- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.71-7.79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
两家确认婚礼筹备细节并展示青年暗中饲养的祭牲家猪,经双方母亲首肯,最终定于后天举行婚礼,并邀请叙述者留步观礼。
δεῖ δὲ καὶ τὸν ἀέρα εἶναι καθαρόν, αἰθρίαν λαμπράν. κἀγώ, Τί δέ; τῷ ὄντι κυνηγέτης ἀγαθός ἐστιν; ἔφην. ἔγωγε, εἶπεν ὁ νεανίσκος, καὶ ἔλαφον καταπονῶ καὶ σῦν ὑφίσταμαι. ὄψει δὲ αὔριον, ἂν θέλῃς, ὦ ξένε. καὶ τὸν λαγὼν τοῦτον σύ, ἔφην, ἔλαβες; ἐγώ, ἔφη γελάσας, τῷ λιναρίῳ τῆς νυκτός· ἦν γὰρ αἰθρία πάνυ καλὴ καὶ ἡ σελήνη τηλικαύτη τὸ μέγεθος ἡλίκη οὐδεπώποτε ἐγένετο.
“而且天气也必须晴朗,万里无云。”我说:“怎么?他当真是个好猎手吗?”青年说:“千真万确,我能把鹿追垮,也敢迎战野猪。客人,若您愿意,明天就能见识到。”我说:“这只野兔也是你捉到的吗?”他笑着说:“是我夜里用小网捕到的;因为那时天气晴朗极了,月亮也大得前所未见。”
ἐνταῦθα μέντοι ἐγέλασαν ἀμφότεροι, οὐ μόνον ὁ τῆς κόρης πατήρ, ἀλλὰ καὶ ὁ ἐκείνου. ὁ δὲ ᾐσχύνθη καὶ ἐσιώπησε. λέγει οὖν ὁ τῆς κόρης πατήρ, Ἐγὼ μέν, ἔφη, ὦ παῖ, οὐδὲν ὑπερβάλλομαι. ὁ δὲ πατήρ σου περιμένει, ἔστʼ ἂν ἱερεῖον πρίηται πορευθείς. δεῖ γὰρ θῦσαι τοῖς θεοῖς. εἶπεν οὖν ὁ νεώτερος ἀδελφὸς τῆς κόρης, Ἀλλὰ ἱερεῖόν γε πάλαι οὗτος παρεσκεύακε, καὶ ἔστιν ἔνδον τρεφόμενον ὄπισθεν τῆς σκηνῆς γενναῖον.
这时两位父亲都笑了,不仅是姑娘的父亲,青年的父亲也是如此。青年羞赧地沉默了。于是姑娘的父亲说道:“孩子,我可没有推延什么。是你的父亲在等待,等他去买来祭牲;因为我们必须向神明献祭。”这时姑娘的弟弟说:“可是祭牲他早就备好了,屋后就养着一头极壮实的呢。”
ἠρώτων οὖν αὐτόν, Ἀληθῶς; ὁ δὲ ἔφη. καὶ πόθεν σοι; ἔφασαν. ὅτε τὴν ὗν ἐλάβομεν τὴν τὰ τέκνα ἔχουσαν, τὰ μὲν ἄλλα διέδρα· καὶ ἦν, ἔφη, ταχύτερα τοῦ λαγώ· ἑνὸς δὲ ἐγὼ λίθῳ ἔτυχον καὶ ἁλόντι τὸ δέρμα ἐπέβαλον· τοῦτο ἠλλαξάμην ἐν τῇ κώμῃ, καὶ ἔλαβον ἀντʼ αὐτοῦ χοῖρον, καὶ ἔθρεψα ποιήσας ὄπισθεν συφεόν.
于是众人问他:“当真?”他便承认了。“你从哪儿弄来的?”他们问。青年说:“我们捕获那头带崽的野母猪时,其他小猪都跑掉了——跑得比野兔还快;但我用石头击中了其中一只,趁它被捉住就用兽皮裹住它。我在村子里把这只小猪换掉,换来了一头家猪仔,在屋后造了猪圈把它养大。”
ταῦτα, εἶπεν, ἄρα1 ἡ μήτηρ σοῦ ἐγέλα, ὁπότε θαυμάζοιμι ἀκούων γρυλιζούσης τῆς συός, καὶ τὰς κριθὰς οὕτως ἀνήλισκες. αἱ γὰρ εὐβοΐδες, εἶπεν, οὐχ ἱκαναὶ ἦσαν πιᾶναι, ἣ μηδὲ βαλάνους ἤθελεν ἐσθίειν. ἀλλὰ εἰ βούλεσθε ἰδεῖν αὐτήν, ἄξω πορευθείς. οἱ δὲ ἐκέλευον. ἀπῄεσαν οὖν ἐκεῖνός τε καὶ οἱ παῖδες αὐτόθεν δρόμῳ χαίροντες.
父亲便说:“原来这就是你母亲发笑的缘故,每次我听到猪哼哼声感到奇怪时她便笑,原来你也是为此耗费了大麦!”青年说:“因为栗子不足以把它喂肥,它甚至连橡子也不肯吃。但如果你们想看看它,我就去把它牵来。”他们便叫他去。于是他和少年们满心欢喜,立刻一路小跑着去了。
ἐν δὲ τούτῳ ἡ παρθένος ἀναστᾶσα ἐξ ἑτέρας σκηνῆς ἐκόμισεν οὖα τετμημένα καὶ μέσπιλα καὶ μῆλα χειμερινὰ καὶ τῆς γενναίας σταφυλῆς βότρυς σφριγῶντας, καὶ ἔθηκεν ἐπὶ τὴν τράπεζαν, καταψήσασα φύλλοις ἀπὸ τῶν κρεῶν, ὑποβαλοῦσα καθαρὰν πτερίδα. ἧκον δὲ καὶ οἱ παῖδες τὴν ὗν ἄγοντες μετὰ γέλωτος καὶ παιδιᾶς.
