← 金嘴狄翁

演说集

§7.44-7.51

猎人如实陈述微薄家产并驳斥劫掠指控

猎人坦率回答了众人关于其财产的盘问,如实列举了肉食、粮食、葡萄藤、牲畜与农具等微薄产业,表明自己也是城邦公民并愿出力相助,进而有力驳斥了洗劫海难船只的不实诬陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.44

κἀγώ, Πάλιν, εἶπον, αὖ καὶ σὺ ἀγροὺς λέγεις; οὐκ ἀκούεις ὅτι ἀγροὺς οὐκ ἔχομεν; ὁ δὲ ἠρώτα με εἰ τάλαντον1 ἑκάτερος Ἀττικὸν δοῦναι θέλοιμεν. ἐγὼ δὲ εἶπον, Οὐχ ἵσταμεν τὰ κρέα ἡμεῖς· ἃ δʼ ἂν ᾖ, δίδομεν. ἔστι δὲ ὀλίγα ἐν ἁλσί, τἄλλα δʼ ἐν τῷ καπνῷ ξηρά, οὐ πολὺ ἐκείνων χείρω, σκελίδες ὑῶν καὶ ἐλάφειοι καὶ ἄλλα γενναῖα κρέα.

我便说道:“怎么,你也再次提起庄园来了?难道你没听见我们根本没有庄园吗?”他接着问我,我们两人是否各愿拿出一块阿提卡塔兰同。我答道:“我们并不称肉的重量;凡是有的,我们就拿出来。有些腌在盐里,其余的则在烟里熏干,并不比腌肉逊色多少,有猪腿、鹿肉以及其他上等的好肉。”

§7.45

ἐνταῦθα δὴ ἐθορύβουν καὶ ψεύδεσθαί με ἔφασαν. ὁ δὲ ἠρώτα με εἰ σῖτον ἔχομεν καὶ πόσον τινά. εἶπον τὸν ὄντα ἀληθῶς· δύο, ἔφην, μεδίμνους πυρῶν καὶ τέτταρας κριθῶν καὶ τοσούτους κέγχρων, κυάμων δὲ ἡμίεκτον· οὐ γὰρ ἐγένοντο τῆτες. τοὺς μὲν οὖν πυροὺς καὶ τὰς κριθάς, ἔφην, ὑμεῖς λάβετε, τὰς δὲ κέγχρους ἡμῖν ἄφετε. εἰ δὲ κέγχρων δεῖσθε, καὶ ταύτας λάβετε.

听到这里,他们鼓噪起来,声称我在撒谎。他又问我,我们是否有粮食,大约有多少。我据实相告:“小麦两美狄姆诺斯,”我说道,“大麦四美狄姆诺斯,小米也是这么多,蚕豆则有半赫克特乌斯;因为今年欠收。那么,小麦和大麦,”我说道,“你们拿去,把小米留给我们。如果你们也需要小米,那就连这也拿去吧。”

§7.46

οὐδὲ οἶνον ποιεῖτε; ἄλλος τις ἠρώτησεν. ποιοῦμεν, εἶπον. ἂν οὖν τις ὑμῶν ἀφίκηται, δώσομεν· ὅπως δὲ ἥξει2 φέρων ἀσκόν τινα· ἡμεῖς γὰρ οὐκ ἔχομεν. πόσαι γάρ τινές εἰσιν ὑμῖν ἄμπελοι; Δύο μέν, ἔφην, αἱ πρὸ τῶν θυρῶν, ἔσω δὲ τῆς αὐλῆς εἴκοσι· καὶ τοῦ ποταμοῦ πέραν ἃς ἔναγχος ἐφυτεύσαμεν, ἕτεραι τοσαῦται· εἰσὶ δὲ γενναῖαι σφόδρα καὶ τοὺς βότρυς φέρουσι μεγάλους, ὅταν οἱ παριόντες ἐπαφῶσιν αὐτούς.3

“难道你们连葡萄酒也不酿吗?”另一个人问道。“我们酿的,”我回答说,“因此,要是你们中有人来,我们自会奉送;但来时务必带个皮囊,因为我们可没有。”“那么你们究竟有多少葡萄藤呢?”“两株,”我说道,“就在门前,院子里还有二十株;河对岸还有我们不久前种下的同样多株。它们长势极好,只要过路人不来碰它们,就能结出巨大的果穗。”

