- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.62-7.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
猎人讲完了自己在公民大会上的经历,并与叙述者一同回到林中茅屋设宴畅饮。随后邻人猎手携子前来,众人和乐融融地谈及女儿与青年之间朴实诚挚的婚约。
ἐπὶ τούτῳ δὲ ἐπῃνέθη, καὶ τἄλλα ἐγένετο ὡς εἶπεν. καὶ ἐκομίσθη παραχρῆμα εἰς τὸ θέατρον τὰ ἱμάτια καὶ τὸ ἀργύριον. ἐγὼ δὲ οὐκ ἐβουλόμην λαβεῖν, ἀλλʼ εἶπον ὅτι οὐ δύνασαι δειπνεῖν ἐν τῷ δέρματι.1 οὐκοῦν, εἶπον, τὸ σήμερον ἄδειπνος μενῶ. ὅμως δὲ ἐνέδυσάν με τὸν χιτῶνα καὶ περιέβαλον τὸ ἱμάτιον.
为此他受到了赞赏,其余的事情也如他所说的那样办了。衣裳和银钱立刻被送到了剧场。但我本不想接受,他们却说穿着兽皮是不能去赴宴的。于是我说:“既然如此,我今天就挨饿不吃了。”尽管如此,他们还是给我穿上了内袍,裹上了外斗篷。
ἐγὼ δὲ ἄνωθεν βαλεῖν ἐβουλόμην τὸ δέρμα, οἱ δὲ οὐκ εἴων. τὸ δὲ ἀργύριον οὐκ ἐδεξάμην οὐδένα τρόπον, ἀλλʼ ἀπωμοσάμην. εἰ δὲ ζητεῖτε τίς λάβῃ, τῷ ῥήτορι, ἔφην, δότε, ὅπως κατορύξῃ αὐτό· ἐπίσταται γὰρ δῆλον ὅτι.2 ἀπʼ ἐκείνου δὲ ἡμᾶς οὐδεὶς ἠνώχλησε.
我还想把兽皮披在最外面,他们却不准许。至于银钱,我无论如何也不肯收下,而是发誓予以坚拒。我说:“若是你们在物色由谁来收下这笔钱,那就给那位演说家吧,好让他把它埋藏起来;因为显然他是懂得这套伎俩的。”从那以后,就再也没有人来侵扰我们了。
σχεδὸν οὖν εἰρηκότος αὐτοῦ πρὸς ταῖς σκηναῖς ἦμεν. κἀγὼ γελάσας εἶπον, Ἀλλʼ ἕν τι ἀπεκρύψω τοὺς πολίτας, τὸ κάλλιστον τῶν κτημάτων. τί τοῦτο; εἶπεν. τὸν κῆπον, ἔφην, τοῦτον, πάνυ καλὸν καὶ λάχανα πολλὰ καὶ δένδρα ἔχοντα. οὐκ ἦν, ἔφη, τότε, ἀλλʼ ὕστερον ἐποιήσαμεν.
他说完这番话时,我们差不多已走到了茅屋近旁。我笑着说道:“可是你对公民们隐瞒了一样东西,那是你所有产业中最美好的一件。”“那是何物?”他问道。我说:“就是这座菜园,如此优美,长满了蔬菜与果木。”他说:“那时还没有它呢,是我们后来才开辟的。”
εἰσελθόντες οὖν εὐωχούμεθα τὸ λοιπὸν τῆς ἡμέρας, ἡμεῖς μὲν κατακλιθέντες ἐπὶ φύλλων τε καὶ δερμάτων ἐπὶ στιβάδος ὑψηλῆς, ἡ δὲ γυνὴ πλησίον παρὰ τὸν ἄνδρα καθημένη. θυγάτηρ δὲ ὡραία γάμου διηκονεῖτο, καὶ ἐνέχει πιεῖν μέλανα οἶνον ἡδύν. οἱ δὲ παῖδες τὰ κρέα παρεσκεύαζον, καὶ αὐτοὶ ἅμα ἐδείπνουν παρατιθέντες, ὥστε ἐμὲ εὐδαιμονίζειν τοὺς ἀνθρώπους ἐκείνους καὶ οἴεσθαι μακαρίως ζῆν πάντων μάλιστα ὧν ἠπιστάμην.
