← 金嘴狄翁

演说集

§7.8-7.16

猎人的身世与山中自给生活的起源

猎人在引述叙述者前往住所的路上讲述了自己的身世,说明他们的父辈曾受雇于一位富豪放牧,但在主人被处决且财产被没收后被迫滞留山中,遂在峡谷中过起自给耕作与打猎的生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8

δοκεῖς δέ μοι τῶν ἀστικῶν εἶναί τις, οὐ ναύτης οὐδʼ ἐργάτης, ἀλλὰ πολλήν τινα ἀσθένειαν τοῦ σώματος ἀσθενεῖν1 ἔοικας ἀπὸ τῆς ἰσχνότητος. ἐγὼ δὲ ἄσμενος ἠκολούθουν· οὐ γὰρ ἐπιβουλευθῆναί ποτε ἔδεισα, οὐδὲν ἔχων ἢ φαῦλον ἱμάτιον.

“在我看来,你像是城里人,既非水手,亦非劳工,从你的消瘦来看,你似乎身体极度虚弱。”于是我欣然跟随他前行;因为除了一件简陋的外衣外我身无长物,从来不曾害怕遭到暗算。

§7.9

καὶ πολλάκις μὲν δὴ καὶ ἄλλοτε ἐπειράθην ἐν τοῖς τοιούτοις καιροῖς, ἅτε ἐν ἄλῃ συνεχεῖ, ἀτὰρ οὖν δὴ καὶ τότε ὡς ἔστι πενία χρῆμα2 τῷ ὄντι ἱερὸν καὶ ἄσυλον, καὶ οὐδεὶς ἀδικεῖ, πολύ γε ἧττον ἢ τοὺς τὰ κηρύκεια ἔχοντας· ὡς δὴ καὶ τότε θαρρῶν εἱπόμην. ἦν δὲ σχεδόν τι περὶ τετταράκοντα στάδια πρὸς τὸ χωρίον. ὡς οὖν ἐβαδίζομεν, διηγεῖτό μοι κατὰ τὴν ὁδὸν τὰ αὑτοῦ πράγματα καὶ τὸν βίον ὃν ἔζη μετὰ γυναικὸς αὐτοῦ καὶ παίδων. ἡμεῖς γάρ, ἔφη, δύο ἐσμέν, ὦ ξένε, τὸν αὐτὸν οἰκοῦντες τόπον. ἔχομεν δὲ γυναῖκας ἀλλήλων ἀδελφὰς καὶ παῖδας ἐξ αὐτῶν υἱοὺς καὶ θυγατέρας.

由于我处于持续的流浪之中,在类似的情境下我曾多次经历,但即便在那时我也同样深切体会到,贫穷在实质上乃是某种神圣而不可侵犯之物,没有人会去伤害它,比起手持使者权杖的人来要安全得多;因此,那时我也毫无惧色地跟随着他。到他的住处大约有四十斯塔迪昂左右的路程。于是,当我们走着的时候,他在沿途向我讲述了自己的身世,以及他与妻子儿女所过的那种生活。“因为,客人啊,”他说,“我们是两个人,住在同一个地方。我们娶了彼此的姐妹为妻,并与她们生有儿女。

§7.11

ζῶμεν δὲ ἀπὸ θήρας ὡς τὸ πολύ, μικρόν τι τῆς γῆς ἐπεργαζόμενοι. τὸ γὰρ χωρίον οὐκ ἔστιν ἡμέτερον, οὔτε πατρῷον οὔτε ἡμεῖς ἐκτησάμεθα, ἀλλὰ ἦσαν οἱ πατέρες ἡμῶν ἐλεύθεροι μέν, πένητες δὲ οὐχ ἧττον ἡμῶν, μισθοῦ βουκόλοι,3 βοῦς νέμοντες ἀνδρὸς μακαρίου τῶν ἐνθένδε τινὸς ἐκ τῆς νήσου, πολλὰς μὲν ἀγέλας καὶ ἵππων καὶ βοῶν κεκτημένου, πολλὰς δὲ ποίμνας, πολλοὺς δὲ καὶ καλοὺς ἀγρούς, πολλὰ δὲ ἄλλα χρήματα, ξύμπαντα δὲ ταῦτα τὰ ὄρη.

