← 金嘴狄翁

演说集

§7.17-7.25

山中自足生活与因征税前往剧场民会

两家人依靠变为猎犬的狗与冬季狩猎维持生计并结为姻亲,父辈离世后因催税人的到来,叙述者前往城市并目睹了剧场公民大会的喧嚣骚动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.17

εἰ δέ ποτε ἴδοιεν τῶν ἀνθρώπων τινα ὀψὲ καὶ πρῴ, συνιστάμενοι ὑλάκτουν τε καὶ ἤμυνον, ὥσπερ ἂν εἰ πρὸς ἄνθρωπον ἐμάχοντο. γευόμενοι δὲ τοῦ αἵματος καὶ συῶν καὶ ἐλάφων καὶ τῶν κρεῶν πολλάκις ἐσθίοντες, ὀψὲ μεταμανθάνοντες κρέασιν ἀντὶ μάζης ἥδεσθαι, τῶν μὲν ἐμπιμπλάμενοι, εἴ ποτε ἁλοίη τι, ὁπότε δὲ μή, πεινῶντες, μᾶλλον ἤδη τῷ τοιούτῳ προσεῖχον, καὶ τὸ φαινόμενον ἐδίωκον πᾶν ὁμοίως, καὶ ὀσμῆς ἁμῃγέπῃ καὶ ἴχνους ᾐσθάνοντο, καὶ ἀπέβησαν ἀντὶ βουκόλων τοιοῦτοί τινες ὀψιμαθεῖς καὶ βραδύτεροι θηρευταί.1

但无论何时,不论清晨还是傍晚,若是看到有人来,它们便结成一群狂吠并进行防卫,宛如在与人搏斗一般。然而在尝到了野猪和鹿的鲜血,并屡次吃到其肉之后,它们很迟才改学得喜欢吃肉而非大麦糊;每当捕获到猎物,便大嚼一顿,捕不到时,便忍饥挨饿;于是它们如今便更加专注在这类事情上,同样追赶一切出现之物,并且多少能察觉气味与足迹,从而由放牧的犬只变成了某种学得晚而较为笨拙的猎犬。

§7.18

χειμῶνος δὲ ἐπελθόντος ἔργον μὲν οὐδὲν ἦν πεφηνὸς αὐτοῖς, οὔτε εἰς ἄστυ καταβᾶσιν οὔτε εἰς κώμην τινά· φραξάμενοι δὲ τὰς σκηνὰς ἐπιμελέστερον καὶ τὴν αὐλὴν πυκνοτέραν ποιήσαντες, οὕτως διεγένοντο, καὶ τὸ χωρίον ἐκεῖνο πᾶν εἰργάσαντο, καὶ τῆς θήρας ἡ χειμερινὴ ῥᾴων ἐγίγνετο.

冬季到来时,无论进城还是去哪个村庄,他们都没有找到任何活计;于是他们更细心地加固了窝棚,把围栏筑得更紧实,就这样度过了冬天,并开垦了整片土地,冬天的狩猎也变得更容易了。

§7.19

τὰ γὰρ ἴχνη φανερώτερα, ὡς ἂν ἐν ὑγρῷ τῷ ἐδάφει σημαινόμενα· ἡ δὲ χιὼν καὶ πάνυ τηλαυγῆ παρέχει, ὥστε οὐδὲν δεῖ ζητοῦντα πράγματα ἔχειν, ὥσπερ ὁδοῦ φερούσης ἐπʼ αὐτά, καὶ τὰ θηρία μᾶλλόν τι ὑπομένει ὀκνοῦντα· ἔστι δʼ ἔτι καὶ λαγὼς καὶ δορκάδας ἐν ταῖς εὐναῖς καταλαμβάνειν.

因为足迹更为明显,正如印在湿润泥土上的印记一样;而积雪又使其极其显眼,以致寻找之人完全不必费事,就像有条道路一直引向它们一样,野兽也更因退缩而留在原地;此外还可以在窝里抓获野兔和小鹿。

§7.20

οὕτως δὴ τὸ ἀπʼ ἐκείνου διέμειναν, οὐδὲν ἔτι προσδεηθέντες ἄλλου βίου. καὶ ἡμῖν συνέζευξαν γυναῖκας τοῖς ἀλλήλων υἱέσιν ἑκάτερος τὴν αὑτοῦ θυγατέρα. τεθνήκασι δὲ ἀμφότεροι πέρυσι σχεδόν, τὰ μὲν ἔτη πολλὰ λέγοντες ἃ βεβιώκεσαν, ἰσχυροὶ δὲ ἔτι καὶ γενναῖοι τὰ σώματα. τῶν δὲ μητέρων ἡ ἐμὴ περίεστιν.

