- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.1-7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者在从希俄斯渡海途中遭遇海难,受困于优卑亚险峻的海岸,偶遇一名追踪坠崖鹿只的当地猎人,并受到了对方的热情收留。
τόδε μὴν αὐτὸς ἰδών, οὐ παρʼ ἑτέρων ἀκούσας, διηγήσομαι. ἴσως γὰρ οὐ μόνον πρεσβυτικὸν πολυλογία καὶ τὸ μηδένα διωθεῖσθαι ῥᾳδίως τῶν ἐμπιπτόντων λόγων, πρὸς δὲ τῷ πρεσβυτικῷ τυχὸν ἂν εἴη καὶ ἀλητικόν. αἴτιον δέ, ὅτι πολλὰ τυχὸν ἀμφότεροι πεπόνθασιν, ὧν οὐκ ἀηδῶς μέμνηνται. ἐρῶ δʼ οὖν οἵοις ἀνδράσι καὶ ὅντινα βίον ζῶσι συνέβαλον ἐν μέσῃ σχεδόν τι τῇ Ἑλλάδι.
然而,这件事情我将依据亲眼所见而非道听途说来叙述。因为多言以及无法轻易推开任何涌上心头的话题,或许不仅是老年人的特征,除了老年人的特征之外,大概也是流浪者的特征。其原因在于,这两类人大概都经历过许多事情,并且乐于回忆这些经历。无论如何,我要讲述在近乎希腊的正中心,我遇到了怎样的人,以及他们过着怎样的生活。
ἐτύγχανον μὲν ἀπὸ Χίου περαιούμενος μετά τινων ἁλιέων ἔξω τῆς θερινῆς ὥρας ἐν μικρῷ παντελῶς ἀκατίῳ. χειμῶνος δὲ γενομένου χαλεπῶς καὶ μόλις διεσώθημεν πρὸς τὰ κοῖλα τῆς Εὐβοίας· τὸ μὲν δὴ ἀκάτιον εἰς τραχύν τινα αἰγιαλὸν ὑπὸ τοῖς κρημνοῖς ἐκβαλόντες διέφθειραν, αὐτοὶ δὲ ἀπεχώρησαν πρός τινας πορφυρεῖς ὑφορμοῦντας ἐπὶ τῇ πλησίον χηλῇ, κἀκείνοις συνεργάζεσθαι διενοοῦντο αὐτοῦ μένοντες.
当时我适逢夏季过后,与几名渔民同乘一艘极小的扁舟从希俄斯岛渡海。风暴突起,我们历经艰险,勉强逃生到了优卑亚的“凹地”。渔民们将扁舟冲上悬崖下一处崎岖的海滩而使其损毁,他们自己则投奔了停泊在附近防波堤边的一些采紫贝者,打算留在那里与他们一同劳作。
καταλειφθεὶς δὴ μόνος, οὐκ ἔχων εἰς τίνα πόλιν σωθήσομαι, παρὰ τὴν θάλατταν ἄλλως ἐπλανώμην, εἴ πού τινας ἢ παραπλέοντας ἢ ὁρμοῦντας ἴδοιμι.1 προεληλυθὼς δὲ συχνὸν ἀνθρώπων μὲν οὐδένα ἑώρων· ἐπιτυγχάνω δὲ ἐλάφῳ νεωστὶ κατὰ τοῦ κρημνοῦ πεπτωκότι παρʼ αὐτὴν τὴν ῥαχίαν, ὑπὸ τῶν κυμάτων παιομένῳ, φυσῶντι ἔτι. καὶ μετʼ ὀλίγον ἔδοξα ὑλακῆς ἀκοῦσαι κυνῶν ἄνωθεν μόλις πως διὰ τὸν ἦχον τὸν ἀπὸ τῆς θαλάττης.
我独自一人被留下,不知该前往哪座城镇寻求庇护,便茫然地在海边漫步,希望能看到何处有人乘船经过或停泊。走出了相当长的距离后,我没见到任何人,却遇到了一头刚刚从悬崖跌落到海滩波涛边的鹿,它正被浪花拍击,口中还在喘息。不久之后,由于海浪的轰鸣,我隐约觉得听见上面传来了猎犬的吠叫声。
προελθὼν δὲ καὶ προβὰς πάνυ χαλεπῶς πρός τι ὑψηλὸν τούς τε κύνας ὁρῶ ἠπορημένους καὶ διαθέοντας, ὑφʼ ὧν εἴκαζον ἀποβιασθὲν τὸ ζῷον ἁλέσθαι κατὰ τοῦ κρημνοῦ, καὶ μετʼ ὀλίγον ἄνδρα, κυνηγέτην ἀπὸ τῆς ὄψεως καὶ τῆς στολῆς, τὰ γένεια ὑγιῆ κομῶντα οὐ φαύλως οὐδὲ ἀγεννῶς ἐξόπισθεν, οἵους ἐπὶ Ἴλιον Ὅμηρός φησιν ἐλθεῖν Εὐβοέας, σκώπτων, ἐμοὶ δοκεῖν, καὶ καταγελῶν, ὅτι τῶν ἄλλων Ἀχαιῶν καλῶς ἐχόντων οἱ δὲ ἐξ ἡμίσους ἐκόμων.2
我继续前行,极其吃力地爬上一处高地,只见那些猎犬不知所措地到处乱跑——我推测那只动物正是被它们逼迫才跳下悬崖的——片刻后,又见到一个男子,从容貌和装束看是个猎人,留着整齐的胡须,脑后的头发留得甚长且浓密不凡;正如荷马所说优卑亚人前往特洛伊时的模样,在我看来荷马是在揶揄和嘲弄他们,因为在其他阿开奥斯人头发整齐时,他们却只在后半部留长发。