§7.47

ἵνα δὲ μὴ πράγματα ἔχητε καθʼ ἕκαστον ἐρωτῶντες, ἐρῶ καὶ τἄλλα ἅ ἐστιν ἡμῖν· αἶγες ὀκτὼ θήλειαι, βοῦς κολοβή, μοσχάριον ἐξ αὐτῆς πάνυ καλόν, δρέπανα τέτταρα, δίκελλαι τέτταρες, λόγχαι τρεῖς, μάχαιραν ἡμῶν ἑκάτερος κέκτηται πρὸς τὰ θηρία. τὰ δὲ κεράμια σκεύη τί ἂν λέγοι τις; καὶ γυναῖκες ἡμῖν εἰσι καὶ τούτων τέκνα. οἰκοῦμεν δὲ ἐν δυσὶ σκηναῖς καλαῖς· καὶ τρίτην ἔχομεν, οὗ κεῖται τὸ σιτάριον καὶ τὰ δέρματα. νὴ Δία, εἶπεν ὁ ῥήτωρ, ὅπου καὶ τὸ ἀργύριον ἴσως κατορύττετε.

“免得你们一一盘问嫌麻烦,我把我们拥有的其他东西也一并说了吧:八只母山羊,一头断角的母牛,由它生下的一头极漂亮的小牛,四把镰刀,四把双齿锄,三支投枪,我们两人各配有一柄对付野兽的猎刀。至于陶器器皿,又何须多提?我们还有妻子,以及与她们所生的子女。我们住在两间漂亮的茅屋里;还有第三间,里面放着我们微薄的粮食和兽皮。”“指着宙斯发誓!”那位演说家叫道,“想必你们也在那里埋藏着银钱吧。”

§7.48

οὐκοῦν, ἔφην, ἀνάσκαψον ἐλθών, ὦ μῶρε. τίς δὲ κατορύττει ἀργύριον; οὐ γὰρ δὴ φύεταί γε. ἐνταῦθα πάντες ἐγέλων, ἐκείνου μοι δοκεῖν καταγελάσαντες. ταῦτα ἔστιν ἡμῖν· εἰ οὖν καὶ πάντα θέλετε, ἡμεῖς ἑκόντες ὑμῖν χαριζόμεθα, καὶ οὐδὲν ὑμᾶς ἀφαιρεῖσθαι δεῖ πρὸς βίαν ὥσπερ ἀλλοτρίων ἢ πονηρῶν·

“既然如此,你这个蠢货,何不亲自去挖出来呢!”我说道,“谁会把银钱埋在土里?难道它还能长出来不成!”听到这话,众人都笑了起来,依我看是在嘲弄那个家伙。“这就是我们所有的产业;因此即使你们全都要,我们也心甘情愿奉送给你们,你们绝无必要像对待外邦人或恶棍那样诉诸暴力强行夺取。

§7.49

ἐπεί τοι καὶ πολῖται τῆς πόλεώς ἐσμεν, ὡς ἐγὼ τοῦ πατρὸς ἤκουον. καί ποτε ἐκεῖνος δεῦρο ἀφικόμενος, ἐπιτυχὼν ἀργυρίῳ διδομένῳ, καὶ αὐτὸς ἔλαβεν ἐν τοῖς πολίταις. οὐκοῦν καὶ τρέφομεν ὑμετέρους πολίτας τοὺς παῖδας. κἄν ποτε δέησθε, βοηθήσουσιν ὑμῖν πρὸς λῃστὰς ἢ πρὸς πολεμίους. νῦν μὲν οὖν εἰρήνη ἐστίν· ἐὰν δέ ποτε συμβῇ καιρὸς τοιοῦτος, εὔξεσθε τοὺς πολλοὺς φανῆναι ὁμοίους ἡμῖν. μὴ γὰρ δὴ τοῦτόν γε τὸν ῥήτορα νομίζετε μαχεῖσθαι τότε περὶ ὑμῶν, εἰ μή γε λοιδορούμενον ὥσπερ τὰς γυναῖκας.

更何况,按照我从父亲那里听来的,我们也是这城邦的公民。他曾经来到这里,恰逢公家发放银钱,他也作为公民领到了一份。因此,我们抚养的孩子也是你们的公民。如果你们将来有所需要,他们会协助你们对抗盗贼或敌人。如今固然是太平岁月,但如果真遇上那种危机,你们会祈求大多数人都表现得像我们一样。因为你们断不可指望这位演说家届时会为你们战斗,除非像妇人那样骂街罢了!