于是从那时起他们便一直留在此处,不再需要任何其他营生。他们彼此将各自的女儿嫁给对方的儿子,从而缔结了我们的婚姻。两人大约都在去年过世了,虽然都谈及自己活过的许多年岁,但身躯依然健壮而充满活力。母亲之中,我的母亲依然健在。

§7.21

ὁ μὲν οὖν ἕτερος ἡμῶν οὐδεπώποτε εἰς πόλιν κατέβη, πεντήκοντα ἔτη γεγονώς· ἐγὼ δὲ δὶς μόνον, ἅπαξ μὲν ἔτι παῖς μετὰ τοῦ πατρός, ὁπηνίκα τὴν ἀγέλην εἴχομεν. ὕστερον δὲ ἧκέ τις ἀργύριον αἰτῶν, ὥσπερ ἔχοντάς τι, κελεύων ἀκολουθεῖν εἰς τὴν πόλιν. ἡμῖν δὲ ἀργύριον μὲν οὐκ ἦν, ἀλλʼ ἀπωμοσάμην μὴ ἔχειν· εἰ δὲ μή, δεδωκέναι ἄν.2

因此,我们中的另一人虽然已经五十岁了,却从未进过城;而我只去过两次,一次还是孩提时同父亲一起,那是我们还保有牛群的时候。后来有个人来索要钱财,仿佛我们有什么财产似的,命令我们随他进城去。我们并没有钱,但我发誓说没有;假若有,我本会交出来的。

§7.22

ἐξενίσαμεν δὲ αὐτὸν ὡς ἠδυνάμεθα κάλλιστα καὶ δύο ἐλάφεια δέρματα ἐδώκαμεν· κἀγὼ ἠκολούθησα εἰς τὴν πόλιν. ἔφη γὰρ ἀνάγκην εἶναι τὸν ἕτερον ἐλθεῖν καὶ διδάξαι περὶ τούτων. εἶδον οὖν, οἷα καὶ πρότερον, οἰκίας πολλὰς καὶ μεγάλας καὶ τεῖχος ἔξωθεν καρτερὸν καὶ οἰκήματά τινα ὑψηλὰ καὶ τετράγωνα ἐν τῷ τείχει, καὶ πλοῖα πολλὰ ὁρμοῦντα ὥσπερ ἐν λίμνῃ κατὰ πολλὴν ἡσυχίαν.

我们竭尽所能盛情款待了他,并送给他两张鹿皮;我也随他进了城。因为他说我们两人中必须有一人前去说明这些情况。于是,正如从前一样,我看到了许多高大的房屋,外面坚固的城墙,城墙上几座高耸的方形建筑,还有许多船只停泊在平静如湖的水面上。

§7.23

τοῦτο δὲ ἐνθάδε οὐκ ἔστιν οὐδαμοῦ, ὅπου κατηνέχθης· καὶ διὰ τοῦτο αἱ νῆες ἀπόλλυνται. ταῦτα οὖν ἑώρων καὶ πολὺν ὄχλον ἐν ταὐτῷ συνειργμένον καὶ θόρυβον ἀμήχανον καὶ κραυγήν· ὥστε ἐμοὶ ἐδόκουν πάντες μάχεσθαι ἀλλήλοις. ἄγει οὖν με πρός τινας ἄρχοντας, καὶ εἶπε γελῶν, Οὗτός ἐστιν ἐφʼ ὅν με ἐπέμψατε. ἔχει δὲ οὐδὲν εἰ μή γε τὴν κόμην καὶ σκηνὴν μάλα ἰσχυρῶν ξύλων.

