← 金嘴狄翁

演说集

§7.52-7.61

救助海难者的见证与对猎人的嘉奖决议

猎人陈述自己救助海难者的善行,曾蒙其救命之恩的公民挺身证实其仁德,集会随即转而决议对其予以嘉奖并准其使用土地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.52

καὶ τοὺς λάρους, οὓς ἅπαξ εὗρόν ποτε ἐκβεβρασμένους, καὶ τούτους ἀνέπηξα εἰς τὴν δρῦν τὴν ἱερὰν τὴν πλησίον τῆς θαλάττης. μὴ γὰρ εἴη ποτέ, ὦ Ζεῦ, λαβεῖν μηδὲ κερδᾶναι κέρδος τοιοῦτον ἀπὸ ἀνθρώπων δυστυχίας. ἀλλὰ ὠφελήθην μὲν οὐδὲν πώποτε, ἠλέησα δὲ πολλάκις ναυαγοὺς ἀφικομένους, καὶ τῇ σκηνῇ ὑπεδεξάμην, καὶ φαγεῖν ἔδωκα καὶ πιεῖν, καὶ εἴ τι ἄλλο ἐδυνάμην, ἐπεβοήθησα καὶ συνηκολούθησα μέχρι τῶν οἰκουμένων.

至于海鸥,有一次我发现它们被冲上岸,我把它们钉在海边那棵神圣的橡树上。宙斯啊,但愿绝不要从人们的灾难中获取任何东西或谋求这种利益!我从来没有从中得到过丝毫好处,反而常常怜悯漂流而来的遇难者,把他们迎进茅屋,给他们吃喝,只要我还能做些别的,就施以援手并护送他们直到有人居住的村落。

§7.53

ἀλλὰ τίς ἂν ἐκείνων ἐμοὶ νῦν μαρτυρήσειεν; οὔκουν οὐδὲ τότε ἐποίουν μαρτυρίας ἕνεκεν ἢ χάριτος, ὅς γε οὐδʼ ὁπόθεν ἦσαν ἠπιστάμην. μὴ γὰρ ὑμῶν γε μηδεὶς περιπέσοι τοιούτῳ πράγματι. ταῦτα δὲ ἐμοῦ λέγοντος ἀνίσταταί τις ἐκ μέσων· κἀγὼ πρὸς ἐμαυτὸν ἐνεθυμήθην ὅτι ἄλλος τοιοῦτος τυχὸν ἐμοῦ καταψευσόμενος.

可是,现在他们当中有谁会为我作证呢?不过,我当时做这些也不是为了求得见证或感谢,我甚至连他们是从哪里来的都不知道。但愿你们谁也不要遭遇这样的灾祸!正当我这么说着时,有个人从人群中站了起来;我心中暗想,大概又是一个要诬陷我的人。

§7.54

ὁ δὲ εἶπεν, Ἄνδρες, ἐγὼ πάλαι τοῦτον ἀμφιγνοῶν ἠπίστουν ὅμως. ἐπεὶ δὲ σαφῶς αὐτὸν ἔγνωκα, δεινόν μοι δοκεῖ, μᾶλλον δὲ ἀσεβές, μὴ εἰπεῖν ἃ συνεπίσταμαι μηδʼ ἀποδοῦναι λόγῳ χάριν, ἔργῳ τὰ μέγιστα εὖ παθών.

但他说道:“诸位,我刚才一直认不太准这个人,但终究不敢确信。如今我既已确切认出了他,倘若我不说出我所深知的事情,不在言语上报答恩情,那在我看来是极可怕的,甚至是极不敬神的,因为我在实际行动中受了极大的恩惠。

§7.55

εἰμὶ δέ, ἔφη, πολίτης, ὡς ἴστε, καὶ ὅδε, δείξας τὸν παρακαθήμενον, καὶ ὃς ἐπανέστη· ἐτύχομεν δὲ πλέοντες ἐν τῇ Σωκλέους νηὶ τρίτον ἔτος.1 καὶ διαφθαρείσης τῆς νεὼς περὶ τὸν Καφηρέα παντελῶς ὀλίγοι τινὲς ἐσώθημεν ἀπὸ πολλῶν. τοὺς μὲν οὖν πορφυρεῖς ἀνέλαβον· εἶχον γὰρ αὐτῶν τινες ἀργύριον ἐν φασκωλίοις. ἡμεῖς δὲ γυμνοὶ παντελῶς ἐκπεσόντες δι’ ἀτραποῦ τινος ἐβαδίζομεν, ἐλπίζοντες εὑρήσειν σκέπην τινὰ ποιμένων ἢ βουκόλων, κινδυνεύοντες ὑπὸ λιμοῦ τε καὶ δίψους διαφθαρῆναι.