§7.50

τῶν μέντοι κρεῶν καὶ τῶν δερμάτων, ὅταν γέ τοί ποτε ἕλωμεν θηρίον, μοῖραν δώσομεν· μόνον πέμπετε τὸν ληψόμενον. ἐὰν δὲ κελεύσητε καθελεῖν τὰς σκηνάς, εἴ τι βλάπτουσι, καθελοῦμεν. ἀλλʼ ὅπως δώσετε ἡμῖν ἐνθάδε οἰκίαν· ἢ πῶς ὑπενεγκεῖν δυνησόμεθα τοῦ χειμῶνος; ἔστι δʼ ὑμῖν οἰκήματα πολλὰ ἐντὸς τοῦ τείχους, ἐν οἷς οὐδεὶς οἰκεῖ· τούτων ἡμῖν ἓν ἀρκέσει. εἰ δὲ οὐκ ἐνθάδε ζῶμεν οὐδὲ πρὸς τῇ στενοχωρίᾳ τοσούτων ἀνθρώπων ἐν ταὐτῷ διαγόντων καὶ ἡμεῖς ἐνοχλοῦμεν, οὐ δήπου διά γε τοῦτο μετοικίζεσθαι ἄξιοί ἐσμεν.

不过,对于肉食和兽皮,只要我们猎获野兽,定会分出一份献上;只需派个接收的人来便可。如果你们命令拆毁那些棚屋,若它们碍了什么事,我们自会拆除。但你们务必在城里分给我们一处住所;否则我们在冬天又如何熬得过去呢?你们城墙以内有许多房屋无人居住,其中一处就足够我们用了。既然我们不在此处居住,在众多人口聚集同处的拥挤之中并未平添扰乱,我们难道活该因此被驱逐流徙吗?

§7.51

ὃ δὲ ἐτόλμησεν εἰπεῖν περὶ τῶν ναυαγίων,4 πρᾶγμα οὕτως ἀνόσιον καὶ πονηρόν· τοῦτο γὰρ μικροῦ ἐξελαθόμην εἰπεῖν ὃ πάντων πρῶτον ἔδει με εἰρηκέναι· τίς ἂν πιστεύσειέ ποτε ὑμῶν; πρὸς γὰρ τῇ ἀσεβείᾳ καὶ ἀδύνατόν ἐστιν ἐκεῖθεν καὶ ὁτιοῦν λαβεῖν, ὅπου καὶ τῶν ξύλων οὐδὲν πλέον ἔστιν ἰδεῖν ἢ τὴν τέφραν· οὕτω πάνυ σμικρὰ ἐκπίπτει, καὶ ἔστιν ἐκείνη μόνη ἡ ἀκτὴ ἁπασῶν ἀπρόσιτος.

至于他竟敢就海难残骸所说的话——那等大逆不道而邪恶的勾当,我险些忘了陈说,而这本该是我最先提及的——你们当中有谁会相信呢?因为除了其不敬神之外,从那里搜取任何东西也是根本不可能的;在那里的木材,除了灰烬碎屑外别无所见,被冲上岸的尽是极其细小的碎片,而且唯独那处海滩在所有海岸中最是全然无法涉足。”

语法注4 条
  1. 7.44τάλαντον

    长官是在货币单位(一块阿提卡塔兰同)的意义上使用 τάλαντον,而淳朴的猎人却将其误解为天平或重量单位,因而答以“我们并不称肉的重量”(Οὐχ ἵσταμεν τὰ κρέα ἡμεῖς),体现了因词义双关而产生的诙谐效果。

  2. 7.46ὅπως δὲ ἥξει

    此处 ὅπως 后接将来时直陈式(ἥξει),省略了主句的祈使动词(如 ὅρα 等),用作独立的命令或嘱咐(“来时务必带上……”)。后文第50节中的 ἀλλʼ ὅπως δώσετε 亦属同类句式。

  3. 7.46ὅταν οἱ παριόντες ἐπαφῶσιν αὐτούς

    ἐπαφῶσιν(ἐπαφίημι 的不定过去式虚拟语气)在此作“放任不管、不去碰”解,指只要过路的人不去摘取,葡萄串就能长得硕大。

  4. 7.51ὃ δὲ ἐτόλμησεν εἰπεῖν περὶ τῶν ναυαγίων

    句首的 ὃ δὲ ἐτόλμησεν εἰπεῖν... 充当悬垂对格(accusativus pendens)或话题标记。其后插入了插叙句 τοῦτο γὰρ μικροῦ ἐξελαθόμην...,最终由修辞性反问句 τίς ἂν πιστεύσειέ ποτε ὑμῶν(“你们当中有谁会相信呢”)接续。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:7.44-7.51