于是我们走进去,在当天余下的时间里尽情享用宴席。我们斜卧在铺有树叶和兽皮的高草垫上,妻子则紧挨着丈夫坐在近旁。正当妙龄的女儿在旁服侍,斟出甘甜的红葡萄酒供人饮用。少年们忙着整治肉食,一边端送一边自己也同着进餐,以致我由衷赞叹那些人是幸福的,并认为他们过着我所知的一切人中最美满的生活。
καίτοι πλουσίων οἰκίας τε καὶ τραπέζας ἠπιστάμην, οὐ μόνον ἰδιωτῶν, ἀλλὰ καὶ σατραπῶν καὶ βασιλέων, οἳ μάλιστα ἐδόκουν μοι τότε ἄθλιοι, καὶ πρότερον δοκοῦντες, ἔτι μᾶλλον, ὁρῶντι3 τὴν ἐκεῖ πενίαν τε καὶ ἐλευθερίαν, καὶ ὅτι οὐδὲν ἀπελείποντο οὐδὲ τῆς περὶ τὸ φαγεῖν τε καὶ πιεῖν ἡδονῆς, ἀλλὰ καὶ τούτοις ἐπλεονέκτουν σχεδόν τι.
虽然我熟知富豪的深宅与筵席,不仅包括平民显贵,甚至包括总督与国王的华席,但在我看来,那些人在那时显得最为凄惨——他们先前固然已显凄凉,如今更甚;因为我看到此地的清贫与自由,看到他们在饮食的乐趣上毫不逊色,甚至在这些方面几乎还占了上风。
ἤδη δʼ ἱκανῶς ἡμῶν ἐχόντων ἦλθε κἀκεῖνος ὁ ἕτερος. συνηκολούθει δὲ υἱός αὐτῷ, μειράκιον οὐκ ἀγεννές, λαγὼν φέρων. εἰσελθὼν δὲ οὗτος ἠρυθρίασεν· ἐν ὅσῳ δὲ ὁ πατὴρ αὐτοῦ ἠσπάζετο ἡμᾶς, αὐτὸς ἐφίλησε τὴν κόρην καὶ τὸν λαγὼν ἐκείνῃ ἔδωκεν. ἡ μὲν οὖν παῖς ἐπαύσατο διακονουμένη καὶ παρὰ τὴν μητέρα ἐκαθέζετο, τὸ δὲ μειράκιον ἀντʼ ἐκείνης διηκονεῖτο.
正当我们酒足饭饱之际,那另一个人也到了。他的儿子陪同着他,是一个仪表堂堂的青年,手里提着一只野兔。那少年走进来时羞红了脸;趁着父亲向我们致意问候的工夫,他亲吻了姑娘,并把野兔递给了她。于是那少女便停止了端茶递水,坐到母亲身边,青年则替她服侍起来。
κἀγὼ τὸν ξένον ἠρώτησα, Αὕτη, ἔφην, ἐστίν, ἧς τὸν χιτῶνα ἀποδύσας τῷ ναυαγῷ ἔδωκας; καὶ ὃς γελάσας, Οὐκ, ἔφη, ἀλλʼ ἐκείνη, εἶπε, πάλαι πρὸς ἄνδρα ἐδόθη, καὶ τέκνα ἔχει μεγάλα ἤδη, πρὸς ἄνδρα πλούσιον εἰς κώμην. οὐκοῦν, ἔφην, ἐπαρκοῦσιν ὑμῖν ὅ, τι ἂν δέησθε; οὐδέν, εἶπεν ἡ γυνή, δεόμεθα ἡμεῖς.