我们主要靠打猎为生,只开垦极少的一点土地。因为这地方不是我们的,既非祖产,也不是我们自己置办的;我们的父辈虽是自由人,却同我们一样贫穷,是受雇的牧人,为本岛一位富足的人放牧牛群。那人拥有数不清的马群和牛群,拥有众多的羊群,许多优美肥沃的田地,以及许多其他财富,还有所有这些山岭。

§7.12

οὗ δὴ ἀποθανόντος καὶ τῆς οὐσίας δημευθείσης· φασὶ δὲ καὶ αὐτὸν ἀπολέσθαι διὰ τὰ χρήματα ὑπὸ τοῦ βασιλέως·4 τὴν μὲν ἀγέλην εὐθὺς ἀπήλασαν, ὥστε κατακόψαι, πρὸς δὲ τῇ ἀγέλῃ καὶ τὰ ἡμέτερα ἄττα βοίδια, καὶ τὸν μισθὸν οὐδεὶς ἀποδέδωκε.

当那人死后,财产被没收充公——人们说他本人也是因其财富而被皇帝处死的——他们立刻赶走了牛群去宰杀,随同牛群一起赶走的还有属于我们的几头小牛,而且没有一个人给我们结算工钱。

§7.13

τότε μὲν δὴ ἐξ ἀνάγκης αὐτοῦ κατεμείναμεν, οὗπερ ἐτύχομεν τὰς βοῦς ἔχοντες καί τινας σκηνὰς πεποιημένοι καὶ αὐλὴν διὰ ξύλων οὐ μεγάλην οὐδὲ ἰσχυράν, μόσχων ἕνεκεν, ὡς ἂν οἶμαι πρὸς αὐτό που τὸ θέρος. τοῦ μὲν γὰρ χειμῶνος ἐν τοῖς πεδίοις ἐνέμομεν, νομὴν ἱκανὴν ἔχοντες καὶ πολὺν χιλὸν ἀποκείμενον· τοῦ δὲ θέρους ἀπηλαύνομεν εἰς τὰ ὄρη. μάλιστα δʼ ἐν τούτῳ τῷ τόπῳ σταθμὸν ἐποιοῦντο· τό τε γὰρ χωρίον ἀπόρρυτον ἑκατέρωθεν, φάραγξ βαθεῖα καὶ σύσκιος, καὶ διὰ μέσου ποταμὸς οὐ τραχύς, ἀλλʼ ὡς ῥᾷστος ἐμβῆναι καὶ βουσὶ καὶ μόσχοις, τὸ δὲ ὕδωρ πολὺ καὶ καθαρόν, ἅτε τῆς πηγῆς ἐγγὺς ἀναδιδούσης, καὶ πνεῦμα τοῦ θέρους ἀεὶ διαπνέον διὰ τῆς φάραγγος· οἵ τε περικείμενοι δρυμοὶ μαλακοὶ καὶ κατάρρυτοι, ἥκιστα μὲν οἶστρον τρέφοντες, ἥκιστα δὲ ἄλλην τινὰ βλάβην βουσί.

在那时,出于无奈,我们便留在了原地,也就是碰巧赶着牛群、为牛犊用木料搭建了并不宽大也不坚固的窝棚和围栏的地方,我想这大概仅仅是为了度夏之用。因为在冬天,我们在平原上放牧,有充足的牧草和大量储备的干草饲料;但在夏天,我们便赶着牛群上山。正是在这个地方,他们最常设立营地;因为此地两面泄水,是一道幽深阴凉的峡谷,中间流淌着一条并不湍急的溪流,无论对大牛还是牛犊来说都极易涉入,泉水就在附近涌出,因而水流充沛而清澈,且在夏季总有清风穿过峡谷吹拂;四周环绕的橡树林温润而多水,最不易滋生牛虻,对牛群也绝无其他伤害。