正如你们所知,我是本邦公民,这位也是,”他指着坐在身旁的人,那人也随之站了起来,“两年前,我们碰巧乘坐索克勒斯的船出航。当船在卡菲柔斯岬附近遇难毁坏时,在众多的人中只有极少数人生还。采紫贝的渔民救起了一部分人,因为他们当中有些人皮袋里装有银钱。而我们完全赤裸地被冲上岸,沿着一条小径跋涉,指望能找到牧羊人或牧牛人的棚舍避难,随时面临着死于饥渴的危险。

§7.56

καὶ μόλις ποτὲ ἤλθομεν ἐπὶ σκηνάς τινας, καὶ στάντες ἐβοῶμεν. προελθὼν δὲ οὗτος εἰσάγει τε ἡμᾶς ἔνδον καὶ ἀνέκαε πῦρ οὐκ ἀθρόον, ἀλλὰ κατʼ ὀλίγον· καὶ τὸν μὲν ἡμῶν αὐτὸς ἀνέτριβε, τὸν δὲ ἡ γυνὴ στέατι· οὐ γὰρ ἦν αὐτοῖς ἔλαιον· τέλος δὲ ὕδωρ κατέχεον θερμόν, ἕως ἀνέλαβον ἀπεψυγμένους.

最后,我们好不容易来到了几间茅屋前,便站着呼喊。这个人走出来,把我们领进屋内,燃起了火,不是一下点得太大,而是一点一点生起来;接着他亲自揉擦我们中的一人,他的妻子则用动物油脂揉擦另一人,因为他们没有橄榄油;最后他们浇下热水,直到让我们这些冻僵的人苏醒过来。

§7.57

ἔπειτα κατακλίναντες καὶ περιβαλόντες οἷς εἶχον παρέθηκαν φαγεῖν ἡμῖν ἄρτους πυρίνους, αὐτοὶ δὲ κέγχρον ἑφθὴν ἤσθιον. ἔδωκαν δὲ καὶ οἶνον ἡμῖν πιεῖν, ὕδωρ αὐτοὶ πίνοντες, καὶ κρέα ἐλάφεια ὀπτῶντες ἄφθονα, τὰ δὲ ἕψοντες· τῇ δʼ ὑστεραίᾳ βουλομένους ἀπιέναι κατέσχον ἐπὶ τρεῖς ἡμέρας. ἔπειτα προύπεμψαν εἰς τὸ πεδίον, καὶἀπιοῦσι κρέας ἔδωκαν καὶ δέρμα ἑκατέρῳ πάνυ καλόν.

随后,他们安顿我们躺下,拿身边有的东西裹在我们身上,端出小麦面包给我们吃,而他们自己却吃煮熟的小米。他们还拿出葡萄酒给我们喝,自己则喝水,并且烤了丰盛的鹿肉,有的煮着;到了次日,当我们想离开时,他们挽留了我们整整三天。接着他们把我们护送到平原,在离别之际,还给了我们每人一份肉和一张极好的毛皮。

§7.58

ἐμὲ δὲ ὁρῶν ἐκ τῆς κακοπαθείας ἔτι πονήρως ἔχοντα ἐνέδυσε χιτώνιον, τῆς θυγατρὸς ἀφελόμενος· ἐκείνη δὲ ἄλλο τι ῥάκος περιεζώσατο. τοῦτο, ἐπειδὴ ἐν τῇ κώμῃ ἐγενόμην, ἀπέδωκα. οὕτως ἡμεῖς γε ὑπὸ τούτου μάλιστα ἐσώθημεν μετὰ τοὺς θεούς.

他见我因吃尽苦头而身体依旧虚弱,便从自己女儿身上脱下一件紧身内袍给我穿上;而那姑娘则在自己身上围了另一块破布。这件内袍在我到达村庄后便归还了。就这样,我们除神明之外,主要正是被这个人所救。”

§7.59

ταῦτα δὲ ἐκείνου λέγοντος ὁ μὲν δῆμος ἤκουεν ἡδέως καὶ ἐπῄνουν με, ἐγὼ δὲ ἀναμνησθείς, χαῖρε, ἔφην, Σωτάδη· καὶ προσελθὼν ἐφίλουν αὐτὸν καὶ τὸν ἕτερον. ὁ δὲ δῆμος ἐγέλα σφόδρα, ὅτι ἐφίλουν αὐτούς. τότε ἔγνων ὅτι ἐν ταῖς πόλεσιν οὐ φιλοῦσιν ἀλλήλους.