我便问我的主人:“这就是你脱下内袍送给遇难水手的那位姑娘吗?”他笑着说:“不,那个女儿很久以前就嫁到村里一个富人家去了,如今孩子都已长得很大了。”我说:“那么,凡是你们所短缺的,他们都会资助你们吗?”妻子答道:“我们什么也不缺。
ἐκεῖνοι δὲ λαμβάνουσι καὶ ὁπηνίκʼ ἄν τι θηραθῇ καὶ ὀπώραν καὶ λάχανα· οὐ γὰρ ἔστι κῆπος παρʼ αὐτοῖς. πέρυσι δὲ παρʼ αὐτῶν πυροὺς ἐλάβομεν, σπέρμα ψιλόν, καὶ ἀπεδώκαμεν αὐτοῖς εὐθὺς τῆς θερείας.4 τί οὖν; ἔφην, καὶ ταύτην διανοεῖσθε διδόναι πλουσίῳ, ἵνα ὑμῖν καὶ αὐτὴ πυροὺς δανείσῃ; ἐνταῦθα μέντοι ἄμφω ἠρυθριασάτην, ἡ κόρη καὶ τὸ μειράκιον.
倒是在打到猎物的时候,他们总能分得猎获,还有果品和蔬菜;因为他们家里没有菜园。不过去年我们从他们那里借了些小麦,纯粹用作种子,到了收割时节我们便立刻奉还了。”我说:“那么怎样呢?你们也打算把这个女儿嫁给富人,好让她也借给你们小麦吗?”说到这里,两人——那姑娘和青年——都羞得面红耳赤。
ὁ δὲ πατὴρ αὐτῆς ἔφη, Πένητα ἄνδρα λήψεται, ὅμοιον ἡμῖν κυνηγέτην· καὶ μειδιάσας ἔβλεψεν εἰς τὸν νεανίσκον. κἀγώ, τί οὖν οὐκ ἤδη δίδοτε; ἢ δεῖ ποθεν αὐτὸν ἐκ κώμης ἀφικέσθαι; δοκῶ μέν, εἶπεν, οὐ μακράν ἐστίν· ἀλλʼ ἔνδον ἐνθάδε. καὶ ποιήσομέν γε τοὺς γάμους ἡμέραν ἀγαθὴν ἐπιλεξάμενοι. κἀγώ, Πῶς, ἔφην, κρίνετε τὴν ἀγαθὴν ἡμέραν; καὶ ὅς, Ὅταν μὴ μικρὸν ᾖ τὸ σελήνιον·
姑娘的父亲说道:“她将嫁给一个穷人,一个像我们一样的猎手。”说着,他微笑着望向那位青年。我便问:“那为何你们现在还不把她嫁出去呢?难道还得等某个人从哪个村庄赶来不成?”他说:“依我看,他并不在远方,就在这屋里呢。只要我们选定一个吉日,我们就一定会操办婚礼。”我问:“你们怎么断定何为吉日呢?”他答道:“当月亮不小的时候。”
- 7.62ἀλλʼ εἶπον ὅτι οὐ δύνασαι δειπνεῖν ἐν τῷ δέρματι
此处的动词 εἶπον 为第三人称复数(“众人说”),引出周围旁人对猎手拒领衣物的反驳(“穿着兽皮是不能去赴宴的”)。它与紧接着出现的同形动词 εἶπον(“我说”,第一人称单数)在人称与主语上有所区分。
- 7.63ἐπίσταται γὰρ δῆλον ὅτι
短语 δῆλον ὅτι 原本源自主句结构“显而易见的是……”,在此已凝固为副词性插入语,意为“显然/明摆着”,用以修饰动词 ἐπίσταται。
- 7.66ὁρῶντι
与格分词 ὁρῶντι 与上文 ἐδόκουν μοι 中的一人称与格代词 μοι 相呼应,作“判断者与格”,表示叙述者观察时的立场与视角(“在亲眼目睹……的我看来”)。
- 7.69τῆς θερείας
属格 τῆς θερείας 作时间属格,与时间副词 εὐθύς 连用,表示“一到收获季节便立即……”或“刚一收割完就……”。
