρύτου τόξον ἐντεῖναι

    此处为 ὡς 与非人称动词 δεῖ 的中性单数宾格分词 δέον 相结合构成的独立宾格结构(accusative absolute)。它表示说话者主观认定的假定理由,引导出叙述者讽刺性的评价:“就仿佛他应当拉开欧律托斯的强弓一般”。

  4. 7.88ὡς ἔθους δὴ ὄντος οὕτως ἀκριβῶς καὶ ἀνελευθέρως πράττειν

    由 ὡς 引导的独立属格结构(ἔθους... ὄντος),体现了叙述者对当时社会上公认的冷酷成规的主观与批判性描绘。小词 δὴ 则带有讽刺意味地强调了这种所谓“理所当然的习俗”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.80-7.88