§7.15

πολλοὶ δὲ καὶ πάγκαλοι λειμῶνες ὑπὸ ὑψηλοῖς τε καὶ ἀραιοῖς δένδρεσιν ἀνειμένοι, καὶ πάντα μεστὰ βοτάνης εὐθαλοῦς διʼ ὅλου τοῦ θέρους, ὥστε μὴ πολὺν πλανᾶσθαι τόπον. ὧν δὴ ἕνεκα συνήθως ἐκεῖ καθίστασαν τὴν ἀγέλην· καὶ τότε ἔμειναν ἐν ταῖς σκηναῖς, μέχρι ἂν εὕρωσι μισθόν τινα ἢ ἔργον, καὶ διετράφησαν ἀπὸ χωρίου μικροῦ παντελῶς, ὃ ἔτυχον εἰργασμένοι πλησίον τοῦ σταθμοῦ. τοῦτό τε ἐπήρκεσεν αὐτοῖς ἱκανῶς, ἅτε κόπρου πολλῆς ἐνούσης.

此外,高大而疏朗的树木下铺展着许多极为美丽的草甸,整个夏季都满是繁茂的牧草,以致他们无需大范围地四处游荡。正是由于这些缘故,他们习惯将牛群安顿在那里;当时他们便住在窝棚里,直到能找到某份工钱或活计为止,并依靠营地附近碰巧开垦出的极小一块土地维持生计。由于粪肥充足,这小块土地给他们提供了足够的补给。

§7.16

καὶ σχολὴν ἄγοντες ἀπὸ τῶν βοῶν πρὸς θήραν ἐτράπησαν, τὸ μὲν αὐτοί, τὸ δὲ καὶ μετὰ κυνῶν. δύο γὰρ τῶν ἑπομένων ταῖς βουσίν, ὡς δὴ μακρὰν ἦσαν οὐχ ὁρῶντες τοὺς νομεῖς, ὑπέστρεψαν ἐπὶ τὸν τόπον καταλιπόντες τὴν ἀγέλην. οὗτοι τὸ μὲν πρῶτον συνηκολούθουν αὐτοῖς, ὥσπερ ἐπʼ ἄλλο τι·5 καὶ τοὺς μὲν λύκους ὁπότε ἴδοιεν, ἐδίωκον μέχρι τινός, συῶν δὲ ἢ ἐλάφων οὐδὲν αὐτοῖς ἔμελεν.

由于不再有照料牛群的事务,他们便转向打猎,有时独自前往,有时也带上猎犬。因为有两只跟随牛群的狗,在走得远了、看不见牧人的时候,便离开牛群返回了那个地方。起初,这些狗跟着他们,仿佛是为了某种别的事情;每当看到狼时,它们还会追赶一阵子,但对于野猪或鹿,它们却全然不加理会。”

语法注5 条
  1. 7.8πολλήν τινα ἀσθένειαν τοῦ σώματος ἀσθενεῖν

    ἀσθένειαν ἀσθενεῖν 属于同源宾格(内在宾格),配合形容词 πολλήν τινα 强化了身体衰弱的程度;τοῦ σώματος 则是表示具体部位或范围的属格。

  2. 7.9ἐπειράθην ... ὡς ἔστι πενία χρῆμα

    由 ὡς 引导的从句作为宾语名词从句依赖于主节动词 ἐπειράθην(意为“凭经验获知……”)。插入的修饰成分 ἅτε ἐν ἄλῃ συνεχεῖ(原因分词短语)与副词短语 ἀτὰρ οὖν δὴ καὶ τότε 造成了主谓与宾语从句之间的隔断(超步法)。

  3. 7.11μισθοῦ βουκόλοι

    μισθοῦ 是修饰名词 βουκόλοι 的报酬或代价属格,意为“为了报酬放牧的牛倌”(即受雇的牧牛人)。

  4. 7.12ὑπὸ τοῦ βασιλέως

    在罗马帝国时期的希腊文献中,ὁ βασιλεύς 习惯用来指称罗马皇帝。此处反映了当时行省巨富遭皇帝处决并抄没家产的历史背景。

  5. 7.16ὥσπερ ἐπʼ ἄλλο τι

    简略比较短语,省去了类似 ἰόντες(前往)或 συνηκολούθουν(跟随)的动词,意为“仿佛去办某种别的事情一样”,生动地表现了牧牛犬起初并未意识到自己已转变为猎犬的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.8-7.16