当他说这番话时,民众听得欣然悦服,纷纷赞扬我;而我想了起来,便喊道:“你好啊,索塔德斯!”接着走上前去亲吻了他和另一人。民众见我亲吻他们,都哄堂大笑起来。那时我才知道,在城里人们是不互相亲吻的。

§7.60

παρελθὼν δὲ ἐκεῖνος ὁ ἐπιεικὴς ὁ τὴν ἀρχὴν ὑπὲρ ἐμοῦ λέγων, Ἐμοί, ἔφη, ὦ ἄνδρες, δοκεῖ καλέσαι τοῦτον εἰς τὸ πρυτανεῖον ἐπὶ ξένια. οὐ γάρ, εἰ μὲν ἐν πολέμῳ τινὰ ἔσωσε τῶν πολιτῶν ὑπερασπίσας, πολλῶν ἂν καὶ μεγάλων δωρεῶν ἔτυχε· νυνὶ δὲ δύο σώσας πολίτας, τυχὸν δὲ καὶ ἄλλους, οἳ οὐ πάρεισιν, οὐκ ἔστιν ἄξιος οὐδεμιᾶς τιμῆς;2

这时,起初就为我辩护的那位公道人走上前来,说道:“诸位,依我看,应当邀请这个人到市政厅接受款待。因为,如果他在战场上用盾牌掩护救了一位公民,本会获得许多丰厚的大礼;然而现在,他拯救了两位公民,或许还有其他不在场的人,难道他就不配得到任何荣誉吗?

§7.61

ἀντὶ δὲ τοῦ χιτῶνος, ὃν ἔδωκε τῷ πολίτῃ κινδυνεύοντι, τὴν θυγατέρα ἀποδύσας, ἐπιδοῦναι αὐτῷ3 τὴν πόλιν χιτῶνα καὶ ἱμάτιον, ἵνα καὶ τοῖς ἄλλοις προτροπὴ γένηται δικαίοις εἶναι καὶ ἐπαρκεῖν ἀλλήλοις, ψηφίσασθαι δὲ αὐτοῖς καρποῦσθαι τὸ χωρίον καὶ αὐτοὺς καὶ τὰ τέκνα, καὶ μηδένα αὐτοῖς ἐνοχλεῖν, δοῦναι δὲ αὐτῷ καὶ ἑκατὸν δραχμὰς εἰς κατασκευήν· τὸ δὲ ἀργύριον τοῦτο ὑπὲρ τῆς πόλεως ἐγὼ παρʼ ἐμαυτοῦ δίδωμι.

为了补偿他脱下女儿的衣服而赠予遇难公民的那件内袍,城邦应当赐予他一件内袍和一件外斗篷,以便这也能成为勉励他人恪守正义、互相扶助的表率;城邦还应表决准许他们及其子孙享用那块土地,任何人不得侵扰他们;此外再给他一百德拉克马作为置办家当的费用;而这笔银钱,我从私财中替城邦支付。”

语法注3 条
  1. 7.55τρίτον ἔτος

    表示时间的宾格,按照古希腊包含起止点的计算法(inclusive reckoning),意为“算上今年第三年”,即“两年前”。

  2. 7.60οὐ γάρ, εἰ μὲν ἐν πολέμῳ τινὰ ἔσωσε τῶν πολιτῶν ὑπερασπίσας, πολλῶν ἂν καὶ μεγάλων δωρεῶν ἔτυχε· νυνὶ δὲ δύο σώσας πολίτας, τυχὸν δὲ καὶ ἄλλους, οἳ οὐ πάρεισιν, οὐκ ἔστιν ἄξιος οὐδεμιᾶς τιμῆς;

    整个句子是由 οὐ γάρ ... οὐκ ἔστιν ἄξιος 构成的反问句。前半句包含与过去事实相反的虚拟条件句(εἰ μὲν ἔσωσε ... ἔτυχε ἄν,“如果他在战争中救了人……本会得到”),后半句以 νυνὶ δὲ(“而实际上”)引出当下救了两人这一事实进行对比。

  3. 7.61ἐπιδοῦναι αὐτῷ τὴν πόλιν χιτῶνα καὶ ἱμάτιον ... ψηφίσασθαι δὲ αὐτοῖς ... δοῦναι δὲ αὐτῷ

    这些不定式(ἐπιδοῦναι, ψηφίσασθαι, δοῦναι)承接前句的动词 δοκεῖ(“依我看应当……”),模仿了城邦法令与公决动议的传统表述程式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.52-7.61