而这在你漂流上岸的这里是绝没有的;正因如此,船只才会沉没。于是我见到了这些,还见到一大群人挤在一处,有着无法平息的喧哗与喊叫;以至于在我看来,所有的人似乎都在互相争斗。随后他领着我去见某些官员,笑着说:“这就是你们派我去抓的那个人。他除了这头头发和一座极其结实的木头棚子之外,身无长物。”

§7.24

οἱ δὲ ἄρχοντες εἰς τὸ θέατρον ἐβάδιζον, κἀγὼ σὺν αὐτοῖς. τὸ δὲ θέατρόν ἐστιν ὥσπερ φάραγξ κοῖλον, πλὴν οὐ μακρὸν ἑκατέρωθεν, ἀλλὰ στρογγύλον ἐξ ἡμίσους, οὐκ αὐτόματον, ἀλλʼ ᾠκοδομημένον λίθοις. ἴσως δέ μου καταγελᾷς, ὅτι σοι διηγοῦμαι σαφῶς εἰδότι ταῦτα. πρῶτον μὲν οὖν πολύν τινα χρόνον ἄλλα τινὰ ἔπραττεν ὁ ὄχλος, καὶ ἐβόων ποτὲ μὲν πρᾴως καὶ ἱλαροὶ πάντες, ἐπαινοῦντές τινας, ποτὲ δὲ σφόδρα καὶ ὀργίλως.

官员们正朝剧场走去,我也同他们一道。剧场就像一条幽深的山谷,只是两边并不狭长,而是呈半圆形,并非天然形成,乃是用石头建造的。也许你在暗中笑我,因为我竟然向你这个明明清楚知晓这些的人讲述这些。起初,人群在相当长的一段时间里做着别的琐事,他们有时温和而人人兴高采烈地呼喊着称赞某些人,有时却猛烈而愤怒地呼喊。

§7.25

ἦν δὲ τοῦτο χαλεπὸν τὸ τῆς ὀργῆς αὐτῶν·καὶ τοὺς ἀνθρώπους εὐθὺς ἐξέπληττον οἷς ἀνέκραγον3 ὥστε οἱ μὲν αὐτῶν περιτρέχοντες ἐδέοντο, οἱ δὲ τὰ ἱμάτια ἐρρίπτουν ὑπὸ τοῦ φόβου. ἐγὼ δὲ καὶ αὐτὸς ἅπαξ ὀλίγου κατέπεσον ὑπὸ τῆς κραυγῆς, ὥσπερ κλύδωνος ἐξαίφνης ἢ βροντῆς ἐπιρραγείσης.

他们的这股怒气是极其可怕的;他们用喊出的叫嚷立刻把人们吓得魂飞魄散,以至于有的人跑来跑去哀求,有的人由于恐惧扔掉了外衣。我自己也曾一度几乎被那叫喊声震倒在地,仿佛突然涌来一道巨浪或是一阵惊雷炸响一般。

语法注3 条
  1. 7.17ἀπέβησαν ἀντὶ βουκόλων τοιοῦτοί τινες ὀψιμαθεῖς καὶ βραδύτεροι θηρευταί

    主语承接前文的狗(κύνες)。此处的“βουκόλων(牧人)”借指负责照看牛群的放牧犬,意为这些狗“从牧牛犬转变成为了学得较晚、动作较为迟缓的猎犬”。虽然在语法上亦可将主语理解为父辈们(“由牧人转变为猎人”),但紧随前文一系列分词(γευόμενοι, ἐσθίοντες, ὀψὲ μεταμανθάνοντες 等)具体描绘了狗尝到肉味后习性的转变,因而取狗为主语更为顺畅连贯。

  2. 7.21εἰ δὲ μή, δεδωκέναι ἄν

    此为间接引语中 ἄν 搭配完成时不定词的结构,依附于前面的动词“ἀπωμοσάμην(我起誓)”,相当于直接引语中的与过去事实相反的虚拟条件句结论分句(如 εἰ εἶχον, ἔδωκα ἄν / δεδώκειν ἄν)。省略条件从句“εἰ δὲ μή”为习用表达,意为“否则(假若我有的话)”。

  3. 7.25οἷς ἀνέκραγον

    此处为关系代名词的格吸引现象,或表手段/原因的与格。其原构架相当于同族宾语结构“ταῦτα ἃ ἀνέκραγον(因他们所叫喊出的那些话/呼声)”,先行词省略后,关系代名词被吸引为与格 οἷς,或者直接作为表手段与原因的与格使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.17-7.25