καὶ ὃς ἀνηρώτα με, Ἀλλʼ ἦ, ὦ ξεῖνε, τῇδέ που φεύγοντα ἔλαφον κατενόησας; κἀγὼ πρὸς αὐτόν, Ἐκεῖνος, ἔφην, ἐν τῷ κλύδωνι ἤδη· καὶ ἀγαγὼν ἔδειξα. ἑλκύσας οὖν αὐτὸν ἐκ τῆς θαλάττης τό τε δέρμα ἐξέδειρε μαχαίρᾳ, κἀμοῦ ξυλλαμβάνοντος ὅσον οἷός τε ἦν, καὶ τῶν σκελῶν ἀποτεμὼν τὰ ὀπίσθια ἐκόμιζεν ἅμα τῷ δέρματι.παρεκάλει δὲ κἀμὲ συνακολουθεῖν καὶ συνεστιᾶσθαι τῶν κρεῶν· εἶναι δὲ οὐ μακρὰν τὴν οἴκησιν.3
他向我询问道:“喂,客人,你可曾在这附近注意到一头奔逃的鹿吗?”我对他说:“那一头已经在波涛之中了。”于是带他过去看。他把鹿从海里拖出来,用小刀剥下皮,我也尽力从旁协助,接着他切下后腿,同兽皮一起带着。他极力邀请我也一同跟去,分享鹿肉;并说他的住处并不远。
ἔπειτα ἕωθεν παρʼ ἡμῖν, ἔφη, κοιμηθεὶς ἥξεις ἐπὶ τὴν θάλατταν, ὡς τά γε νῦν οὐκ ἔστι πλόϊμα. καὶ μὴ τοῦτο, εἶπε, φοβηθῇς. βουλοίμην δʼ ἂν ἔγωγε καὶ μετὰ πέντε ἡμέρας λῆξαι τὸν ἄνεμον· ἀλλʼ οὐ ῥᾴδιον, εἶπεν, ὅταν οὕτως πιεσθῇ τὰ ἄκρα τῆς Εὐβοίας ὑπὸ τῶν νεφῶν ὥς γε νῦν κατειλημμένα ὁρᾷς. καὶ ἅμα ἠρώτα με ὁπόθεν δὴ καὶ ὅπως ἐκεῖ κατηνέχθην, καὶ εἰ μὴ διεφθάρη τὸ πλοῖον. μικρὸν ἦν παντελῶς, ἔφην, ἁλιέων τινῶν περαιουμένων, κἀγὼ μόνος ξυνέπλεον ὑπὸ σπουδῆς τινος. διεφθάρη δʼ ὅμως ἐπὶ τὴν γῆν ἐκπεσόν.
“然后,”他说,“在我们那里睡过之后,天亮时再下到海边来,因为目前的情况是不可能航行的。你切莫为此担惊受怕。我本人倒希望这风哪怕在五天之后平息也好,但这并不容易,”他说,“每当优卑亚的群峰像你现在所见被笼罩那样受到乌云压迫的时候。”与此同时,他问我究竟是从何处、如何漂流到那里的,船只是否没有被毁。“船极其狭小,”我说,“是几个渡海的渔民的,只有我一人因急事同行。然而它被冲上陆地,终究还是毁坏了。”
οὔκουν ῥᾴδιον, ἔφη, ἄλλως· ὅρα γὰρ ὡς ἄγρια καὶ σκληρὰ τῆς νήσου τὰ πρὸς τὸ πέλαγος. ταῦτʼ, εἶπεν, ἐστὶ τὰ κοῖλα τῆς Εὐβοίας λεγόμενα, ὅπου κατενεχθεῖσα ναῦς οὐκ ἂν ἔτι σωθείη· σπανίως δὲ σῴζονται καὶ τῶν ἀνθρώπων τινές, εἰ μὴ ἄρα, ὥσπερ ὑμεῖς, ἐλαφροὶ παντελῶς πλέοντες. ἀλλʼ ἴθι καὶ μηδὲν δείσῃς. νῦν μὲν ἐκ τῆς κακοπαθείας ἀνακτήσῃ σαυτόν· εἰς αὔριον δέ, ὅ τι ἂν ᾖ δυνατόν, ἐπιμελησόμεθα ὅπως σωθῇς, ἐπειδή σε ἔγνωμεν ἅπαξ.
“绝不可能有别的结果,”他说,“因为你看这岛屿面向外海的部分是何等荒凉险峻。这,”他说,“便是所谓的‘优卑亚凹地’,船只一旦被卷入这里,就绝不可能幸免;甚至连人都罕有生还者,除非像你们这样,乘船时极为轻便。不过,走吧,什么都别怕。现在你先从困顿中休养过来;到了明天,只要是可能做到的,既然我们相识一场,就一定会照料周全,让你平安脱险。”
- 7.3εἴ πού τινας ἢ παραπλέοντας ἢ ὁρμοῦντας ἴδοιμι
在过去未完成式动词(ἐπλανώμην)之后,由 εἰ 搭配希求法构成的从句,表示目的、期待或探索(“看是否能在某处见到”)。
- 7.4ὅτι τῶν ἄλλων Ἀχαιῶν καλῶς ἐχόντων οἱ δὲ ἐξ ἡμίσους ἐκόμων
τῶν ἄλλων Ἀχαιῶν καλῶς ἐχόντων 为表示对比的属格独立结构。紧随其后的分句以 οἱ δέ 引出主语,与前面的属格短语形成强烈的对照(“当其他阿开奥斯人……而他们却……”)。
- 7.5εἶναι δὲ οὐ μακρὰν τὴν οἴκησιν
由“宾格+不定式”(ACC + INF)构成的间接引语,其引入依赖于前文动词 παρεκάλει(邀请、劝告)中引申出的言说含义(“说他的住处……”)。