与此同时,少女站起身来,从另一间茅屋里端来了切好的花楸果、欧楂、冬苹果以及一串串饱满的上等葡萄,用树叶擦净了桌上的肉屑,铺上干净的蕨叶,摆在桌上。少年们也说笑着嬉闹着,把那头猪牵了来。
συνηκολούθει δὲ ἡ μήτηρ τοῦ νεανίσκου καὶ ἀδελφοὶ δύο παιδάρια· ἔφερον δὲ ἄρτους τε καθαροὺς καὶ ᾠὰ ἑφθὰ ἐν ξυλίνοις πίναξι καὶ ἐρεβίνθους φρυκτούς. ἀσπασαμένη δὲ τὸν ἀδελφὸν ἡ γυνὴ καὶ τὴν ἀδελφιδῆν ἐκαθέζετο παρὰ τὸν αὑτῆς ἄνδρα, καὶ εἶπεν, ἰδοῦ τὸ ἱερεῖον, ὃ οὗτος πάλαι ἔτρεφεν εἰς τοὺς γάμους, καὶ τἄλλα τὰ παρʼ ἡμῶν ἕτοιμά ἐστι, καὶ ἄλφιτα καὶ ἄλευρα πεποίηται· μόνον ἴσως οἰναρίου προσδεησόμεθα· καὶ τοῦτο οὐ χαλεπὸν ἐκ τῆς κώμης λαβεῖν.
青年的母亲和两个年幼的弟弟也一同随来;他们带来了洁白的面包、盛在木盘里的水煮蛋和炒鹰嘴豆。妇人向自己的兄弟和侄女致意后,便坐在自己丈夫身旁,说道:“看哪,这就是这孩子为婚礼早已饲养妥当的祭牲,我们这边的其余诸事也已齐备,大麦面和小麦粉都已磨好;也许我们只需再添点少许葡萄酒,而从村里弄到这也并非难事。”
παρειστήκει δὲ αὐτῇ πλησίον ὁ υἱὸς πρὸς τὸν κηδεστὴν ἀποβλέπων. καὶ ὃς μειδιάσας εἶπεν, Οὗτος, ἔφη, ἐστὶν ὁ ἐπέχων· ἴσως γὰρ ἔτι βούλεται πιᾶναι τὴν ὗν. καὶ τὸ μειράκιον, Αὕτη μέν, εἶπεν, ὑπὸ τοῦ λίπους διαρραγήσεται.
她的儿子站在她身旁,望着未来的岳父。岳父微笑着说:“正是他一直在拖延呢;也许他还想把猪再养肥些。”青年说:“这头猪都快要肥得胀破了。”
κἀγὼ βουλόμενος αὐτῷ βοηθῆσαι, ὅρα, ἔφην, μὴ ἕως πιαίνεται ἡ ὗς οὗτος ὑμῖν λεπτὸς γένηται. ἡ δὲ μήτηρ, Ἀληθῶς, εἶπεν, ὁ ξένος λέγει, ἐπεὶ καὶ νῦν λεπτότερος αὑτοῦ2 γέγονε· καὶ πρῴην ᾐσθόμην τῆς νυκτὸς αὐτὸν ἐγρηγορότα καὶ προελθόντα ἔξω τῆς σκηνῆς.
我想要帮他一把,便说:“当心在猪养肥的同时,你们这位年轻人反倒日渐消瘦了。”母亲说道:“这位客人说得千真万确,因为如今他已经比往常清瘦了;前些天夜里我甚至发觉他醒着,走出茅屋去了。”
οἱ κύνες, ἔφη, ὑλάκτουν, καὶ ἐξῆλθον ὀψόμενος. οὐ σύ γε, εἶπεν, ἀλλὰ περιεπάτεις ἀλύων. μὴ οὖν πλείω χρόνον ἐῶμεν ἀνιᾶσθαι αὐτόν. καὶ περιβαλοῦσα ἐφίλησε τὴν μητέρα τῆς κόρης. ἡ δὲ πρὸς τὸν ἄνδρα τὸν ἑαυτῆς, Ποιῶμεν, εἶπεν, ὡς θέλουσι. καὶ ἔδοξε ταῦτα, καὶ εἶπον, Εἰς τρίτην3 ποιῶμεν τοὺς γάμους. παρεκάλουν δὲ κἀμὲ προσμεῖναι τὴν ἡμέραν.
青年说:“狗当时在叫,我才出去看个究竟。”母亲说:“才不是呢,分明是你心神不宁地来回踱步。所以,咱们别再让他受煎熬了。”说着她搂住姑娘的母亲亲吻了她。姑娘的母亲对自己的丈夫说:“就照他们希望的办吧。”事情就这样定下了,他们说:“我们在后天操办婚礼吧。”他们也邀请我留到那一天。
- 7.74ταῦτα, εἶπεν, ἄρα
ταῦτα 作表示原因的副词性宾格(内宾格,相当于 διὰ ταῦτα,“正因如此”),回指前文儿子刚刚述说之事(在屋后养猪),ἄρα 则表示恍然大悟(“原来正因如此……”)。
- 7.78λεπτότερος αὑτοῦ
比较级形容词(λεπτότερος)与反身代词属格(αὑτοῦ)搭配,构成比较属格的固定句式。该用法将主体与平常或过去的自身作比,意为“比平日消瘦”或“比以往消瘦”。
- 7.79Εἰς τρίτην
省略了名词 ἡμέραν 的介词短语。根据古希腊将当日算作第一日、次日算作第二日、第三日即为后日的包容性计数法,习惯上表示“在第三天”,即“后天”。
